← 琉善

亡灵对话录

§10.1-10.2

梅尼普斯对伪神托者特罗福尼乌斯等的指责

梅尼普斯谴责特罗福尼乌斯与安菲罗科斯身为死人却招摇撞骗、被世人奉为神明与先知,并就半神英雄的本质对特罗福尼乌斯的狡辩予以嘲弄。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.1

ΜΕΝΙΠΠΟΣ Σφὼ μέντοι, ὦ Τροφώνιε καὶ Ἀμφίλοχε, νεκροὶ ὄντες οὐκ οἶδ’ ὅπως1 ναῶν κατηξιώθητε καὶ μάντεις δοκεῖτε, καὶ οἱ μάταιοι τῶν ἀνθρώπων θεοὺς ὑμᾶς ὑπειλήφασιν εἶναι. ΑΜΦΙΛΟΧΟΣ Τί οὖν ἡμεῖς αἴτιοι, εἰ ὑπὸ ἀνοίας ἐκεῖνοι τοιαῦτα περὶ νεκρῶν δοξάζουσιν; ΜΕΝΙΠΠΟΣ Ἀλλ' οὐκ ἂν ἐδόξαζον, εἰ μὴ ζῶντες καὶ ὑμεῖς τοιαῦτα ἐτερατεύεσθε2 ὡς τὰ μέλλοντα προειδότες καὶ προειπεῖν δυνάμενοι τοῖς ἐρομένοις. ΤΡΟΦΩΝΙΟΣ Ὦ Μένιππε, Ἀμφίλοχος μὲν οὗτος ἂν εἰδείη ὅ τι αὐτῷ ἀποκριτέον ὑπὲρ αὑτοῦ, ἐγὼ δὲ ἥρως εἰμὶ καὶ μαντεύομαι, ἤν τις κατέλθῃ παρ' ἐμέ. σὺ δὲ ἔοικας οὐκ ἐπιδεδημηκέναι Λεβαδείᾳ τὸ παράπαν· οὐ γὰρ ἂν ἠπίστεις σὺ τούτοις.

梅尼普斯:然而特罗福尼乌斯和安菲罗科斯啊,你们二人明明是死人,却不知怎么竟配享神庙并被视为先知,而那些愚妄之人竟认定你们是神明。 安菲罗科斯:那么,倘若他们出于愚蠢而对死人抱有这般见解,我们又有何罪责呢? 梅尼普斯:但假使你们自己活着的时候,未曾这般装神弄鬼,仿佛预知未来且能向求问者预言那般,他们也断不致如此认定的。 特罗福尼乌斯:梅尼普斯啊,这位安菲罗科斯自会明白他该为自己作何辩答;但我乃是英雄,只要有人下到我这里来,我便降下神谕。你似乎压根儿未曾到访过莱巴狄亚;不然的话,你绝不会怀疑这些事的。

§10.2

ΜΕΝΙΠΠΟΣ Τί φῄς; εἰ μὴ εἰς Λεβάδειαν γὰρ παρέλθω καὶ ἐσταλμένος ταῖς ὀθόναις γελοίως μᾶζαν ἐν ταῖν χεροῖν ἔχων εἰσερπύσω διὰ τοῦ στομίου ταπεινοῦ ὄντος ἐς τὸ σπήλαιον, οὐκ ἂν ἠδυνάμην εἰδέναι,3 ὅτι νεκρὸς εἶ ὥσπερ ἡμεῖς μόνῃ τῇ γοητείᾳ διαφέρων; ἀλλὰ πρὸς τῆς μαντικῆς, τί δαὶ ὁ ἥρως ἐστίν; ἀγνοῶ γάρ. ΤΡΟΦΩΝΙΟΣ Ἐξ ἀνθρώπου τι καὶ θεοῦ σύνθετον. ΜΕΝΙΠΠΟΣ Ὃ μήτε ἄνθρωπός ἐστιν, ὡς φῄς, μήτε θεός, καὶ συναμφότερόν ἐστιν; νῦν οὖν ποῦ σου τὸ θεῶν ἐκεῖνο ἡμίτομον4 ἀπελήλυθεν; ΤΡΟΦΩΝΙΟΣ Χρᾷ, ὦ Μένιππε, ἐν Βοιωτίᾳ. ΜΕΝΙΠΠΟΣ Οὐκ οἶδα, ὦ Τροφώνιε, ὅ τι καὶ λέγεις· ὅτι μέντοι ὅλος εἶ νεκρὸς ἀκριβῶς ὁρῶ.

梅尼普斯:你说什么?难道非得要我前往莱巴狄亚,滑稽地裹着细麻布衣裳,两手各拿着一块麦饼,穿过低隘的洞口爬进洞穴里去,否则我就不能知道你同我们一样是个死人,仅仅在招摇撞骗上有所不同吗?不过凭预言术起誓告诉我,那所谓的英雄究竟是什么?我可着实一无所知。 特罗福尼乌斯:由人与神结合而成的混合物。 梅尼普斯:照你所说,那既非人亦非神,却又是二者的结合体了?那么如今你属于神明的那一半身又去往何处了呢? 特罗福尼乌斯:梅尼普斯啊,它正在维奥蒂亚降下神谕呢。 梅尼普斯:特罗福尼乌斯,我真不知你在胡扯些什么;不过,你完完全全是个死尸,这一点我倒是看得清清楚楚。

语法注4 条
  1. 10.1οὐκ οἶδ’ ὅπως

    由 οὐκ οἶδα ὅπως(我不知如何)凝固而成的副词性习语,意为“不知怎么地”或“不知何故”。在语法上作为插入成分修饰整句,不改变后接谓语动词 κατηξιώθητε 的直陈语气。

  2. 10.1Ἀλλ' οὐκ ἂν ἐδόξαζον, εἰ μὴ ζῶντες καὶ ὑμεῖς τοιαῦτα ἐτερατεύεσθε

    非真实条件句,归结分句使用未完成过去时直陈式加 ἄν (οὐκ ἂν ἐδόξαζον),条件分句使用 εἰ μή 接未完成过去时直陈式 (ἐτερατεύεσθε)。此处表示对过去持续或重复状态的反事实假设:“假使你们生前不曾这般装神弄鬼,他们当时也不会如此认定了”。

  3. 10.2εἰ μὴ εἰς Λεβάδειαν γὰρ παρέλθω καὶ ... εἰσερπύσω ... οὐκ ἂν ἠδυνάμην εἰδέναι

    一种混合条件句结构:条件分句由 εἰ (μή) 引导并接虚拟式(παρέλθω, εἰσερπύσω,表示假设性前提),而归结分句则采用未完成过去时直陈式加 ἄν(οὐκ ἂν ἠδυνάμην,表示与事实相反的推论)。结合带有反诘语气的 γάρ,构成了强烈的讽刺:“难道若非我亲自爬进洞去,我就无法知道了吗?”

  4. 10.2τὸ θεῶν ἐκεῖνο ἡμίτομον

    名词 ἡμίτομον 指“切开的一半”或“半截”。手抄本流传的 θεῶν(诸神的)在此作为领属属格(“属于诸神的那半边”)。尽管有学者校订为 τὸ θεῖον(“神性的”),但按原抄本文字亦完全可解为指代特罗福尼乌斯身上属于神的那一半组成部分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg066.humanitext-grc3:10.1-10.2