← 琉善

亡灵对话录

§9.1-9.3

梅尼普斯质疑忒瑞西阿斯的雌雄变形与预言

梅尼普斯向忒瑞西阿斯发难,就其兼具男女双重经历的传说追问其女性时期的生理实情,并对神话中的变形传说及先知的谎言冷嘲热讽。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.1

ΜΕΝΙΠΠΟΣ Ὦ Τειρεσία, εἰ μὲν καὶ τυφλὸς εἶ, οὐκέτι διαγνῶναι ῥᾴδιον.1 ἅπασι γὰρ ἡμῖν ὁμοῖα τὰ ὄμματα, κενά, μόνον δὲ αἱ χῶραι αὐτῶν· τὰ δ’ ἄλλα οὐκέτ' ἂν εἰπεῖν ἔχοις, τίς ὁ Φινεὺς ἦν ἢ τίς ὁ Λυγκεύς. ὅτι μέντοι μάντις ἦσθα καὶ ὅτι ἀμφότερα ἐγένου μόνος καὶ ἄρρην καὶ γυνή, τῶν ποιητῶν ἀκούσας οἶδα. πρὸς τῶν θεῶν τοιγαροῦν εἰπέ μοι, ὁποτέρου ἡδίονος ἐπειράθης τῶν βίων, ὁπότε ἀνὴρ ἦσθα, ἢ ὁ γυναικεῖος ἀμείνων ἦν; ΤΕΙΡΕΣΙΑΣ Παρὰ πολύ, ὦ Μένιππε, ὁ γυναικεῖος· ἀπραγμονέστερος γάρ. καὶ δεσπόζουσι τῶν ἀνδρῶν αἱ γυναῖκες, καὶ οὔτε πολεμεῖν ἀνάγκη αὐταῖς οὔτε παρ' ἔπαλξιν ἑστάναι οὔτ' ἐν ἐκκλησίᾳ διαφέρεσθαι οὔτ' ἐν δικαστηρίοις ἐξετάζεσθαι.

梅尼普斯:忒瑞西阿斯啊,你究竟是否当真双目失明,如今已不再容易辨认了。因为我们大家的眼睛都别无二致,皆为空洞,只剩下一对眼眶;至于其余方面,你也再也说不出谁是菲纽斯,谁又是林叩斯了。然而,你曾是一位先知,并且独有你一人既做过男人又做过女人,这一点我听诗人们说过,因而知晓。那么,凭诸神起誓请告诉我,在这两种生活中你体会到哪一种更为快意,是当你是男人时,抑或是女人的生活更好? 忒瑞西阿斯:差得远呢,梅尼普斯,女人的生活要好得多;因为那更少烦累。女人统领着男人,而且她们既不必打仗,也不必立于城垛旁守卫,既不必在民众会中争辩,也不必在法庭上接受讯问。

§9.2

ΜΕΝΙΠΠΟΣ Οὐ γὰρ ἀκήκοας, ὦ Τειρεσία, τῆς Εὐριπίδου Μηδείας, οἷα εἶπεν2 οἰκτείρουσα τὸ γυναικεῖον, ὡς ἀθλίας οὔσας καὶ ἀφόρητόν τινα τὸν ἐκ τῶν ὠδίνων πόνον ὑφισταμένας; ἀτὰρ εἰπέ μοι,— ὑπέμνησε γάρ με τὰ τῆς Μηδείας ἰαμβεῖα—καὶ ἔτεκές ποτε, ὁπότε γυνὴ ἦσθα, ἢ στεῖρα καὶ ἄγονος διετέλεσας ἐν ἐκείνῳ τῷ βίῳ; ΤΕΙΡΕΣΙΑΣ Τί τοῦτο, Μένιππε, ἐρωτᾷς; ΜΕΝΙΠΠΟΣ Οὐδὲν χαλεπόν, ὦ Τειρεσία· πλὴν ἀπόκριναι, εἴ σοι ῥᾴδιον. ΤΕΙΡΕΣΙΑΣ Οὐ στεῖρα μὲν ἤμην, οὐκ ἔτεκον δ’ ὅλως. ΜΕΝΙΠΠΟΣ Ἱκανὸν τοῦτο· εἰ γὰρ καὶ μήτραν εἶχες, ἐβουλόμην εἰδέναι. ΤΕΙΡΕΣΙΑΣ Εἶχον δηλαδή. ΜΕΝΙΠΠΟΣ Χρόνῳ δέ σοι ἡ μήτρα ἠφανίσθη καὶ τὸ χωρίον τὸ γυναικεῖον ἀπεφράγη καὶ οἱ μαστοὶ ἀπεστάθησαν καὶ τὸ ἀνδρεῖον ἀνέφυ καὶ πώγωνα ἐξήνεγκας, ἢ αὐτίκα ἐκ γυναικὸς ἀνὴρ ἀνεφάνης; ΤΕΙΡΕΣΙΑΣ Οὐχ ὁρῶ τί σοι βούλεται τὸ ἐρώτημα· δοκεῖς δ’ οὖν μοι ἀπιστεῖν, εἰ τοῦθ' οὕτως ἐγένετο.3 ΜΕΝΙΠΠΟΣ Οὐ χρὴ γὰρ ἀπιστεῖν, ὦ Τειρεσία, τοῖς τοιούτοις, ἀλλὰ καθάπερ τινὰ βλᾶκα μὴ ἐξετάζοντα, εἴτε δυνατά ἐστιν εἴτε καὶ μή, παραδέχεσθαι;

梅尼普斯:难道你未曾听过欧里庇得斯的《美狄亚》中,她怜悯妇人境遇时所说的那番话吗?她说她们何其悲惨,承受着分娩之痛带来的无可忍受的苦楚。不过且告诉我——因为美狄亚的那些抑扬格诗句提醒了我——当你是女人时,你可曾生育过,还是在那段生命中始终不孕无嗣? 忒瑞西阿斯:梅尼普斯,你为何问这个? 梅尼普斯:并无刁难之意,忒瑞西阿斯;只要对你来说不难,便请回答吧。 忒瑞西阿斯:我虽非不孕,却全然未曾生育过。 梅尼普斯:这就足够了;因为我本就想知道,你是否当真长有子宫。 忒瑞西阿斯:自然是有的。 梅尼普斯:那么是随着时间流逝,你的子宫逐渐消失,女性部位闭合,乳房退缩,男性器官长出,你生出胡须,还是说你立刻便由女人变成了男人? 忒瑞西阿斯:我看不出你这问题意欲何为;不过在我看来,你似乎是在怀疑此事是否当真如此发生。 梅尼普斯:忒瑞西阿斯啊,难道面对这等奇谈不该怀疑,反而要像个蠢汉一般,根本不查验究竟可能与否便全盘接受吗?

§9.3

ΤΕΙΡΕΣΙΑΣ Σὺ οὖν οὐδὲ τὰ ἄλλα πιστεύεις οὕτω γενέσθαι, ὁπόταν ἀκούσῃς ὅτι ὄρνεα ἐκ γυναικῶν ἐγένοντό τινες ἢ δένδρα ἢ θηρία, τὴν Ἀηδόνα ἢ τὴν Δάφνην ἢ τὴν τοῦ Λυκάονος θυγατέρα; ΜΕΝΙΠΠΟΣ Ἤν που κἀκείναις ἐντύχω, εἴσομαι ὅ τι καὶ λέγουσι. σὺ δέ, ὦ βέλτιστε, ὁπότε γυνὴ ἦσθα, καὶ ἐμαντεύου τότε ὥσπερ καὶ ὕστερον, ἢ ἅμα ἀνὴρ καὶ μάντις ἔμαθες εἶναι; ΤΕΙΡΕΣΙΑΣ Ὁρᾷς; ἀγνοεῖς τὰ περὶ ἐμοῦ ἅπαντα, ὡς καὶ διέλυσά τινα ἔριν τῶν θεῶν, καὶ ἡ μὲν Ἥρα ἐπήρωσέν με, ὁ δὲ Ζεὺς παρεμυθήσατο τῇ μαντικῇ τὴν συμφοράν. ΜΕΝΙΠΠΟΣ Ἔτι ἔχῃ, ὦ Τειρεσία, τῶν ψευσμάτων;4 ἀλλὰ κατὰ τοὺς μάντεις τοῦτο ποιεῖς· ἔθος γὰρ ὑμῖν μηδὲν ὑγιὲς λέγειν.

忒瑞西阿斯:那么,每当你听说有些女人变成了鸟类、树木或野兽——比如埃冬、达芙妮或是吕卡翁的女儿时,你也不相信其余那些事是如此发生的吗? 梅尼普斯:倘若我在何处遇见她们,自会知晓她们说些什么。但是,老兄啊,当你是女人时,是否也像后来那样预言,还是说你是同时学会了成为男人和成为先知的? 忒瑞西阿斯:你瞧,关于我的一切你全然无知:我曾调解过神明之间的一场争执,赫拉使我残疾失明,而宙斯则以预言之术慰藉了我的不幸。 梅尼普斯:忒瑞西阿斯啊,你还紧抓着那些谎言不放吗?不过你这是在效仿先知们的作派;因为绝不说一句正经实话,正是你们的惯习。

语法注4 条
  1. 9.1εἰ μὲν καὶ τυφλὸς εἶ, οὐκέτι διαγνῶναι ῥᾴδιον

    连词 εἰ 既可引导条件从句,亦可引导间接疑问句(“是否”)。在此处作不定式 διαγνῶναι(“辨认、判断”)的内容,即解释为间接疑问从句最为自然。副词性 καί 起强调作用(“确实、果真”)。

  2. 9.2τῆς Εὐριπίδου Μηδείας, οἷα εἶπεν

    此处为先行引出结构(prolepsis):由 ἀκούω 支配的人称属格(τῆς Εὐριπίδου Μηδείας)在前,后接表达言论内容的关系代词从句(οἷα εἶπεν...)。听取的实际内容即为 οἷα 所引出的关于妇人境遇的述说。

  3. 9.2ἀπιστεῖν, εἰ τοῦθ' οὕτως ἐγένετο

    在表达怀疑或不信任的动词(ἀπιστέω)之后,连词 εἰ 引导间接疑问句或名词性从句,表示怀疑的对象(“是否/竟会如此发生”)。

  4. 9.3Ἔτι ἔχῃ, ὦ Τειρεσία, τῶν ψευσμάτων;

    动词 ἔχω 的中动态第二人称单数现在时形式 ἔχῃ(即 ἔχει)与属格(τῶν ψευσμάτων)连用,构成中动态特有的惯用结构,意为“紧抓不放、依恋执迷”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg066.humanitext-grc3:9.1-9.3