← 琉善

亡灵对话录

§6.1-6.6

埃阿科斯引导巡视英雄与贤哲的冥府亡魂

梅尼普斯在埃阿科斯的引导下巡视冥府,目睹英雄与君王们凄惨的骸骨,并先后与毕达哥拉斯、七贤、恩培多克勒以及苏格拉底等哲学家展开冷嘲热讽的对话。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1

ΜΕΝΙΠΠΟΣ Πρὸς τοῦ Πλούτωνος, ὦ Αἰακέ, περιήγησαί μοι τὰ ἐν ᾅδου πάντα. ΑΙΑΚΟΣ Οὐ ῥᾴδιον, ὦ Μένιππε, ἅπαντα· ὅσα μέντοι κεφαλαιώδη, μάνθανε· οὗτος μὲν ὅτι Κέρβερός ἐστιν οἶσθα,1 καὶ τὸν πορθμέα τοῦτον, ὅς σε διεπέρασεν, καὶ τὴν λίμνην καὶ τὸν Πυριφλεγέθοντα ἤδη ἑώρακας εἰσιών. ΜΕΝΙΠΠΟΣ Οἶδα ταῦτα καὶ σέ, ὅτι πυλωρεῖς, καὶ τὸν βασιλέα εἶδον καὶ τὰς Ἐρινῦς· τοὺς δὲ ἀνθρώπους μοι τοὺς πάλαι δεῖξον καὶ μάλιστα τοὺς ἐπισήμους αὐτῶν. ΑΙΑΚΟΣ Οὗτος μὲν Ἀγαμέμνων, οὗτος δὲ Ἀχιλλεύς, οὗτος δὲ Ἰδομενεὺς πλησίον, οὗτος δὲ Ὀδυσσεύς, εἶτα Αἴας καὶ Διομήδης καὶ οἱ ἄριστοι τῶν Ἑλλήνων.

梅尼普斯:凭着普鲁同起誓,埃阿科斯啊,请领我周游冥府中的一切景致吧。 埃阿科斯:要看遍一切并不容易,梅尼普斯;不过,主要的物事你且记好:这个家伙是刻耳柏洛斯,想必你是知道的;而这位渡你过来的艄公,还有那冥湖与烈火河,你方才进来时也已见过了。 梅尼普斯:这些我都知道,也知道你是看门的;我还见过了冥王和复仇女神们。不过,请把古代的那些人物指给我看,尤其是他们当中的显赫之士。 埃阿科斯:这位是阿伽门农,这位是阿喀琉斯,靠近他的是伊多墨纽斯,这位是奥德修斯,接着是埃阿斯与狄俄墨得斯,以及希腊人中最优秀的人物。

§6.2

ΜΕΝΙΠΠΟΣ Βαβαί, ὦ Ὅμηρε, οἷά σοι τῶν ῥαψῳδιῶν τὰ κεφάλαια χαμαὶ ἔρριπται ἄγνωστα καὶ ἄμορφα, κόνις πάντα καὶ λῆρος πολύς, ἀμενηνὰ ὡς ἀληθῶς κάρηνα. οὗτος δέ, ὦ Αἰακέ, τίς ἐστιν; ΑΙΑΚΟΣ Κῦρός ἐστιν· οὗτος δὲ Κροῖσος, ὁ δ’ ὑπὲρ αὐτὸν Σαρδανάπαλλος, ὁ δ’ ὑπὲρ τούτους Μίδας, ἐκεῖνος δὲ Ξέρξης. ΜΕΝΙΠΠΟΣ Εἶτα σέ, ὦ κάθαρμα, ἡ Ἑλλὰς ἔφριττε ζευγνύντα μὲν τὸν Ἑλλήσποντον, διὰ δὲ τῶν ὀρῶν πλεῖν ἐπιθυμοῦντα; οἷος δὲ καὶ ὁ Κροῖσός ἐστιν. τὸν Σαρδανάπαλλον δέ, ὦ Αἰακέ, πατάξαι μοι κατὰ κόρρης ἐπίτρεψον. ΑΙΑΚΟΣ Μηδαμῶς· διαθρύπτεις γὰρ αὐτοῦ τὸ κρανίον γυναικεῖον ὄν. ΜΕΝΙΠΠΟΣ Οὐκοῦν ἀλλὰ προσπτύσομαί γε πάντως αὐτῷ ἀνδρογύνῳ γε ὄντι.

梅尼普斯:哎呀,荷马啊,你那些史诗吟诵中的主角,如今竟像这般无人辨认、面目全非地抛散在泥地上,全是尘土与十足的荒唐,当真成了无力的头颅!埃阿科斯啊,这位又是谁? 埃阿科斯:是居鲁士;这位是克罗索斯,在他上方的是萨达那帕拉,而在他们之上的是弥达斯,那边那位则是薛西斯。 梅尼普斯:难道全希腊过去竟然惧怕你这厮——搭建赫勒斯滂浮桥、妄图开山通航的人?克罗索斯居然也落得这副模样!埃阿科斯啊,容我给萨达那帕拉一记耳光吧。 埃阿科斯:万万不可,因为他的头骨纤细如女子,你会把它敲碎的。 梅尼普斯:那么无论如何,我也得朝他啐一口唾沫,冲着他这阴阳人的样子。

§6.3

ΑΙΑΚΟΣ Βούλει σοὶ ἐπιδείξω καὶ τοὺς σοφούς; ΜΕΝΙΠΠΟΣ Νὴ Δία γε. ΑΙΑΚΟΣ Πρῶτος οὗτός σοι ὁ Πυθαγόρας ἐστί. ΜΕΝΙΠΠΟΣ Χαῖρε, ὦ Εὔφορβε ἢ Ἄπολλον ἢ ὅ τι ἂν θέλῃς. ΠΥΘΑΓΟΡΑΣ Μὴ καὶ σύ γε, ὦ Μένιππε. ΜΕΝΙΠΠΟΣ Οὐκέτι χρυσοῦς ὁ μηρός σοι; ΠΥΘΑΓΟΡΑΣ Οὐ γάρ· ἀλλὰ φέρε ἴδω εἴ τί σοι ἐδώδιμον ἡ πήρα ἔχει. ΜΕΝΙΠΠΟΣ Κυάμους, ὦγαθέ· ὥστε οὐ τουτί σοι ἐδώδιμον. ΠΥΘΑΓΟΡΑΣ Δὸς μόνον· ἄλλα παρὰ νεκροῖς δόγματα· ἔμαθον γάρ, ὡς οὐδὲν ἴσον κύαμοι καὶ κεφαλαὶ τοκήων ἐνθάδε.

埃阿科斯:你想让我把那些智者也指给你看吗? 梅尼普斯:凭宙斯起誓,当然想! 埃阿科斯:在你面前的这第一位就是毕达哥拉斯。 梅尼普斯:向你致敬,欧福耳玻斯,或是阿波罗,抑或你乐意被称呼的任何名字! 毕达哥拉斯:可别连你也〔取笑我〕,梅尼普斯。 梅尼普斯:你的大腿不再是黄金的了吗? 毕达哥拉斯:自然不是了;不过且慢,让我瞧瞧你的布袋里可有能吃的东西。 梅尼普斯:是蚕豆,老兄;所以这对你而言可算不得食物。 毕达哥拉斯:只管拿来吧;在亡灵之中自有不同的教规。因为我已经懂得,在此地蚕豆与父母的头颅绝非同类之物。

§6.4

ΑΙΑΚΟΣ Οὗτος δὲ Σόλων ὁ Ἐξηκεστίδου καὶ Θαλῆς ἐκεῖνος καὶ παρ' αὐτοὺς Πιττακὸς καὶ οἱ ἄλλοι· ἑπτὰ δὲ πάντες εἰσὶν ὡς ὁρᾷς. ΜΕΝΙΠΠΟΣ Ἄλυποι, ὦ Αἰακέ, οὗτοι μόνοι καὶ φαιδροὶ τῶν ἄλλων· ὁ δὲ σποδοῦ ἀνάπλεως καθάπερ ἐγκρυφίας ἄρτος, ὁ ταῖς φλυκταίναις ἐξηνθηκώς, τίς ἐστιν; ΑΙΑΚΟΣ Ἐμπεδοκλῆς, ὦ Μένιππε, ἡμίεφθος ἀπὸ τῆς Αἴτνης παρών. ΜΕΝΙΠΠΟΣ Ὦ χαλκόπου βέλτιστε, τί παθὼν σεαυτὸν εἰς τοὺς κρατῆρας ἐνέβαλες;2 ΕΜΠΕΔΟΚΛΗΣ Μελαγχολία τις, ὦ Μένιππε. ΜΕΝΙΠΠΟΣ Οὐ μὰ Δί' ἀλλὰ κενοδοξία καὶ τῦφος καὶ πολλὴ κόρυζα, ταῦτά σε ἀπηνθράκωσεν αὐταῖς κρηπῖσιν3 οὐκ ἀνάξιον ὄντα· πλὴν οὐδέν σε ὤνησεν τὸ σόφισμα· ἐφωράθης γὰρ τεθνεώς. ὁ Σωκράτης δέ, ὦ Αἰακέ, ποῦ ποτε ἄρα ἐστίν; ΑΙΑΚΟΣ Μετὰ Νέστορος καὶ Παλαμήδους ἐκεῖνος ληρεῖ τὰ πολλά. ΜΕΝΙΠΠΟΣ Ὅμως ἐβουλόμην ἰδεῖν αὐτόν, εἴ που ἐνθάδε ἐστίν. ΑΙΑΚΟΣ Ὁρᾷς τὸν φαλακρόν; ΜΕΝΙΠΠΟΣ Ἅπαντες φαλακροί εἰσιν· ὥστε πάντων ἂν εἴη τοῦτο τὸ γνώρισμα. ΑΙΑΚΟΣ Τὸν σιμὸν λέγω. ΜΕΝΙΠΠΟΣ Καὶ τοῦτο ὅμοιον· σιμοὶ γὰρ ἅπαντες.

埃阿科斯:这位是厄克塞刻斯提得斯之子梭伦,那位是泰勒斯,而在他们身旁的是庇塔科斯及其他人;正如你所见,一共是七个人。 梅尼普斯:埃阿科斯啊,与别人不同,唯独这些人无忧无虑、面带欢颜。但是,这个浑身沾满炉灰如灰烬烤饼、满身冒出水疱的人是谁? 埃阿科斯:是恩培多克勒,梅尼普斯,刚从埃特纳火山半生不熟地赶来呢。 梅尼普斯:喂,好一位青铜履阁下,你究竟发了什么疯,把自己投进火山口里? 恩培多克勒:是一种忧郁症,梅尼普斯。 梅尼普斯:凭宙斯起誓,才不是呢,分明是虚荣、狂妄和极度愚蠢,是这些东西把你连同鞋子一起烧成了黑炭——你落得这下场也是咎由自取;然而你的诡计毫无用处,因为你死透的事实还是败露了。不过埃阿科斯啊,苏格拉底到底在什么地方? 埃阿科斯:他正与涅斯托尔和帕拉墨得斯大半时间都在胡扯闲聊呢。 梅尼普斯:即便如此我也想见见他,如果他在这附近的某个角落。 埃阿科斯:你看到那个秃头了吗? 梅尼普斯:这里全都是秃头;所以这会是他们所有人的特征。 埃阿科斯:我说的是那个塌鼻子的。 梅尼普斯:那也一样,因为人人都是塌鼻子。

§6.5

ΣΩΚΡΑΤΗΣ Ἐμὲ ζητεῖς, ὦ Μένιππε; ΜΕΝΙΠΠΟΣ Καὶ μάλα, ὦ Σώκρατες. ΣΩΚΡΑΤΗΣ Τί τὰ ἐν Ἀθήναις; ΜΕΝΙΠΠΟΣ Πολλοὶ τῶν νέων φιλοσοφεῖν λέγουσι, καὶ τά γε σχήματα αὐτὰ καὶ τὰ βαδίσματα εἰ θεάσαιτό τις, ἄκροι φιλόσοφοι. ΣΩΚΡΑΤΗΣ Μάλα πολλοὺς ἑώρακα. ΜΕΝΙΠΠΟΣ Ἀλλὰ ἑώρακας, οἶμαι, οἷος ἧκε παρὰ σοὶ Ἀρίστιππος ἢ Πλάτων αὐτός, ὁ μὲν ἀποπνέων μύρον, ὁ δὲ τοὺς ἐν Σικελίᾳ τυράννους θεραπεύειν ἐκμαθών. ΣΩΚΡΑΤΗΣ Περὶ ἐμοῦ δὲ τί φρονοῦσιν; ΜΕΝΙΠΠΟΣ Εὐδαίμων, ὦ Σώκρατες, ἄνθρωπος εἶ τά γε τοιαῦτα. πάντες γοῦν σε θαυμάσιον οἴονται ἄνδρα γεγενῆσθαι καὶ πάντα ἐγνωκέναι καὶ ταῦτα—οἶμαι γὰρ τἀληθῆ λέγειν—οὐδὲν εἰδότα.4 ΣΩΚΡΑΤΗΣ Καὶ αὐτὸς ἔφασκον ταῦτα πρὸς αὐτούς, οἱ δὲ εἰρωνείαν τὸ πρᾶγμα ᾤοντο εἶναι.

苏格拉底:你是在找我吗,梅尼普斯? 梅尼普斯:正是,苏格拉底。 苏格拉底:雅典的情况如何? 梅尼普斯:许多年轻人都自称在钻研哲学,要是谁看看他们的装束举止,那可都是顶尖的哲学家呢。 苏格拉底:这样的人我见得多了。 梅尼普斯:但我想你大概见过阿里斯提波或者柏拉图本人来到你面前时的模样:一个散发着香水味,另一个则精通如何逢迎西西里的僭主。 苏格拉底:那他们是怎么看待我的? 梅尼普斯:苏格拉底啊,至少在这一类事上你是个有福之人。因为人人都认为你曾是个非凡的人物,知晓一切——而且尽管你其实一无所知(因为我想我说的是实话)。 苏格拉底:我自己也曾这般对他们说,可他们却以为那是反讽。

§6.6

ΜΕΝΙΠΠΟΣ Τίνες δέ εἰσιν οὗτοι οἱ περὶ σέ; ΣΩΚΡΑΤΗΣ Χαρμίδης, ὦ Μένιππε, καὶ Φαῖδρος καὶ ὁ τοῦ Κλεινίου. ΜΕΝΙΠΠΟΣ Εὖ γε, ὦ Σώκρατες, ὅτι κἀνταῦθα μέτει τὴν σεαυτοῦ τέχνην καὶ οὐκ ὀλιγωρεῖς τῶν καλῶν. ΣΩΚΡΑΤΗΣ Τί γὰρ ἂν ἥδιον ἄλλο πράττοιμι; ἀλλὰ πλησίον ἡμῶν κατάκεισο, εἰ δοκεῖ. ΜΕΝΙΠΠΟΣ Μὰ Δί', ἐπεὶ παρὰ τὸν Κροῖσον καὶ τὸν Σαρδανάπαλλον ἄπειμι πλησίον οἰκήσων αὐτῶν· ἔοικα γοῦν οὐκ ὀλίγα γελάσεσθαι5 οἰμωζόντων ἀκούων. ΑΙΑΚΟΣ Κἀγὼ ἤδη ἄπειμι, μὴ καί τις ἡμᾶς νεκρὸς λάθῃ διαφυγών. τὰ πολλὰ δ’ εἰσαῦθις ὄψει, ὦ Μένιππε. ΜΕΝΙΠΠΟΣ Ἄπιθι· καὶ ταυτὶ γὰρ ἱκανά, ὦ Αἰακέ.

梅尼普斯:围在你身边的这些人都是谁? 苏格拉底:是喀尔弥德,梅尼普斯,还有斐德罗,以及克勒尼亚斯的儿子。 梅尼普斯:好极了,苏格拉底,哪怕在这里你也继续操弄着你的行当,毫不怠慢那些美少年。 苏格拉底:除了这,我还能有什么更愉快的事可做?如果你乐意,就在我们身旁躺下吧。 梅尼普斯:凭宙斯起誓,我才不要,我要去克罗索斯和萨达那帕拉那里,住在他们旁边;听着他们的号哭,我准能开怀大笑呢。 埃阿科斯:我也得走了,免得有什么死灵趁我们不注意逃脱出去。其他大部分人物你下回再看吧,梅尼普斯。 梅尼普斯:你去吧;只看这些也已足够了,埃阿科斯啊。

语法注5 条
  1. 6.1οὗτος μὲν ὅτι Κέρβερός ἐστιν οἶσθα

    从属从句的主格主语(οὗτος)为突出对比(μέν)而被提前置于连词 ὅτι 之前,实际意思为“关于这个人,你知道他是刻耳柏洛斯”。

  2. 6.4τί παθὼν σεαυτὸν εἰς τοὺς κρατῆρας ἐνέβαλες;

    短语 τί παθών 是古典希腊语的习用表达,意为“你遭受了什么以至于……”或“你究竟中了什么邪/发了什么疯”。动词 πάσχω 的不定过去分词 παθών 与疑问代词 τί 连用,用于追问对方反常可笑的动机。

  3. 6.4αὐταῖς κρηπῖσιν

    伴随与格与代词 αὐτός 连用,表示“连同……一起”。此处 αὐταῖς κρηπῖσιν 意为“连同鞋子一起”,指恩培多克勒连同他标志性的青铜鞋履一同被烧成了焦炭。

  4. 6.5καὶ ταῦτα—οἶμαι γὰρ τἀληθῆ λέγειν—οὐδὲν εἰδότα

    惯用短语 καὶ ταῦτα 与分词连用,表示让步或追加情况(“而且是在……的情况下/即使……也是如此”)。阳性单数宾格分词 εἰδότα 与前面间接引语的不定式逻辑主语 σε 一致,意为“而且那还是在(你)一无所知的情况下”。

  5. 6.6ἔοικα γοῦν οὐκ ὀλίγα γελάσεσθαι

    动词 ἔοικα 支配未来不定式(γελάσεσθαι),表达推测或确信的倾向(“我很可能会……”)。中性复数宾格 οὐκ ὀλίγα 作副词性同族宾格使用,意为“绝非少许”,整句表示“看来我少不得要大大开怀一笑”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg066.humanitext-grc3:6.1-6.6