← 琉善

亡灵对话录

§2.1-2.3

卡戎索要船费与迈尼普斯的拒绝

冥河渡夫卡戎向迈尼普斯索要一枚奥波尔的船费,身无分文的迈尼普斯断然拒绝并与他争执,赫尔墨斯则向气恼的卡戎说明迈尼普斯是一个彻底自由、无所挂碍的人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

ΧΑΡΩΝ Ἀπόδος, ὦ κατάρατε, τὰ πορθμεῖα. ΜΕΝΙΠΠΟΣ Βόα, εἰ τοῦτό σοι, ὦ Χάρων, ἥδιον. ΧΑΡΩΝ Ἀπόδος, φημί, ἀνθ' ὧν σε διεπορθμεύσαμεν.1 ΜΕΝΙΠΠΟΣ Οὐκ ἂν λάβοις παρὰ τοῦ μὴ ἔχοντος. ΧΑΡΩΝ Ἔστι δέ τις ὀβολὸν μὴ ἔχων; ΜΕΝΙΠΠΟΣ Εἰ μὲν καὶ ἄλλος τις οὐκ οἶδα, ἐγὼ δ’ οὐκ ἔχω. ΧΑΡΩΝ Καὶ μὴν ἄγξω σε νὴ τὸν Πλούτωνα, ὦ μιαρέ, ἢν μὴ ἀποδῷς. ΜΕΝΙΠΠΟΣ Κἀγὼ τῷ ξύλῳ σου πατάξας διαλύσω τὸ κρανίον. ΧΑΡΩΝ Μάτην οὖν ἔσῃ πεπλευκὼς τοσοῦτον πλοῦν. ΜΕΝΙΠΠΟΣ Ὁ Ἑρμῆς ὑπὲρ ἐμοῦ σοι ἀποδότω, ὅς με παρέδωκέ σοι.

卡戎:快付钱,该死的家伙,把摆渡费拿来! 梅尼普斯:喊吧,卡戎,如果这样能让你更痛快的话。 卡戎:快付钱,我说,这是我们把你摆渡过来的报酬。 梅尼普斯:从一无所有的人身上,你什么也拿不到。 卡戎:难道还有连一枚奥波尔都没有的人吗? 梅尼普斯:别人有没有我不知道,反正我是没有。 卡戎:凭冥王起誓,我一定要掐死你,你这混账,如果你不付钱的话! 梅尼普斯:那我就用你的篙子敲碎你的脑壳。 卡戎:这么说,你白白坐了这么远的船了! 梅尼普斯:让把我交托给你的赫尔墨斯替我付给你吧。

§2.2

ΕΡΜΗΣ Νὴ Δί' ὀναίμην γε, εἰ μέλλω καὶ ὑπερεκτίνειν τῶν νεκρῶν.2 ΧΑΡΩΝ Οὐκ ἀποστήσομαί σου. ΜΕΝΙΠΠΟΣ Τούτου γε ἕνεκα νεωλκήσας τὸ πορθμεῖον παράμενε· πλὴν ἀλλ’ ὅ γε μὴ ἔχω, πῶς ἂν λάβοις; ΧΑΡΩΝ Σὺ δ’ οὐκ ᾔδεις κομίζειν δέον;3 ΜΕΝΙΠΠΟΣ Ἤιδειν μέν, οὐκ εἶχον δέ. τί οὖν; ἐχρῆν διὰ τοῦτο μὴ ἀποθανεῖν; ΧΑΡΩΝ Μόνος οὖν αὐχήσεις προῖκα πεπλευκέναι; ΜΕΝΙΠΠΟΣ Οὐ προῖκα, ὦ βέλτιστε· καὶ γὰρ ἤντλησα καὶ τῆς κώπης συνεπελαβόμην4 καὶ οὐκ ἔκλαον μόνος τῶν ἄλλων ἐπιβατῶν. ΧΑΡΩΝ Οὐδὲν ταῦτα πρὸς πορθμέα· τὸν ὀβολὸν ἀποδοῦναί σε δεῖ· οὐ θέμις ἄλλως γενέσθαι.

赫尔墨斯:凭宙斯起誓,若连死人的账也要我来垫付,那我可真是落得好下场了! 卡戎:我绝不放过你。 梅尼普斯:既然如此,你就把渡船拖上岸守着吧!不过,我根本没有的东西,你怎么拿得到呢? 卡戎:难道你不知道本来应该带上的吗? 梅尼普斯:我知道是知道,可就是没有。那又怎样?难道就为了这个,我本该不死不成? 卡戎:这么说,你要夸口自己是唯一一个白白渡水的人了? 梅尼普斯:可不是白渡,好朋友;我还掏了舱水,搭手划了桨,而且在其他乘客全在哭喊时,唯独我一个人没有哭泣。 卡戎:这些对渡夫毫无意义;你必须付出一枚奥波尔,规矩绝不容更改。

§2.3

ΜΕΝΙΠΠΟΣ Οὐκοῦν ἄπαγέ με αὖθις ἐς τὸν βίον. ΧΑΡΩΝ Χάριεν λέγεις, ἵνα καὶ πληγὰς ἐπὶ τούτῳ παρὰ τοῦ Αἰακοῦ προσλάβω.5 ΜΕΝΙΠΠΟΣ Μὴ ἐνόχλει οὖν. ΧΑΡΩΝ Δεῖξον τί ἐν τῇ πήρᾳ ἔχεις. ΜΕΝΙΠΠΟΣ Θέρμους, εἰ θέλεις, καὶ τῆς Ἑκάτης τὸ δεῖπνον. ΧΑΡΩΝ Πόθεν τοῦτον ἡμῖν, ὦ Ἑρμῆ, τὸν κύνα ἤγαγες; οἷα δὲ καὶ ἐλάλει παρὰ τὸν πλοῦν τῶν ἐπιβατῶν ἁπάντων καταγελῶν καὶ ἐπισκώπτων καὶ μόνος ᾄδων οἰμωζόντων ἐκείνων. ΕΡΜΗΣ Ἀγνοεῖς, ὦ Χάρων, ὅντινα ἄνδρα διεπόρθμευσας; ἐλεύθερον ἀκριβῶς· οὐδενὸς αὐτῷ μέλει. οὗτός ἐστιν ὁ Μένιππος. ΧΑΡΩΝ Καὶ μὴν ἄν σε λάβω ποτέ— ΜΕΝΙΠΠΟΣ Ἄν λάβῃς, ὦ βέλτιστε· δὶς δὲ οὐκ ἂν λάβοις.

梅尼普斯:那你干脆再把我带回人世去吧。 卡戎:你想得倒美,好叫我为此再挨埃阿科斯一顿打吗? 梅尼普斯:那就别再纠缠我了。 卡戎:把你褡裢里装的东西拿出来看看。 梅尼普斯:如果你想看的话,是羽扇豆,还有赫卡忒的晚餐。 卡戎:赫尔墨斯,你究竟从哪里给我们弄来了这条狗?一路上他都在胡说些什么啊,嘲笑讽刺所有乘客,在别人哀号哭泣时,唯独他一个人高声唱歌! 赫尔墨斯:卡戎,你不知道你渡过来的是个什么样的人吗?一个真正自由的人,他对什么都满不在乎。这就是梅尼普斯。 卡戎:哼,若是我哪天抓住了你——梅尼普斯:要是你真能抓住的话,好朋友;不过你绝不可能再抓住我第二次了。

语法注5 条
  1. 2.1ἀνθ' ὧν σε διεπορθμεύσαμεν

    ἀνθ' ὧν 为 ἀντὶ τούτων ἅ 的缩略,意为“作为我们把你摆渡过来的回报”。关系代词 ὧν 受省略的先行词 τούτων 的属格同化(格吸引)。

  2. 2.2Νὴ Δί' ὀναίμην γε, εἰ μέλλω καὶ ὑπερεκτίνειν τῶν νεκρῶν.

    ὀναίμην(ὀνίνημι 的中间位不定过去时愿望法)字面上表示祈愿(“愿我获益!”),但此处极具讽刺意味,表示强烈的反讽:“若连死人的分都要我替他们垫付,那我可真是享福了(真是倒了大霉)!”

  3. 2.2κομίζειν δέον

    δέον 是无人称动词 δεῖ 的中性单数宾格分词,在 ᾔδεις 之后作间接引语的补足分词,支配不定式 κομίζειν,意为“本应该带来的”。

  4. 2.2τῆς κώπης συνεπελαβόμην

    动词 συνεπιλαμβάνομαι(协助、搭手)支配部分属格(或表示接触、抓握的属格)τῆς κώπης,意为“搭手帮着划了桨”。

  5. 2.3ἵνα καὶ πληγὰς ἐπὶ τούτῳ παρὰ τοῦ Αἰακοῦ προσλάβω

    由 ἵνα 引导并接虚拟式 προσλάβω 的目的从句,紧随反讽短语 Χάριεν λέγεις(“你说得倒好听”)之后,表示一种荒谬而令人不快的讽刺性后果:“好让我为此还要再挨埃阿科斯一顿痛打!”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg066.humanitext-grc3:2.1-2.3