← 琉善

亡灵对话录

§5.1-5.2

海伦的头骨与特洛伊战争的虚妄

梅尼普斯向赫尔墨斯询问古代俊男美女的下落,在看到海伦的头骨后,惊叹特洛伊战争竟是为如此易逝之物而战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

ΜΕΝΙΠΠΟΣ Ποῦ δαὶ οἱ καλοί εἰσιν ἢ αἱ καλαί, Ἑρμῆ; ξενάγησόν με νέηλυν ὄντα. ΕΡΜΗΣ Οὐ σχολή μέν, ὦ Μένιππε· πλὴν κατ' ἐκεῖνο ἀπόβλεψον, ἐπὶ τὰ δεξιά, ἔνθα ὁ Ὑάκινθός τέ ἐστιν καὶ Νάρκισσος καὶ Νιρεὺς καὶ Ἀχιλλεὺς καὶ Τυρὼ καὶ Ἑλένη καὶ Λήδα καὶ ὅλως τὰ ἀρχαῖα πάντα κάλλη. ΜΕΝΙΠΠΟΣ Ὀστᾶ μόνα ὁρῶ καὶ κρανία τῶν σαρκῶν γυμνά, ὅμοια τὰ πολλά.1 ΕΡΜΗΣ Καὶ μὴν ἐκεῖνά ἐστιν ἃ πάντες οἱ ποιηταὶ θαυμάζουσι τὰ ὀστᾶ, ὧν σὺ ἔοικας καταφρονεῖν. ΜΕΝΙΠΠΟΣ Ὅμως τὴν Ἑλένην μοι δεῖξον· οὐ γὰρ ἂν διαγνοίην ἔγωγε. ΕΡΜΗΣ Τουτὶ τὸ κρανίον ἡ Ἑλένη ἐστίν.

梅尼普斯:赫尔墨斯啊,那些俊男靓女都在哪里?带我这个初来乍到的人四处看看吧。 赫尔墨斯:我可没空,梅尼普斯。不过,朝那边看去吧,往右边看,那里有雅辛托斯、纳耳喀索斯、尼柔斯、阿喀琉斯、堤洛、海伦、勒达,总之所有古代的美人都在那里。 梅尼普斯:我只看见白骨,以及剥落了皮肉的头骨,大体上都差不多。 赫尔墨斯:然而,那些骨头正是所有诗人都为之惊叹的,而你似乎对其嗤之以鼻。 梅尼普斯:无论如何,请把海伦指给我看;因为我自己无论如何也是辨认不出的。 赫尔墨斯:这个头骨就是海伦。

§5.2

ΜΕΝΙΠΠΟΣ Εἶτα διὰ τοῦτο αἱ χίλιαι νῆες ἐπληρώθησαν ἐξ ἁπάσης τῆς Ἑλλάδος καὶ τοσοῦτοι ἔπεσον Ἕλληνές τε καὶ βάρβαροι καὶ τοσαῦται πόλεις ἀνάστατοι γεγόνασιν; ΕΡΜΗΣ Ἀλλ' οὐκ εἶδες, ὦ Μένιππε, ζῶσαν τὴν γυναῖκα· ἔφης γὰρ ἂν καὶ σὺ ἀνεμέσητον εἶναι2 “τοιῇδ’ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν”· ἐπεὶ καὶ τὰ ἄνθη ξηρὰ ὄντα εἴ τις βλέποι ἀποβεβληκότα τὴν βαφήν, ἄμορφα δῆλον ὅτι αὐτῷ δόξει, ὅτε μέντοι ἀνθεῖ καὶ ἔχει τὴν χρόαν, κάλλιστά ἐστιν. ΜΕΝΙΠΠΟΣ Οὐκοῦν τοῦτο, ὦ Ἑρμῆ, θαυμάζω, εἰ μὴ συνίεσαν3 οἱ Ἀχαιοὶ περὶ πράγματος οὕτως ὀλιγοχρονίου καὶ ῥᾳδίως ἀπανθοῦντος πονοῦντες. ΕΡΜΗΣ Οὐ σχολή μοι, ὦ Μένιππε, συμφιλοσοφεῖν σοι. ὥστε σὺ μὲν ἐπιλεξάμενος τόπον, ἔνθα ἂν ἐθέλῃς, κεῖσο καταβαλὼν σεαυτόν, ἐγὼ δὲ τοὺς ἄλλους νεκροὺς ἤδη μετελεύσομαι.

梅尼普斯:难道就是为了这个,希腊全境才备足了千艘战船,并倒下了如此众多的希腊人与异邦人,又有如此多的城邦沦为废墟吗? 赫尔墨斯:但你未曾见过活着的她,梅尼普斯;因为倘若你见过,你也必定会说“为了这般的妇人长久忍受苦痛,并无可指责”;因为花朵亦是如此,若有人在它们干枯、退去色泽时去看,在他眼里自然显得难看;然而当它们绽放并保有容光之时,却是极其娇艳的。 梅尼普斯:所以,赫尔墨斯啊,我所惊奇的正是这一点:阿开奥斯人为了如此短促、极易凋谢之物而劳苦奋战,难道他们竟然不曾明白吗? 赫尔墨斯:梅尼普斯啊,我没空与你一同谈玄说理。因此,你自己选一个你中意的地方,躺下来歇息吧;而我现在得去接引其他死者了。

语法注3 条
  1. 5.1ὅμοια τὰ πολλά

    τὰ πολλά 是宾格名词短语,在此作状语性宾格(关系宾格),意为“大部分地”或“多半”,修饰中性复数宾格的形容词 ὅμοια。

  2. 5.2ἔφης γὰρ ἂν καὶ σὺ ἀνεμέσητον εἶναι

    ἔφης ἂν 构成了与过去事实相反的非真实条件句的归结节(未完成过去时+ἄν),其前提条件“如果你见过活着的她”由上下文隐含。后接的荷马引文(《伊利亚特》3.156)作为间接引语的不定式短语(ἀνεμέσητον εἶναι...)由主动词 ἔφης 统领。

  3. 5.2εἰ μὴ συνίεσαν

    此处的 εἰ 引导充当情感动词(θαυμάζω)宾语的名词从句,表示“(对他们竟不明白……)感到惊异”。在表达情感的动词之后,通常喜用带有假设语气的 εἰ 代替 ὅτι,且否定词相应采用 μή 而非 οὐ。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg066.humanitext-grc3:5.1-5.2