← 琉善

亡灵对话录

§3.1-3.2

富豪君王的哀叹与墨尼普斯的嘲弄

克罗索斯向普路托告状,抗议墨尼普斯在他们悼念生前财富时无情嘲讽;墨尼普斯则痛斥这些君王当年的傲慢骄横,誓言绝不会停止嘲弄。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1

ΚΡΟΙΣΟΣ Οὐ φέρομεν, ὦ Πλούτων, Μένιππον τουτονὶ τὸν κύνα παροικοῦντα· ὥστε ἢ ἐκεῖνόν ποι κατάστησον ἢ ἡμεῖς μετοικήσομεν εἰς ἕτερον τόπον. ΠΛΟΥΤΩΝ Τί δ’ ὑμᾶς δεινὸν ἐργάζεται ὁμόνεκρος ὤν; ΚΡΟΙΣΟΣ Ἐπειδὰν ἡμεῖς οἰμώζωμεν καὶ στένωμεν ἐκείνων μεμνημένοι τῶν ἄνω, Μίδας μὲν οὑτοσὶ τοῦ χρυσίου, Σαρδανάπαλλος δὲ τῆς πολλῆς τρυφῆς, ἐγὼ δὲ Κροῖσος τῶν θησαυρῶν,1 ἐπιγελᾷ καὶ ἐξονειδίζει ἀνδράποδα καὶ καθάρματα ἡμᾶς ἀποκαλῶν, ἐνίοτε δὲ καὶ ᾄδων ἐπιταράττει ἡμῶν τὰς οἰμωγάς, καὶ ὅλως λυπηρός ἐστιν. ΠΛΟΥΤΩΝ Τί ταῦτά φασιν, ὦ Μένιππε; ΜΕΝΙΠΠΟΣ Ἀληθῆ, ὦ Πλούτων· μισῶ γὰρ αὐτοὺς ἀγεννεῖς καὶ ὀλεθρίους ὄντας, οἷς οὐκ ἀπέχρησεν βιῶναι κακῶς, ἀλλὰ καὶ ἀποθανόντες ἔτι μέμνηνται καὶ περιέχονται τῶν ἄνω· χαίρω τοιγαροῦν ἀνιῶν αὐτούς. ΠΛΟΥΤΩΝ Ἀλλ' οὐ χρή· λυποῦνται γὰρ οὐ μικρῶν στερόμενοι. ΜΕΝΙΠΠΟΣ Καὶ σὺ μωραίνεις, ὦ Πλούτων, ὁμόψηφος ὢν τοῖς τούτων στεναγμοῖς; ΠΛΟΥΤΩΝ Οὐδαμῶς, ἀλλ’ οὐκ ἂν ἐθέλοιμι στασιάζειν ὑμᾶς.

克罗索斯:普路托啊,我们实在受不了梅尼普斯这条狗住在我们身旁了。所以,要么你把他安顿到别处去,要么我们就搬迁到另一个地方。 普路托:他与你们同为死者,究竟对你们做了什么可怕的事? 克罗索斯:每当我们回忆起阳世的事物而哀泣叹息时——这边的米达斯念着他的黄金,萨达那帕鲁斯念着他的重重奢华,我克罗索斯念着我的金库——他就在一旁嗤笑辱骂,唤我们作奴才与人渣,有时甚至还高歌乱唱来扰乱我们的哀哭,简直烦人透顶。 普路托:他们说的是怎么回事,梅尼普斯? 梅尼普斯:全是真的,普路托。我痛恨他们卑劣败坏,在世时作恶多端尚不满足,如今死了却依然记挂并执着于阳世的一切。因此,折磨他们正合我意。 普路托:但这不可取;毕竟他们被剥夺的并非微不足道之物,心中难免悲伤。 梅尼普斯:难道你也糊涂了吗,普路托,竟对这些人的哀嚎表示赞同? 普路托:绝非如此,只是我不愿看到你们起内讧罢了。

§3.2

ΜΕΝΙΠΠΟΣ Καὶ μήν, ὦ κάκιστοι Λυδῶν καὶ Φρυγῶν καὶ Ἀσσυρίων, οὕτω γινώσκετε ὡς οὐδὲ παυσομένου μου·2 ἔνθα γὰρ ἂν ἴητε, ἀκολουθήσω ἀνιῶν καὶ κατᾴδων καὶ καταγελῶν. ΚΡΟΙΣΟΣ Ταῦτα οὐχ ὕβρις; ΜΕΝΙΠΠΟΣ Οὔκ, ἀλλ’ ἐκεῖνα ὕβρις ἦν, ἃ ὑμεῖς ἐποιεῖτε, προσκυνεῖσθαι ἀξιοῦντες καὶ ἐλευθέροις ἀνδράσιν ἐντρυφῶντες καὶ τοῦ θανάτου παράπαν οὐ μνημονεύοντες· τοιγαροῦν οἰμώξεσθε πάντων ἐκείνων ἀφῃρημένοι. ΚΡΟΙΣΟΣ Πολλῶν γε, ὦ θεοί, καὶ μεγάλων κτημάτων. ΜΙΔΑΣ Ὅσου μὲν ἐγὼ χρυσοῦ. ΣΑΡΔΑΝΑΠΑΛΛΟΣ Ὅσης δὲ ἐγὼ τρυφῆς. ΜΕΝΙΠΠΟΣ Εὖ γε, οὕτω ποιεῖτε· ὀδύρεσθε μὲν ὑμεῖς, ἐγὼ δὲ τὸ γνῶθι σαυτὸν πολλάκις συνείρων ἐπᾴσομαι ὑμῖν· πρέποι γὰρ ἂν ταῖς τοιαύταις οἰμωγαῖς ἐπᾳδόμενον.3

梅尼普斯:听着,你们这些吕底亚、弗律癸亚和亚述的最下贱胚子,你们趁早明白:我绝不会停手!无论你们走到哪里,我都将一路相随,折磨你们,对着你们唱反调,嗤笑你们。 克罗索斯:这难道不是肆意凌辱吗? 梅尼普斯:不,你们当年的所作所为才是凌辱——妄求他人俯伏膜拜,凌虐自由之人,浑然不念死亡将至。因此,你们就为被剥夺的一切痛哭流涕去吧。 克罗索斯:天哪,那可是数不尽的浩瀚财富啊! 米达斯:我丢了多么庞大的黄金啊! 萨达那帕鲁斯:我丢了多么无尽的奢华啊! 梅尼普斯:妙极了,就这样继续!你们尽管哭天抢地,我自会一遍又一遍念着“认识你自己”来为你们伴唱;因为伴着这等哀号唱这首歌,真是再合适不过了。

语法注3 条
  1. 3.1ἐκείνων μεμνημένοι τῶν ἄνω, Μίδας μὲν οὑτοσὶ τοῦ χρυσίου, Σαρδανάπαλλος δὲ τῆς πολλῆς τρυφῆς, ἐγὼ δὲ Κροῖσος τῶν θησαυρῶν

    “全体与部分同格”(schema kath' holon kai meros)结构。分词 μεμνημένοι 所隐含的复数主语(ἡμεῖς)被分解为各自的主格主语(Μίδας, Σαρδανάπαλλος, ἐγώ),并分别支配表示回忆对象的客观属格(τοῦ χρυσίου, τῆς πολλῆς τρυφῆς, τῶν θησαυρῶν)。

  2. 3.2οὕτω γινώσκετε ὡς οὐδὲ παυσομένου μου

    认知动词的命令式 γινώσκετε 接带 ὡς 的属格独立结构(οὐδὲ παυσομένου μου),承担宾语从句的职能,表示告知对方一个不可动摇的事实(“你们要知道我决不会罢休”)。

  3. 3.2πρέποι γὰρ ἂν ταῖς τοιαύταις οἰμωγαῖς ἐπᾳδόμενον

    带 ἄν 的希求法 πρέποι ἄν 表委婉推断,后接与格 ταῖς τοιαύταις οἰμωγαῖς;中性单数分词 ἐπᾳδόμενον 指代前文提及的格言 τὸ γνῶθι σαυτόν 作其逻辑主语,意为“若将此话作为伴唱配上这般哀鸣,倒甚为相称”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg066.humanitext-grc3:3.1-3.2