- 底本
- Lucian, Vol. 7. Macleod, Matthew Donald, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1961 (unrenewed copyright).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg066.humanitext-grc3:8.1-8.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
梅尼普斯询问原本长生不老的喀戎为何选择赴死,喀戎解释称自己对活着时千篇一律的永生感到厌倦。梅尼普斯随即指出冥府生活同样一成不变,喀戎必将再次厌倦,并劝告他智者当安于现状。
ΜΕΝΙΠΠΟΣ Ἤκουσα, ὦ Χείρων, ὡς θεὸς ὢν ἐπεθύμησας ἀποθανεῖν. ΧΕΙΡΩΝ Ἀληθῆ ταῦτα ἤκουσας, ὦ Μένιππε, καὶ τέθνηκα, ὡς ὁρᾷς, ἀθάνατος εἶναι δυνάμενος. ΜΕΝΙΠΠΟΣ Τίς δαί σε ἔρως τοῦ θανάτου ἔσχεν, ἀνεράστου τοῖς πολλοῖς χρήματος;1 ΧΕΙΡΩΝ Ἐρῶ πρὸς σὲ οὐκ ἀσύνετον ὄντα. οὐκ ἦν ἔτι ἡδὺ ἀπολαύειν τῆς ἀθανασίας. ΜΕΝΙΠΠΟΣ Οὐχ ἡδὺ ἦν ζῶντα ὁρᾶν τὸ φῶς; ΧΕΙΡΩΝ Οὔκ, ὦ Μένιππε· τὸ γὰρ ἡδὺ ἔγωγε ποικίλον τι καὶ οὐχ ἁπλοῦν ἡγοῦμαι εἶναι. ἐγὼ δὲ ἔζων ἀεὶ καὶ ἀπέλαυον τῶν ὁμοίων, ἡλίου, φωτός, τροφῆς, αἱ ὧραι δὲ αἱ αὐταὶ καὶ τὰ γινόμενα ἅπαντα ἑξῆς ἕκαστον, ὥσπερ ἀκολουθοῦντα θάτερον θατέρῳ· ἐνεπλήσθην οὖν αὐτῶν· οὐ γὰρ ἐν τῷ αὐτῷ ἀεὶ, ἀλλὰ καὶ ἐν τῷ μὴ μετασχεῖν ὅλως2 τὸ τερπνὸν ἦν. ΜΕΝΙΠΠΟΣ Εὖ λέγεις, ὦ Χείρων. τὰ ἐν ᾅδου δὲ πῶς φέρεις, ἀφ' οὗ προελόμενος αὐτὰ ἥκεις;
梅尼普斯:喀戎啊,我听说你本是神明,却渴望一死。 喀戎:你所听到的千真万确,梅尼普斯;正如你所见,我虽能长生不老,却还是死了。 梅尼普斯:究竟是对死亡的何种热望攫住了你?对大众而言,死可是毫无可爱之处的事物啊。 喀戎:你并非不明事理之人,我便直言相告。享用永生已不再使人感到欢愉。 梅尼普斯:难道活着得见光明竟不是一件乐事? 喀戎:并不是,梅尼普斯;因为在我看来,乐事应是多姿多彩的,绝非单调如一。然而我却无休止地活着,享受着同一类事物——太阳、光明与食物;四季周而复始,发生的一切也逐一按部就班,仿佛彼此相随。因此我对它们感到厌足;因为真正的欢愉不在于恒常如一,而也在于全然不参与。 梅尼普斯:说得好,喀戎。不过,自从你主动选择了这里的处境而来到此地,你又是如何忍受这冥府生活的?
ΧΕΙΡΩΝ Οὐκ ἀηδῶς, ὦ Μένιππε· ἡ γὰρ ἰσοτιμία πάνυ δημοτικὴ καὶ τὸ πρᾶγμα οὐδὲν ἔχει τὸ διάφορον ἐν φωτὶ εἶναι ἢ ἐν σκότῳ· ἄλλως τε οὔτε διψῆν ὥσπερ ἄνω οὔτε πεινῆν δεῖ, ἀλλ’ ἀνεπιδεεῖς τούτων ἁπάντων ἐσμέν. ΜΕΝΙΠΠΟΣ Ὅρα, ὦ Χείρων, μὴ περιπίπτῃς σεαυτῷ3 καὶ ἐς τὸ αὐτό σοι ὁ λόγος περιστῇ. ΧΕΙΡΩΝ Πῶς τοῦτο φῄς; ΜΕΝΙΠΠΟΣ Ὅτι εἰ τῶν ἐν τῷ βίῳ τὸ ὅμοιον ἀεὶ καὶ ταὐτὸν ἐγένετό σοι προσκορές, καὶ τἀνταῦθα ὅμοια ὄντα προσκορῆ ὁμοίως ἂν γένοιτο, καὶ δεήσει μεταβολήν σε ζητεῖν τινα καὶ ἐντεῦθεν εἰς ἄλλον βίον, ὅπερ οἶμαι ἀδύνατον. ΧΕΙΡΩΝ Τί οὖν ἂν πάθοι τις,4 ὦ Μένιππε; ΜΕΝΙΠΠΟΣ Ὅπερ, οἶμαι, φασί, συνετὸν ὄντα ἀρέσκεσθαι καὶ ἀγαπᾶν τοῖς παροῦσι καὶ μηδὲν αὐτῶν ἀφόρητον οἴεσθαι.
喀戎:并不使人烦恶,梅尼普斯;因为这里的地位平等极其合乎平民之制,身处光明或是黑暗也并无二致。况且,无需像在上面那样忍饥挨渴,我们彻底摆脱了这一切匮乏。 梅尼普斯:小心啊,喀戎,莫要陷入自相矛盾,让话头又绕回原处。 喀戎:你这话是何意? 梅尼普斯:因为生前的事物若因千篇一律与恒常不变而令人生厌,那么这里的境遇既然同样一成不变,想必也会同样令人生厌;到那时你就不得不谋求改变,从这里再去往另一种生命,而我认为这绝无可能。 喀戎:那么,梅尼普斯,人究竟该如何是好呢? 梅尼普斯:我认为正如常人所说的那样:明智之人应当满足并安于现状,且不认为其中有任何事物是无法忍受的。
- 8.1ἀνεράστου τοῖς πολλοῖς χρήματος
修饰 τοῦ θανάτου 的同位语短语。单数中性名词 χρῆμα 在此习惯性地表示抽象的“事物”,与格 τοῖς πολλοῖς 作形容词 ἀνεράστου(“不可爱的、无人渴望的”)的补足语。
- 8.1ἐν τῷ μὴ μετασχεῖν ὅλως
介词 ἐν 支配带有冠词的不定词短语(动名词结构)τῷ μὴ μετασχεῖν。它与前文的 ἐν τῷ αὐτῷ ἀεὶ 形成鲜明对比,意为“在完全不参与/不涉足其中(的状态)之中”。
- 8.2Ὅρα, ὦ Χείρων, μὴ περιπίπτῃς σεαυτῷ
由祈使动词 ὅρα 引导的表示戒备/担忧的从句,接现在时虚拟语气 περιπίπτῃς。短语 περιπίπτω ἑαυτῷ 是表示“自相抵触、自相矛盾”的习用表达。
- 8.2Τί οὖν ἂν πάθοι τις
由 ἄν 搭配祈愿语气 πάθοι(潜在祈愿)构成的疑问句。此句为希腊语中的固定俗语,用于身处无奈处境时表达“人究竟又能怎么办呢?”或“人当如何是好?”。
