← 阿利安

亚历山大远征记

§1.pr.1-1.pr.3

史料选取标准与撰述意图

作者阐述了选取托勒密与阿里斯托布鲁斯作为主要史料的理由,并说明了对待其他传闻的标准及撰写本书的缘由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.pr.1

Πτολεμαῖος ὁ Λάγου καὶ Ἀριστόβουλος ὁ Ἀριστοβούλου ὅσα μὲν ταὐτὰ ἄμφω1 περὶ Ἀλεξάνδρου τοῦ Φιλίππου συνέγραψαν, ταῦτα ἐγὼ ὡς πάντῃ ἀληθῆ ἀναγράφω, ὅσα δὲ οὐ ταὐτά, τούτων τὰ πιστότερα ἐμοὶ φαινόμενα καὶ ἅμα ἀξιαφηγητότερα ἐπιλεξάμενος.2

拉戈斯之子托勒密与阿里斯托布鲁斯之子阿里斯托布鲁斯,凡是二人关于腓力之子亚历山大记述相同者,我都作为完全真实之事予以载录;而凡是不一致者,我则从中挑选出在我看来更为可信且更具叙述价值之事予以载录。

§1.pr.2

ἄλλοι μὲν δὴ ἄλλα ὑπὲρ Ἀλεξάνδρου ἀνέγραψαν, οὐδʼ ἔστιν ὑπὲρ ὅτου πλείονες ἢ ἀξυμφωνότεροι ἐς ἀλλήλους·3 ἀλλʼ ἐμοὶ Πτολεμαῖός τε καὶ Ἀριστόβουλος πιστότεροι ἔδοξαν ἐς τὴν ἀφήγησιν, ὁ μὲν ὅτι συνεστράτευσε βασιλεῖ Ἀλεξάνδρῳ, Ἀριστόβουλος, Πτολεμαῖος δὲ πρὸς τῷ ξυστρατεῦσαι ὅτι καὶ αὐτῷ βασιλεῖ ὄντι αἰσχρότερον ἢ τῳ ἄλλῳ ψεύσασθαι ἦν· ἄμφω δέ, ὅτι τετελευτηκότος ἤδη Ἀλεξάνδρου ξυγγράφουσιν [ὅτε] αὐτοῖς ἥ τε ἀνάγκη καὶ ὁ μισθὸς τοῦ ἄλλως τι ἢ ὡς συνηνέχθη ξυγγράψαι ἀπῆν.

诚然,另有他人关于亚历山大记述各异,亦未曾有人被更多或彼此更为互相矛盾的人所著录;但在我看来,托勒密与阿里斯托布鲁斯在叙事上更为可信:阿里斯托布鲁斯是因为他曾随亚历山大王出征,托勒密则是在随军出征之外,更因为他自己身为君王,说谎比任何旁人更为可耻;并且两人皆是在亚历山大亡故之后才行著述,此时他们既无任何强迫,亦无任何报酬会促使其把事情记述得违背发生的原状。

§1.pr.3

ἔστι δὲ ἃ καὶ πρὸς ἄλλων ξυγγεγραμμένα,4 ὅτι καὶ αὐτὰ ἀξιαφήγητά τε μοι ἔδοξε καὶ οὐ πάντῃ ἄπιστα, ὡς λεγόμενα μόνον ὑπὲρ Ἀλεξάνδρου ἀνέγραψα. ὅστις δὲ θαυμάσεται ἀνθʼ ὅτου ἐπὶ τοσοῖσδε συγγραφεῦσι5 καὶ ἐμοὶ ἐπὶ νοῦν ἦλθεν ἥδε ἡ συγγραφή, τά τε ἐκείνων πάντα τις ἀναλεξάμενος καὶ τοῖσδε τοῖς ἡμετέροις ἐντυχὼν οὕτω θαυμαζέτω.

此外,某些由他人所记载的事情,因为在我看来它们也值得叙述且并非完全不可信,我仅作为关于亚历山大的传闻予以载录。若有人奇怪,既然已有如此众多的历史家,为何我也起意著述此书,那就请他在通读了他们所有人的著述并接触了我们这部书之后,再行称奇吧。

语法注5 条
  1. 1.pr.1Πτολεμαῖος ὁ Λάγου καὶ Ἀριστόβουλος ὁ Ἀριστοβούλου ὅσα μὲν ταὐτὰ ἄμφω

    句首的主格词组“Πτολεμαῖος ... καὶ Ἀριστόβουλος”是通过前置(prolepsis)被置于关系从句“ὅσα ... συνέγραψαν”之外以示强调,并与关系从句内部的主语“ἄμφω”相呼应。亦可视为引出全句话题的悬垂主格(nominativus pendens)。

  2. 1.pr.1τούτων τὰ πιστότερα ἐμοὶ φαινόμενα καὶ ἅμα ἀξιαφηγητότερα ἐπιλεξάμενος

    分词“ἐπιλεξάμενος”所依附的主动词承前省略了“ἀναγράφω”,需补充理解为“(ταῦτα ἀναγράφω) ἐπιλεξάμενος”。分词短语表示方式或伴随状况(“在挑选之后……予以载录”)。

  3. 1.pr.2οὐδʼ ἔστιν ὑπὲρ ὅτου πλείονες ἢ ἀξυμφωνότεροι ἐς ἀλλήλους

    在“οὐδʼ ἔστιν ὑπὲρ ὅτου”之后承前省略了动词“ἀνέγραψαν”。“πλείονες”与“ἀξυμφωνότεροι”均为形容词比较级,修饰被省略的著述者:“关于他(亚历山大),未曾有其他任何人有着更多[著述者],或[著述者之间]彼此更为互相矛盾。”

  4. 1.pr.3ἔστι δὲ ἃ καὶ πρὸς ἄλλων ξυγγεγραμμένα

    “ἔστιν ἅ”在此作为固定惯用结构,相当于中性复数宾格的不定代词(“某些事物”),作后文主句动词“ἀνέγραψα”的直接宾语。“πρὸς ἄλλων ξυγγεγραμμένα”是被动分词短语,作其修饰语(“由他人所记载的”)。

  5. 1.pr.3ἐπὶ τοσοῖσδε συγγραφεῦσι

    介词“ἐπί”接与格在此表示在已有众多历史家的基础上的追加,或含有让步、对比的意味:“在已有如此众多的历史家的情况下(之外)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:1.pr.1-1.pr.3