- 底本
- Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:1.13.1-1.13.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
面对在格拉尼库斯河对岸布阵的波斯军,帕尔梅尼翁因渡河地形险阻而建议暂缓至次日清晨渡河,但亚历山大执意即刻强渡。
ἐν τούτῳ δὲ Ἀλέξανδρος προὐχώρει ἐπὶ τὸν Γράνικον ποταμὸν συντεταγμένῳ τῷ στρατῷ, διπλῆν μὲν τὴν φάλαγγα τῶν ὁπλιτῶν τάξας, τοὺς δὲ ἱππέας κατὰ τὰ κέρατα ἄγων, τὰ σκευοφόρα δὲ κατόπιν ἐπιτάξας ἕπεσθαι· τοὺς δὲ προκατασκεψομένους τὰ τῶν πολεμίων ἦγεν αὐτῷ Ἡγέλοχος, ἱππέας μὲν ἔχων τοὺς σαρισσοφόρους, τῶν δὲ ψιλῶν ἐς πεντακοσίους.
与此同时,亚历山大正率领整列完毕的军队向格拉尼库斯河挺进,他将重装步兵方阵排成双重纵深,将骑兵部署在两翼,并命令辎重队在后方尾随。赫格洛科斯为他率领前去侦察敌情的先头部队,麾下拥有一队持矛骑兵和约五百名轻装步兵。
καὶ Ἀλέξανδρός τε οὐ πολὺ ἀπεῖχε τοῦ ποταμοῦ τοῦ Γρανίκου καὶ οἱ ἀπὸ τῶν σκοπῶν σπουδῇ ἐλαύνοντες ἀπήγγελλον ἐπὶ τῷ Γρανίκῳ πέραν τοὺς Πέρσας ἐφεστάναι τεταγμένους ὡς ἐς μάχην. ἔνθα δὴ Ἀλέξανδρος μὲν τὴν στρατιὰν πᾶσαν συνέταττεν ὡς μαχουμένους· Παρμενίων δὲ προσελθὼν λέγει Ἀλεξάνδρῳ τάδε.
当亚历山大距离格拉尼库斯河不远时,斥候中策马疾驰而来的人报告说,波斯军已在格拉尼库斯河对岸列阵,摆出了迎战的态势。于是亚历山大开始整编全军准备交战;但帕尔梅尼翁走上前去,对亚历山大说了如下这番话:
“ἐμοὶ δοκεῖ, βασιλεῦ, ἀγαθὸν εἶναι ἐν τῷ παρόντι καταστρατοπεδεῦσαι ἐπὶ τοῦ ποταμοῦ τῇ ὄχθῃ ὡς ἔχομεν. τοὺς γὰρ πολεμίους οὐ δοκῶ τολμήσειν πολὺ τῷ πεζῷ λειπομένους πλησίον ἡμῶν αὐλισθῆναι, καὶ ταύτῃ παρέξειν ἕωθεν εὐπετῶς τῷ στρατῷ διαβαλεῖν τὸν πόρον· ὑποφθάσομεν γὰρ αὐτοὶ περάσαντες πρὶν ἐκείνους ἐς τάξιν καθίστασθαι.
“国王啊,在我看来,目前我们按现有的态势在河岸扎营乃是上策。因为我认为,敌人在步兵上远逊于我们,绝不敢在我们近旁宿营;这样一来,在黎明时分大军便能轻易渡过河滩;因为我们定能在他们排成战阵之前抢先渡河完毕。
νῦν δὲ οὐκ ἀκινδύνως μοι δοκοῦμεν ἐπιχειρήσειν τῷ ἔργῳ, ὅτι οὐχ οἷόν τε ἐν μετώπῳ διὰ τοῦ ποταμοῦ ἄγειν τὸν στρατόν. πολλὰ μὲν γὰρ αὐτοῦ ὁρᾶται βαθέα, αἱ δὲ ὄχθαι αὗται ὁρᾷς ὅτι ὑπερύψηλοι καὶ κρημνώδεις εἰσὶν αἳ αὐτῶν·1 ἀτάκτως τε οὖν καὶ κατὰ κέρας, ᾗπερ ἀσθενέστατον, ἐκβαίνουσιν ἐπικείσονται ἐς φάλαγγα ξυντεταγμένοι τῶν πολεμίων οἱ ἱππεῖς· καὶ τὸ πρῶτον σφάλμα ἔς τε τὰ παρόντα χαλεπόν καὶ ἐς τὴν ὑπὲρ παντὸς τοῦ πολέμου κρίσιν σφαλερόν.”
然而眼下,我认为我们若贸然发起此举绝非没有危险,因为大军不可能在正面展开的横队状态下渡河。这河里的很多地方看起来很深,而且正如你所见,这里的河岸极高,其中有些地方更是陡峭如悬崖;因此,当我军以混乱的队形以及最为薄弱的纵队登岸时,敌军骑兵必会以严整的方阵压制过来;而初战的失利不仅对眼前局势极为不利,对于整场战争的最终胜负也是极其危险的。”
Ἀλέξανδρος δέ, “ταῦτα μέν”, ἔφη, “ὦ Παρμενίων, γιγνώσκω· αἰσχύνομαι δέ, εἰ τὸν μὲν Ἑλλήσποντον διέβην εὐπετῶς, τοῦτο δέ, σμικρὸν ῥεῦμα, — οὕτω τῷ ὀνόματι τὸν Γράνικον ἐκφαυλίσας, — εἴρξει ἡμᾶς τὸ μὴ οὐ διαβῆναι2 ὡς ἔχομεν.
但亚历山大回答道:“帕尔梅尼翁,这些我都知道;但我若轻易渡过了赫勒斯滂,而这样一条小水流——他以这个词贬低格拉尼库斯河——却阻碍我们照常渡河,我会感到羞耻。
καὶ τοῦτο οὔτε πρὸς Μακεδόνων τῆς δόξης οὔτε πρὸς τῆς ἐμῆς ἐς τοὺς κινδύνους ὀξύτητος ποιοῦμαι· ἀναθαρρήσειν τε δοκῶ τοὺς Πέρσας ὡς ἀξιομάχους Μακεδόσιν ὄντας, ὅτι οὐδὲν ἄξιον τοῦ σφῶν δέους ἐν τῷ παραυτίκα ἔπαθον.”
而且我认为这既不符合马其顿人的威名,也不符合我面对危险时的果决;我更认为波斯人会因此重新振作勇气,自以为能够与马其顿人一决高下,因为他们在此刻并未受到任何足以令其生畏的打击。”
- 1.13.4αἱ δὲ ὄχθαι αὗται ὁρᾷς ὅτι ὑπερύψηλοι καὶ κρημνώδεις εἰσὶν αἳ αὐτῶν
结合了先行主语提引(prolepsis)与整体—部分同格(schema kath' holon kai meros)的复合句式。句首的 αἱ δὲ ὄχθαι αὗται 被提前置于插入动词 ὁρᾷς 之前,而 ὅτι 引导的从句内部,末尾的 αἳ αὐτῶν(“它们之中的一部分”)作为部分主语与表语 ὑπερύψηλοι καὶ κρημνώδεις εἰσὶν 构成真正的主谓搭配。
- 1.13.6τὸ μὴ οὐ διαβῆναι
紧接在阻碍动词 εἴργω 之后的双重否定定冠词不定式(τὸ μὴ οὐ + 不定词)。由于主句借助 αἰσχύνομαι εἰ...(“如果……将令我感到羞耻”)表达了实质上的否定倾向,因而等同于阻碍动词自身受到否定时的句法要求,导致不定式前附带 μὴ οὐ 而非单独的 μή。
