← 阿利安

亚历山大远征记

§1.11.1-1.11.8

横渡赫勒斯滂与进军亚洲

亚历山大返回马其顿后举行了祭仪与竞技会,在获得有关俄耳甫斯雕像的吉祥预兆后率军进军赫勒斯滂。抵达对岸地区后,他向普罗特西拉奥斯与诸神献祭,顺利登陆亚洲并参谒了伊利昂。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11.1

ταῦτα δὲ διαπραξάμενος ἐπανῆλθεν εἰς Μακεδονίαν· καὶ τῷ τε Διὶ τῷ Ὀλυμπίῳ τὴν θυσίαν τὴν ἀπʼ Ἀρχελάου ἔτι καθεστῶσαν ἔθυσε καὶ τὸν ἀγῶνα ἐν Αἰγαῖς διέθηκε τὰ Ὀλύμπια· οἱ δὲ καὶ ταῖς Μούσαις λέγουσιν ὅτι ἀγῶνα ἐποίησε.

办妥这些事后,他返回马其顿;他向奥林匹斯山宙斯献上了自阿刻拉奥斯时代起便已确立的祭礼,并在埃盖举办了奥林匹亚竞技会;也有人说他还为缪斯们举办了竞技比赛。

§1.11.2

καὶ ἐν τούτῳ ἀγγέλλεται τὸ Ὀρφέως τοῦ Οἰάγρου τοῦ Θρᾳκὸς ἄγαλμα τὸ ἐν Πιερίδι ἱδρῶσαι ξυνεχῶς· καὶ ἄλλοι ἄλλα ἐπεθείαζον τῶν μάντεων, Ἀρίστανδρος δέ, ἀνὴρ Τελμισσεύς, μάντις, θαρρεῖν ἐκέλευσεν Ἀλέξανδρον· δηλοῦσθαι γὰρ, ὅτι ποιηταῖς ἐπῶν τε καὶ μελῶν καὶ ὅσοι ἀμφὶ ᾠδὴν ἔχουσι πολὺς πόνος ἔσται ποιεῖν τε καὶ ᾅδειν ἀλέξανδρον καὶ τὰ Ἀλεξάνδρου ἔργα.

正当此时,据报在皮埃里亚的色雷斯人俄阿格洛斯之子俄耳甫斯雕像不断淌汗。占卜师们各执己见、作出各种神异的解释,但来自泰尔米苏斯的占卜师阿里斯坦德罗斯劝告亚历山大不必忧惧;因为这表明,叙事诗与抒情诗的诗人们以及所有从事歌唱之人,在谱写和歌颂亚历山大及其功绩时,将付出巨大的辛劳。

§1.11.3

ἅμα δὲ τῷ ἦρι ἀρχομένῳ ἐξελαύνει ἐφʼ Ἑλλησπόντου τὰ μὲν κατὰ Μακεδονίαν τε καὶ τοὺς Ἕλληνας Ἀντιπάτρῳ ἐπιτρέψας, αὐτὸς δὲ ἄγων πεζοὺς μὲν σὺν ψιλοῖς τε καὶ τοξόταις οὐ πολλῷ πλείους τῶν τρισμυρίων, ἱππέας δὲ ὑπὲρ τοὺς πεντακισχιλίους. ἦν δὲ αὐτῷ ὁ στόλος παρὰ τὴν λίμνην τὴν Κερκινῖτιν ὡς ἐπʼ Ἀμφίπολιν καὶ τοῦ Στρυμόνος ποταμοῦ τὰς ἐκβολάς.

春初时分,亚历山大将马其顿与希腊境内的事务托付给安提帕特,自率步兵(包括轻装兵和弓箭手)略多于三万人,骑兵五千余人,向赫勒斯滂进发。他的行军路线是沿着凯尔基尼蒂斯湖,奔向安菲波利斯和斯特律蒙河口。

§1.11.4

διαβὰς δὲ τὸν Στρυμόνα παρήμειβε τὸ Πάγγαιον ὄρος τὴν ὡς ἐπʼ Ἄβδηρα καὶ Μαρώνειαν,1 πόλεις Ἑλληνίδας ἐπὶ θαλάσσῃ ᾠκισμένας. ἔνθεν δὲ ἐπὶ τὸν Ἕβρον ποταμὸν ἀφικόμενος διαβαίνει καὶ τὸν Ἕβρον εὐπετῶς.

渡过斯特律蒙河后,他取道通往海滨希腊城邦阿布德拉和马罗尼亚的路,绕过了潘盖翁山。从那里抵达赫布罗斯河,他又轻而易举地渡过了赫布罗斯河。

§1.11.5

ἐκεῖθεν δὲ διὰ τῆς Παιτικῆς ἐπὶ τὸν Μέλανα ποταμὸν ἔρχεται. διαβὰς δὲ καὶ τὸν Μέλανα ἐς Σηστόν ἀφικνεῖται ἐν εἴκοσι ταῖς πάσαις ἡμέραις ἀπὸ τῆς οἴκοθεν ἐξορμήσεως. ἐλθὼν δὲ ἐς Ἐλαιοῦντα θύει Πρωτεσιλάῳ ἐπὶ τῷ τάφῳ τοῦ Πρωτεσιλάου, ὅτι καὶ Πρωτεσίλαος πρῶτος ἐδόκει ἐκβῆναι ἐς τὴν Ἀσίαν τῶν Ἑλλήνων τῶν ἅμα Ἀγαμέμνονι ἐς Ἴλιον στρατευσάντων. καὶ ὁ νοῦς τῆς θυσίας ἦν ἐπιτυχεστέραν οἷ γενέσθαι ἢ Πρωτεσιλάῳ τὴν ἀπόβασιν.2

随后他穿过佩蒂克地区前往梅拉斯河。渡过梅拉斯河后,自本土出发起总共耗时整整二十天便抵达了塞斯托斯。来到埃莱乌斯后,他在普罗特西拉奥斯的墓前向普罗特西拉奥斯献祭,因为普罗特西拉奥斯被认为是随阿伽门农远征伊利昂的希腊人中率先踏上亚洲土地之人;这一祭献的用意,乃是祈求自己的登陆能比普罗特西拉奥斯的登陆更加吉庆顺利。

§1.11.6

Παρμενίων μὲν δὴ τῶν τε πεζῶν τοὺς πολλοὺς καὶ τὴν ἵππον διαβιβάσαι ἐτάχθη ἐκ Σηστοῦ ἐς Ἄβυδον· καὶ διέβησαν τριήρεσι μὲν ἑκατὸν καὶ ἑξήκοντα, πλοίοις δὲ ἄλλοις πολλοῖς στρογγύλοις. Ἀλέξανδρον δὲ ἐξ Ἐλαιοῦντος ἐς τὸν Ἀχαιῶν λιμένα κατᾶραι ὁ πλείων λόγος κατέχει, καὶ αὐτόν τε κυβερνῶντα τὴν στρατηγίδα ναῦν διαβάλλειν καὶ, ἐπειδὴ κατὰ μέσον τὸν πόρον τοῦ Ἑλλησπόντου ἐγένετο, σφάξαντα ταῦρον τῷ Ποσειδῶνι καὶ Νηρηίσι σπένδειν ἐκ χρυσῆς φιάλης ἐς τὸν πόντον.

帕尔梅尼奥奉命将大部分步兵和骑兵从塞斯托斯运渡至阿比多斯;他们乘坐一百六十艘三列桨战船和许多其他商船渡海。主流记述则认为,亚历山大本人是从埃莱乌斯驶抵阿开奥斯人海港;他亲自掌舵操纵旗舰横渡,当抵达赫勒斯滂海峡正中时,他宰杀一头公牛献给波塞冬与涅柔斯群仙女,并用金酒杯向大海奠酒。

§1.11.7

λέγουσι δὲ καὶ πρῶτον ἐκ τῆς νεὼς σὺν τοῖς ὅπλοις ἐκβῆναι αὐτὸν ἐς τὴν γῆν τὴν Ἀσίαν καὶ βωμοὺς ἱδρύσασθαι ὅθεν τε ἐστάλη ἐκ τῆς Εὐρώπης καὶ ὅπου ἐξέβη τῆς Ἀσίας Διὸς ἀποβατηρίου καὶ Ἀθηνᾶς καὶ Ἡρακλέους. ἀνελθόντα δὲ ἐς Ἴλιον τῇ τε Ἀθηνᾷ θῦσαι τῇ Ἰλιάδι, καὶ τὴν πανοπλίαν τὴν αὑτοῦ ἀναθεῖναι ἐς τὸν νεών, καὶ καθελεῖν ἀντὶ ταύτης τῶν ἱερῶν τινα ὅπλων ἔτι ἐκ τοῦ Τρωικοῦ ἔργου σωζόμενα.

人们还说,他全副武装率先从船上跨步踏入亚洲陆地,并在其离开欧洲的出发地和踏上亚洲的登岸地,各修建了献给庇佑登陆的宙斯、雅典娜与赫拉克勒斯的祭坛。登上伊利昂后,他向伊利昂的雅典娜献祭,将自己的一整套铠甲奉纳在神庙中,并取下神庙中尚自特洛伊战事保存至今的部分圣器铠甲作为替代。

§1.11.8

καὶ ταῦτα λέγουσιν ὅτι οἱ ὑπασπισταὶ ἔφερον πρὸ αὐτοῦ ἐς τὰς μάχας. θῦσαι δὲ αὐτὸν καὶ Πριάμῳ ἐπὶ τοῦ βωμοῦ τοῦ Διὸς τοῦ Ἑρκείου λόγος κατέχει, μῆνιν Πριάμου παραιτούμενον τῷ Νεοπτολέμου γένει,3 ὃ δὴ ἐς αὐτὸν καθῆκεν.

据说,近卫侍从们在战斗中总是抬着这些战甲走在他前面。亦有说法称,他在赫耳客俄斯宙斯的祭坛上也向普里阿摩斯献祭,恳求普里阿摩斯消除对延续至他自身的涅俄普托勒摩斯家族的愤怒。

语法注3 条
  1. 1.11.4τὴν ὡς ἐπʼ Ἄβδηρα καὶ Μαρώνειαν

    阴性单数宾格定冠词 τὴν 省略了中心名词 ὁδόν(道路),在此充当动词 παρήμειβε(经过、绕行)的宾语或表示空间路径的宾格。介词短语 ὡς ἐπί 表示行进方向(“朝向……”)。

  2. 1.11.5ἐπιτυχεστέραν οἷ γενέσθαι ἢ Πρωτεσιλάῳ τὴν ἀπόβασιν

    间接反身代词与格 οἷ 指代主语亚历山大,并与被比较成分与格 Πρωτεσιλάῳ 构成并列。该宾格不定式结构(主语宾格为 τὴν ἀπόβασιν,谓语形容词为 ἐπιτυχεστέραν,不定式为 γενέσθαι)在此用作 ὁ νοῦς(意图、主旨)的同位语说明补足成分。

  3. 1.11.8μῆνιν Πριάμου παραιτούμενον τῷ Νεοπτολέμου γένει

    中动态分词 παραιτούμενον 意为“祈求消解、平息”,支配直接宾格 μῆνιν(愤怒)和利益与格 τῷ γένει(为……家族),意在使普里阿摩斯的愤怒从涅俄普托勒摩斯的宗族身上消解免除。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:1.11.1-1.11.8