← 琉善

亡灵对话录

§4.1-4.2

刻耳柏洛斯谈苏格拉底的恐惧与犬儒派的坦然

梅尼普斯向地狱看门犬刻耳柏洛斯打听苏格拉底初下冥界时的情形,刻耳柏洛斯透露苏格拉底不过是虚张声势、一见幽暗便嚎啕崩溃,并盛赞唯有梅尼普斯与第欧根尼是自愿大笑着坦然赴死之人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1

ΜΕΝΙΠΠΟΣ Ὦ Κέρβερε—συγγενὴς γάρ εἰμί σοι κύων καὶ αὐτὸς ὤν—εἰπέ μοι πρὸς τῆς Στυγός, οἷος ἦν ὁ Σωκράτης, ὁπότε κατῄει παρ' ὑμᾶς· εἰκὸς δέ σε θεὸν ὄντα μὴ ὑλακτεῖν μόνον, ἀλλὰ καὶ ἀνθρωπίνως φθέγγεσθαι, ὁπότ' ἐθέλοις. ΚΕΡΒΕΡΟΣ Πόρρωθεν μέν, ὦ Μένιππε, παντάπασιν ἐδόκει ἀτρέπτῳ τῷ προσώπῳ προσιέναι καὶ οὐ πάνυ δεδιέναι τὸν θάνατον δοκῶν καὶ τοῦτο ἐμφῆναι τοῖς ἔξω τοῦ στομίου ἑστῶσιν ἐθέλων, ἐπεὶ δὲ κατέκυψεν εἴσω τοῦ χάσματος καὶ εἶδε τὸν ζόφον, κἀγὼ ἔτι διαμέλλοντα αὐτὸν δακὼν τῷ κωνείῳ κατέσπασα τοῦ ποδός,1 ὥσπερ τὰ βρέφη ἐκώκυεν καὶ τὰ ἑαυτοῦ παιδία ὠδύρετο καὶ παντοῖος ἐγίνετο.

梅尼普斯:刻耳柏洛斯啊——因为我自己也是一条狗,与你乃是同类——请指着斯梯克斯河向我说明,苏格拉底来到你们这里时是何等模样?既然你是神明,理应不仅会吠叫,只要你想,也能吐露人言。 刻耳柏洛斯:梅尼普斯啊,从远处看,他似乎完全面不改色地走来,装出一副浑然不怕死的模样,一心想向伫立在洞口外的人显摆这一点;然而,一旦他探身望向深渊深处并看到那重重幽暗,而在他因毒芹汁而仍迟疑徘徊时,我咬住他并扯着他的脚将他拖拽下来,他便像婴孩一般嚎啕大哭,哀悼起自己的幼子,现出种种狼狈之相。

§4.2

ΜΕΝΙΠΠΟΣ Οὐκοῦν σοφιστὴς ὁ ἄνθρωπος ἦν καὶ οὐκ ἀληθῶς κατεφρόνει τοῦ πράγματος; ΚΕΡΒΕΡΟΣ Οὔκ, ἀλλ’ ἐπείπερ ἀναγκαῖον αὐτὸ ἑώρα, κατεθρασύνετο ὡς δῆθεν οὐκ ἄκων πεισόμενος ὃ πάντως ἔδει παθεῖν, ὡς θαυμάσονται οἱ θεαταί. καὶ ὅλως περὶ πάντων γε τῶν τοιούτων εἰπεῖν ἂν ἔχοιμι, ἕως τοῦ στομίου τολμηροὶ καὶ ἀνδρεῖοι, τὰ δὲ ἔνδοθεν ἔλεγχος ἀκριβής. ΜΕΝΙΠΠΟΣ Ἐγὼ δὲ πῶς σοι κατεληλυθέναι ἔδοξα; ΚΕΡΒΕΡΟΣ Μόνος, ὦ Μένιππε, ἀξίως τοῦ γένους, καὶ Διογένης πρὸ σοῦ, ὅτι μὴ ἀναγκαζόμενοι ἐσῄειτε μηδ’ ὠθούμενοι, ἀλλ’ ἐθελούσιοι, γελῶντες, οἰμώζειν παραγγείλαντες2 ἅπασιν.

梅尼普斯:那么说,此人终究只是个智者,并非真心藐视死亡? 刻耳柏洛斯:不,只是因为他看出此事无可避免,便强作豪壮,仿佛自愿忍受那横竖都得承受的命运,好教看客们惊叹赞赏。总之,对所有这类人我都能这么说:到了洞口之前都是大胆英勇的,而洞内才是对他们的严峻考验。 梅尼普斯:而在你眼中,我又是如何下来的? 刻耳柏洛斯:唯有你,梅尼普斯,无愧于狗这一族类——还有在你之前的第欧根尼;因为你们既未受逼迫,也未被推搡,而是欣然自愿、大笑着走入,并吩咐所有人尽管去号哭罢。

语法注2 条
  1. 4.1κατέσπασα τοῦ ποδός

    τοῦ ποδός 是动词 κατέσπασα(拽下)所支配的表示抓取部位的“接触属格”(属部分属格的一种),意为“抓住他的脚把他拖了下来”。前面的与格 τῷ κωνείῳ 则表示手段或原因(“因毒芹汁”),修饰分词 διαμέλλοντα(因毒力发作而犹疑迟滞)。

  2. 4.2οἰμώζειν παραγγείλαντες

    οἰμώζειν παραγγέλλω 与希腊语熟语 οἰμώζειν λέγω / κελεύω(叫某人滚去哀哭/见鬼去吧)同义。此句是对道别用语 χαίρειν παραγγέλλω(向人道别、致意)的讽刺化戏仿,生动表达出犬儒学派对尘世之人的蔑视:“吩咐所有活着的人尽管去嚎哭痛哭罢”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg066.humanitext-grc3:4.1-4.2