← 阿利安

亚历山大远征记

§1.12.1-1.12.10

亚历山大拜谒阿喀琉斯墓与波斯军议

在伊利昂向阿喀琉斯之墓献冠的亚历山大感叹自己缺少像荷马这样的颂咏者,作者阿里安藉此宣告自己有资格以文学撰述昭示亚历山大的功绩。随后马其顿军继续推进,而波斯诸将举行军议,拒绝了门农提出的焦土战术,转而采纳阿尔西特斯保护领民与财产的主张。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.12.1

ἀνιόντα δʼ αὐτὸν ἐς Ἴλιον Μενοίτιός τε ὁ κυβερνήτης χρυσῷ στεφάνῳ ἐστεφάνωσε καὶ ἐπὶ τούτῳ Χάρης ὁ Ἀθηναῖος ἐκ Σιγείου ἐλθὼν καί τινες καὶ ἄλλοι, οἱ μὲν Ἕλληνες, οἱ δὲ ἐπιχώριοι·...οἱ δὲ, ὅτι καὶ τὸν Ἀχιλλέως ἄρα τάφον ἐστεφάνωσεν· Ἡφαιστίωνα δὲ λέγουσιν ὅτι τοῦ Πατρόκλου τὸν τάφον ἐστεφάνωσε· καὶ εὐδαιμόνισεν ἄρα, ὡς λόγος, Ἀλέξανδρος Ἀχιλλέα, ὅτι Ὁμήρου κήρυκος ἐς τὴν ἔπειτα μνήμην ἔτυχε.

在他登上伊利昂的途中,舵手墨诺提俄斯为他戴上一顶金冠,随后从西盖翁赶来的雅典人卡瑞斯以及其他一些人——其中有希腊人,也有当地人——也为他献冠。还有人说他也为阿喀琉斯的陵墓献了冠,而赫淮斯提翁则为帕特罗克洛斯的墓献了冠。据说亚历山大称赞阿喀琉斯是幸运的,因为他得到了荷马这位宣扬者,使声名流芳后世。

§1.12.2

καὶ μέντοι καὶ ἦν Ἀλεξάνδρῳ οὐχ ἥκιστα τούτου ἕνεκα εὐδαιμονιστέος Ἀχιλλεύς, ὅτι αὐτῷ γε Ἀλεξάνδρῳ, οὐ κατὰ τὴν ἄλλην ἐπιτυχίαν, τὸ χωρίον τοῦτο ἐκλιπὲς ξυνέβη οὐδὲ ἐξηνέχθη ἐς ἀνθρώπους τὰ Ἀλεξάνδρου ἔργα ἐπαξίως, οὔτʼ οὖν καταλογάδην, οὔτε τις ἐν μέτρῳ ἐποίησεν· ἀλλʼ οὐδὲ ἐν μέλει ᾔσθη Ἀλέξανδρος, ἐν ὅτῳ1 Ἱέρων τε καὶ Γέλων καὶ Θήρων καὶ πολλοὶ ἄλλοι οὐδέν τι Ἀλεξάνδρῳ ἐπεοικότες, ὥστε πολὺ μεῖον γιγνώσκεται τὰ Ἀλεξάνδρου ἢ τὰ φαυλότατα τῶν πάλαι ἔργων·

而且阿喀琉斯对亚历山大而言,也确实极因这一缘故而值得艳羡;因为对亚历山大自己来说,与他在其他方面的幸运截然相反,这一领域却成了缺憾,亚历山大的功绩未曾以相称的方式公之于众,既无散文记叙,亦无人为其赋诗立传;甚至在那些曾歌颂过希厄隆、格隆、塞隆以及许多远不及亚历山大之人的抒情诗中,亚历山大也未曾被歌唱,以致于亚历山大的伟业甚至远不如古代最微不足道的事迹为人所知。

§1.12.3

ὁπότε2 καὶ ἡ τῶν μυρίων ξὺν Κύρῳ ἄνοδος ἐπὶ βασιλέα Ἀρτοξέρξην καὶ τὰ Κλεάρχου τε καὶ τῶν ἅμα αὐτῷ ἁλόντων παθήματα καὶ ἡ κατάβασις αὐτῶν ἐκείνων, ἣν Ξενοφῶν αὐτοὺς κατήγαγε, πολύ τι ἐπιφανέστερα ἐς ἀνθρώπους Ξενοφῶντος ἕνεκά ἐστιν ἢ Ἀλέξανδρός τε καὶ τὰ Ἀλεξάνδρου ἔργα.

以至于一万大军随小居鲁士进犯国王阿尔塔薛西斯的远征、克利阿科斯及与其一同被俘者的遭遇,乃至色诺芬亲自率领这支部队撤回海滨的撤军之行,正是由于色诺芬的缘故,在世人眼中的声名反倒远远超过了亚历山大及其功绩。

§1.12.4

καίτοι Ἀλέξανδρος οὔτε ξὺν ἄλλῳ ἐστράτευσεν, οὔτε φεύγων μέγαν βασιλέα τοὺς τῇ καθόδῳ ἐπὶ θάλασσαν ἐμποδὼν γιγνομένους ἐκράτησεν· ἀλλʼ οὐκ ἔστιν ὅστις ἄλλος εἷς ἀνὴρ τοσαῦτα ἢ τηλικαῦτα ἔργα κατὰ πλῆθος ἢ μέγεθος ἐν Ἕλλησιν ἢ βαρβάροις ἀπεδείξατο. ἔνθεν καὶ αὐτὸς ὁρμηθῆναί φημι ἐς τήνδε τὴν ξυγγραφήν, οὐκ ἀπαξιώσας ἐμαυτὸν φανερὰ καταστήσειν ἐς ἀνθρώπους τὰ Ἀλεξάνδρου ἔργα.

然而亚历山大既未曾屈居于他人麾下出征,也未曾因逃避波斯大王而击破阻挡其退往海滨的阻碍;相反,无论在希腊人中还是异族人中,没有任何一个单枪匹马之人曾在数量或规模上展现过如此众多且如此巨大的伟业。因此我声称,正因如此我才投身于这部撰述,未曾自惭浅薄而不配将亚历山大的功绩昭示天下。

§1.12.5

ὅστις δὲ ὢν ταῦτα ὑπὲρ ἐμαυτοῦ γινώσκω, τὸ μὲν ὄνομα οὐδὲν δέομαι ἀναγράψαι, οὐδὲ γὰρ οὐδὲ ἄγνωστον ἐς ἀνθρώπους ἐστίν, οὐδὲ πατρίδα ἥτις μοί ἐστιν οὐδὲ γένος τὸ ἐμόν, οὐδὲ εἰ δή τινα ἀρχὴν ἐν τῇ ἐμαυτοῦ ἦρξα· ἀλλʼ ἐκεῖνο ἀναγράφω, ὅτι ἐμοὶ πατρίς τε καὶ γένος καὶ ἀρχαὶ οἵδε οἱ λόγοι εἰσί τε καὶ ἀπὸ νέου ἔτι ἐγένοντο, καὶ ἐπὶ τῷδε οὐκ ἀπαξιῶ ἐμαυτὸν τῶν πρώτων ἐν τῇ φωνῇ τῇ Ἑλλάδι, εἴπερ οὖν καὶ Ἀλέξανδρον τῶν ἐν τοῖς ὅπλοις.3

至于自视具有此等资格的我究竟是何人,我毫无必要记下自己的姓名——因为这在世人间绝非鲜为人知——也无需记述我的城邦为何、我的门第如何,抑或我是否曾在本邦担任过某种官职;但我却要记下这一点:对于我而言,城邦、门第以及官职正是这些言说篇章,且自青年时代起就一直是如此;因此,正如亚历山大在武功上名列首位一般,我并不认为自己在希腊语言的文学造诣上自列第一流是过分之举。

§1.12.6

ἐξ Ἰλίου δὲ ἐς Ἀρίσβην ἧκεν, οὗ πᾶσα ἡ δύναμις αὐτῷ διαβεβηκυῖα τὸν Ἑλλήσποντον ἐστρατοπεδεύκει, καὶ τῇ ὑστεραίᾳ ἐς Περκώτην· τῇ δὲ ἄλλῃ Λάμψακον παραμείψας πρὸς τῷ Πρακτίῳ ποταμῷ ἐστρατοπέδευσεν, ὃς ῥέων ἔκ τῶν ὀρῶν τῶν Ἰδαίων ἐκδιδοῖ ἐς θάλασσαν τὴν μεταξὺ τοῦ Ἑλλησπόντου τε καὶ τοῦ Εὐξείνου πόντου. ἔνθεν δὲ ἐς Ἕρμωτον ἀφίκετο, Κολωνάς πόλιν παραμείψας.

离开伊利昂后,他来到了阿里斯贝,全军在渡过赫勒斯滂后已在他麾下于此扎营;次日抵达佩尔科特;第三天绕过兰普萨库斯,在普拉克提俄斯河畔扎营,这条河发源自伊达山脉,注入赫勒斯滂与优克辛海之间的海域。随后他绕过科洛奈城,抵达赫尔摩托斯。

§1.12.7

σκοποὶ δὲ αὐτῷ ἐπέμποντο πρὸ τοῦ στρατεύματος· καὶ τούτων ἡγεμὼν ἦν Ἀμύντας ὁ Ἀρραβαίου, ἔχων τῶν τε ἑταίρων τὴν ἴλην τὴν ἐξ Ἀπολλωνίας, ἧς ἰλάρχης ἦν Σωκράτης ὁ Σάθωνος, καὶ τῶν προδρόμων καλουμένων ἴλας τέσσαρας. κατὰ δὲ τὴν πάροδον Πρίαπον πόλιν ἐνδοθεῖσαν πρὸς τῶν ἐνοικούντων τοὺς παραληψομένους ἀπέστειλε σὺν Πανηγόρῳ τῷ Λυκαγόρου, ἑνὶ τῶν ἑταίρων.

他的军队前方派遣了斥候,指挥官是阿拉拜俄斯之子阿明塔斯,率领由萨同之子索克拉底任骑兵连长的阿波罗尼亚伙友骑兵连,以及四队所谓的先锋轻骑兵连。行军途中,普里阿波斯城由城中居民主动献降,他便派遣由吕卡戈罗斯之子、伙友之一的帕内戈罗斯率领的人员前去接收。

§1.12.8

Περσῶν δὲ στρατηγοὶ ἦσαν Ἀρσάμης καὶ Ῥεομίθρης καὶ Πετήνης καὶ Νιφάτης καὶ ξὺν τούτοις Σπιθριδάτης ὁ Λυδίας καὶ Ἰωνίας σατράπης καὶ Ἀρσίτης ὁ τῆς πρὸς Ἑλλησπόντῳ Φρυγίας ὕπαρχος. οὗτοι δὲ πρὸς Ζελείᾳ πόλει κατεστρατοπεδευκότες ἦσαν ξὺν τῇ ἵππῳ τε τῇ βαρβαρικῇ καὶ τοῖς Ἕλλησι τοῖς μισθοφόροις.

波斯诸将领为阿尔萨墨斯、雷奥米特雷斯、佩特涅斯、尼法特斯,与他们在一起的还有吕底亚和爱奥尼亚总督斯庇特里达特斯,以及赫勒斯滂弗里吉亚的副总督阿尔西特斯。他们率领异族骑兵与希腊雇佣兵,在泽勒亚城附近扎营。

§1.12.9

βουλευομένοις δὲ αὐτοῖς ὑπὲρ τῶν παρόντων, ἐπειδὴ Ἀλέξανδρος διαβεβηκὼς ἠγγέλλετο, Μέμνων ὁ Ῥόδιος παρῄνει μὴ διὰ κινδύνου ἰέναι πρὸς τοὺς Μακεδόνας, τῷ τε πεζῷ πολὺ περιόντας σφῶν καὶ αὐτοῦ Ἀλεξάνδρου παρόντος, αὐτοῖς δὲ ἀπόντος Δαρείου· προϊόντας δὲ τόν τε χιλὸν ἀφανίζειν καταπατοῦντας τῇ ἵππῳ καὶ τὸν ἐν τῇ γῇ καρπὸν ἐμπιπράναι, μηδὲ τῶν πόλεων αὐτῶν φειδομένους. οὐ γὰρ μενεῖν ἐν τῇ χώρᾳ Ἀλέξανδρον ἀπορίᾳ τῶν ἐπιτηδείων.

当得知亚历山大已经渡海而聚集商议应对眼下局势时,罗得岛人门农劝告不要与马其顿人正面冒险交锋,因为敌人在步兵上远胜于己,且亚历山大亲临战阵,而大流士却不在他们身边;相反,应当率部推进,以战马践踏摧毁饲料,焚毁田间的庄稼,甚至对各城镇也不予留情;因为亚历山大必将因缺乏补给而无法在本地久留。

§1.12.10

Ἀρσίτην δὲ λέγεται εἰπεῖν ἐν τῷ συλλόγῳ τῶν Περσῶν, ὅτι οὐκ ἂν περιίδοι μίαν οἰκίαν ἐμπρησθεῖσαν4 τῶν ὑπὸ οἷ τεταγμένων ἀνθρώπων· καὶ τοὺς Πέρσας Ἀρσίτῃ προσθέσθαι, ὅτι καὶ ὕποπτόν τι αὐτοῖς ἦν ἐς τὸν Μέμνονα τριβὰς ἐμποιεῖν ἑκόντα τῷ πολέμῳ τῆς ἐκ βασιλέως τιμῆς οὕνεκα.

然而据说阿尔西特斯在波斯人的集会上声称,自己绝不会坐视自己辖下居民的一栋房屋被焚毁;波斯人也赞同阿尔西特斯的意见,这也是因为他们对门农抱有疑心,怀疑他是为了从国王那里获得恩宠而故意拖延战事。

语法注4 条
  1. 1.12.2ἐν ὅτῳ

    关系代词 ὅστις 的介词短语(在此等同于 ἐν ᾧ),其先行词为前文的“ἐν μέλει”(在抒情诗中)。它指代曾歌颂过西西里僭主希厄隆、格隆、塞隆等人的抒情诗体裁(如品达等人的胜利颂)。

  2. 1.12.3ὁπότε

    时间连词 ὁπότε 在此由“当……时”引申为因果或证据性的用法(“以至于……”、“从……的事实来看”),用于引出色诺芬《长征记》这一具体实例,以印证前文所说的亚历山大功绩不如古代次要事件闻名的论断。

  3. 1.12.5εἴπερ οὖν καὶ Ἀλέξανδρον τῶν ἐν τοῖς ὅπλοις

    对应于主句结构“οὐκ ἀπαξιῶ ἐμαυτὸν [εἶναι] τῶν πρώτων...”的省略条件从句。在 Ἀλέξανδρον 之后省略了谓语部分 [ἀξιῶ εἶναι τῶν πρώτων],整句意为“正如亚历山大在武功上也[被视为第一流]一样”。

  4. 1.12.10οὐκ ἂν περιίδοι μίαν οἰκίαν ἐμπρησθεῖσαν

    动词 περιοράω(漠视、坐视、纵容)带有否定词 οὐκ 与潜势小辞 ἄν(构成潜势希求法),后接宾语 μίαν οἰκίαν 及补充性质的被动分词 ἐμπρησθεῖσαν,表达坚决拒绝的态度:“他绝不会坐视哪怕一栋房屋被焚毁”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:1.12.1-1.12.10