- 底本
- Lucian, Vol. 7. Macleod, Matthew Donald, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1961 (unrenewed copyright).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg066.humanitext-grc3:7.1-7.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
梅尼普斯在冥府水池旁遇见忍受干渴之苦的坦塔罗斯,通过逻辑追问灵魂并无肉躯却渴望饮水与畏惧死亡的荒谬,并讥讽其近乎狂乱的状态。
ΜΕΝΙΠΠΟΣ Τί κλάεις, ὦ Τάνταλε; ἢ τί σεαυτὸν ὀδύρῃ ἐπὶ τῇ λίμνῃ ἑστώς; ΤΑΝΤΑΛΟΣ Ὅτι, ὦ Μένιππε, ἀπόλωλα ὑπὸ τοῦ δίψους. ΜΕΝΙΠΠΟΣ Οὕτως ἀργὸς εἶ, ὡς μὴ ἐπικύψας πιεῖν ἢ καὶ νὴ Δί' ἀρυσάμενος κοίλῃ τῇ χειρί; ΤΑΝΤΑΛΟΣ Οὐδὲν ὄφελος, εἰ ἐπικύψαιμι· φεύγει γὰρ τὸ ὕδωρ, ἐπειδὰν προσιόντα αἴσθηταί με· ἢν δέ ποτε καὶ ἀρύσωμαι καὶ προσενέγκω τῷ στόματι, οὐ φθάνω βρέξας ἄκρον τὸ χεῖλος, καὶ1 διὰ τῶν δακτύλων διαρρυὲν οὐκ οἶδ’ ὅπως αὖθις ἀπολείπει ξηρὰν τὴν χεῖρά μοι. ΜΕΝΙΠΠΟΣ Τεράστιόν τι πάσχεις, ὦ Τάνταλε. ἀτὰρ εἰπέ μοι, τί δαὶ καὶ δέῃ τοῦ πιεῖν; οὐ γὰρ σῶμα ἔχεις, ἀλλ’ ἐκεῖνο μὲν ἐν Λυδίᾳ που τέθαπται, ὅπερ καὶ πεινῆν καὶ διψῆν ἐδύνατο, σὺ δὲ ἡ ψυχὴ πῶς ἂν ἔτι ἢ διψῴης ἢ πίοις; ΤΑΝΤΑΛΟΣ Τοῦτ' αὐτὸ ἡ κόλασίς ἐστι, τὸ διψῆν τὴν ψυχὴν ὡς σῶμα οὖσαν.2
梅尼普斯:你为何哭泣,坦塔罗斯?又为何站在这水池边哀叹自己? 坦塔罗斯:因为,梅尼普斯,我快要渴死了。 梅尼普斯:难道你竟懒惰到俯身去喝一口、或者凭宙斯起誓用手掌舀水喝都不肯吗? 坦塔罗斯:即使我俯下身去也毫无用处;因为水一旦察觉到我靠近,便立刻退避。哪怕有时我真的舀起水并送到嘴边,刚润湿嘴唇边缘,它不知怎的就从手指缝间流走,又使我的手变干。 梅尼普斯:坦塔罗斯啊,你所遭逢的真是一件怪事。不过告诉我,你究竟为何需要喝水?因为你根本没有肉体;能够饥渴的那个肉身早已埋葬在吕底亚的某处,而你如今既是灵魂,又怎能还感到渴或去喝水呢? 坦塔罗斯:这正是惩罚所在:灵魂就像是肉体一样承受口渴。
ΜΕΝΙΠΠΟΣ Ἀλλὰ τοῦτο μὲν οὕτως πιστεύσομεν, ἐπεὶ φῂς κολάζεσθαι τῷ δίψει. τί δ’ οὖν σοι τὸ δεινὸν ἔσται; ἢ δέδιας μὴ ἐνδείᾳ τοῦ ποτοῦ ἀποθάνῃς; οὐχ ὁρῶ γὰρ ἄλλον ᾅδην μετὰ τοῦτον ἢ θάνατον ἐντεῦθεν εἰς ἕτερον τόπον. ΤΑΝΤΑΛΟΣ Ὀρθῶς μὲν λέγεις· καὶ τοῦτο δ’ οὖν μέρος τῆς καταδίκης, τὸ ἐπιθυμεῖν πιεῖν μηδὲν δεόμενον. ΜΕΝΙΠΠΟΣ Ληρεῖς, ὦ Τάνταλε, καὶ ὡς ἀληθῶς ποτοῦ δεῖσθαι δοκεῖς, ἀκράτου γε ἐλλεβόρου νὴ Δία, ὅστις τοὐναντίον τοῖς ὑπὸ τῶν λυττώντων κυνῶν δεδηγμένοις3 πέπονθας οὐ τὸ ὕδωρ ἀλλὰ τὴν δίψαν πεφοβημένος. ΤΑΝΤΑΛΟΣ Οὐδὲ τὸν ἐλλέβορον, ὦ Μένιππε, ἀναίνομαι πιεῖν, γένοιτό μοι μόνον. ΜΕΝΙΠΠΟΣ Θάρρει, ὦ Τάνταλε, ὡς οὔτε σὺ οὔτε ἄλλος πίεται τῶν νεκρῶν· ἀδύνατον γάρ· καίτοι οὐ πάντες ὥσπερ σὺ ἐκ καταδίκης διψῶσι τοῦ ὕδατος αὐτοὺς οὐχ ὑπομένοντος.
梅尼普斯:既然你说自己正受着干渴的惩罚,那么这一点我们姑且信以为真。不过,对你而言究竟有什么可怕的呢?难道你害怕因缺水而死吗?因为我可看不到在这一座冥府之后还有别的冥府,或者从这里再死到另一个地方去。 坦塔罗斯:你说得很对;但这同样是刑罚的一部分:在毫无需求的情况下却渴望饮水。 梅尼普斯:你净说胡话,坦塔罗斯;看来你当真需要一剂饮品——凭宙斯起誓,纯藜芦汁!你所遭遇的恰好与被疯狗咬伤的人相反,你害怕的不是水,而是干渴。 坦塔罗斯:梅尼普斯啊,即便是藜芦汁我也不拒绝喝,只要能落到我手里就好。 梅尼普斯:放心吧,坦塔罗斯,无论是你还是别的死灵都绝喝不到水;因为这本不可能。不过,并非人人都像你这般因判决而口渴,连水都不肯为他们停留片刻。
- 7.1οὐ φθάνω βρέξας ἄκρον τὸ χεῖλος, καὶ
οὐ φθάνω 加分词……καί……是表示“刚一……就……”(相当于英语 no sooner ... than ...)的固定先起结构。此处表示嘴唇刚触及水面,水就立刻从指间流走。
- 7.1τὸ διψῆν τὴν ψυχὴν ὡς σῶμα οὖσαν
带冠词不定式 τὸ διψῆν 用作代词 τοῦτ' αὐτό 的同位语。不定式的逻辑主语为宾格 τὴν ψυχήν,分词短语 ὡς σῶμα οὖσαν 在性、数、格上与其保持一致(阴性单数宾格)。
- 7.2τοὐναντίον τοῖς ὑπὸ τῶν λυττώντων κυνῶν δεδηγμένοις
用作状语宾格(或内部宾语)的 τοὐναντίον 支配与格补足语 τοῖς ... δεδηγμένοις。此处构成讽刺性对比:狂犬病患者患有恐水症(害怕水),而坦塔罗斯害怕的却是干渴而非水。
