← 琉善

亡灵对话录

§29.1-29.3

摩索拉斯夸耀陵墓与第欧根尼的驳斥

摩索拉斯夸耀自己的王权、昔日的美貌以及哈利卡尔那索斯的宏伟陵墓,第欧根尼则反驳说死后骷髅皆同样丑陋,巨石坟冢徒增重负,唯有大丈夫的德行与名声才是真正坚固高耸的纪念碑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.1

ΔΙΟΓΕΝΗΣ Ὠ Κάρ, ἐπὶ τίνι μέγα φρονεῖς καὶ πάντων ἡμῶν προτιμᾶσθαι ἀξιοῖς; ΜΑΥΣΩΛΟΣ Καὶ ἐπὶ τῇ βασιλείᾳ μέν, ὦ Σινωπεῦ, ὃς ἐβασίλευσα Καρίας μὲν ἁπάσης, ἦρξα δὲ καὶ Λυδῶν ἐνίων καὶ νήσους δέ τινας ὑπηγαγόμην καὶ ἄχρι Μιλήτου ἐπέβην τὰ πολλὰ τῆς Ἰωνίας καταστρεφόμενος· καὶ καλὸς ἦν καὶ μέγας καὶ ἐν πολέμοις καρτερός· τὸ δὲ μέγιστον, ὅτι ἐν Ἁλικαρνασσῷ μνῆμα παμμέγεθες ἔχω ἐπικείμενον, ἡλίκον οὐκ ἄλλος νεκρός, ἀλλ’ οὐδὲ οὕτως ἐς κάλλος ἐξησκημένον, ἵππων καὶ ἀνδρῶν ἐς τὸ ἀκριβέστατον εἰκασμένων λίθου τοῦ καλλίστου, οἷον οὐδὲ νεὼν εὕροι τις ἂν ῥᾳδίως. οὐ δοκῶ σοι δικαίως ἐπὶ τούτοις μέγα φρονεῖν;

第欧根尼:卡里亚人啊,你究竟凭什么自视甚高,竟自命应当凌驾于我们众人之上? 摩索拉斯:其一就凭我的王权,锡诺珀人;我统御了整个卡里亚,统治了部分吕底亚人,降服了若干岛屿,还征服了大半个爱奥尼亚,一路推进至米利都。况且我生前英俊高大,在战场上勇武过人。而最重要的一点在于,我在哈利卡尔那索斯拥有一座覆于己上的庞大陵寝,绝无任何其他亡魂能与之比拟,亦无任何陵墓能修建得如此精美绝伦——上面以最上等的石材极其逼真地刻制了战马与人物雕像,就连神庙也难得找到这样一座。难道你认为我以此为傲是不公道的吗?

§29.2

ΔΙΟΓΕΝΗΣ Ἐπὶ τῇ βασιλείᾳ φῄς καὶ τῷ κάλλει καὶ τῷ βάρει τοῦ τάφου; ΜΑΥΣΩΛΟΣ Νὴ Δί' ἐπὶ τούτοις. ΔΙΟΓΕΝΗΣ Ἀλλ', ὦ καλὲ Μαύσωλε, οὔτε ἡ ἰσχὺς ἔτι σοι ἐκείνη οὔτε ἡ μορφὴ πάρεστιν· εἰ γοῦν τινα ἑλοίμεθα δικαστὴν εὐμορφίας πέρι, οὐκ ἔχω εἰπεῖν, τίνος ἕνεκα τὸ σὸν κρανίον προτιμηθείη ἂν τοῦ ἐμοῦ· φαλακρὰ γὰρ ἄμφω καὶ γυμνά, καὶ τοὺς ὀδόντας ὁμοίως προφαίνομεν καὶ τοὺς ὀφθαλμοὺς ἀφῃρήμεθα καὶ τὰς ῥῖνας ἀποσεσιμώμεθα.1 ὁ δὲ τάφος καὶ οἱ πολυτελεῖς ἐκεῖνοι λίθοι Ἁλικαρνασσεῦσι μὲν ἴσως εἶεν ἐπιδείκνυσθαι2 καὶ φιλοτιμεῖσθαι πρὸς τοὺς ξένους, ὡς δή τι μέγα οἰκοδόμημα αὐτοῖς ἐστιν· σὺ δέ, ὦ βέλτιστε, οὐχ ὁρῶ ὅ τι ἀπολαύεις αὐτοῦ, πλὴν εἰ μὴ τοῦτο φῄς, ὅτι μᾶλλον ἡμῶν ἀχθοφορεῖς ὑπὸ τηλικούτοις λίθοις πιεζόμενος.

第欧根尼:你说凭的是王权、美貌以及坟墓的沉重? 摩索拉斯:凭宙斯起誓,正是凭这些! 第欧根尼:可是,英俊的摩索拉斯啊,你既不再拥有当年的力量,也不再保有那副容貌。倘若我们要选定一位评判来裁决美貌,我实在说不出你的头颅为何该比我的更受推崇;因为二者都光秃赤裸,我们同样露出牙齿,同样被剥夺了双眼,鼻梁也都烂平了。至于那座坟墓和那些奢华的石料,对于哈利卡尔那索斯人而言,或许还可用来向外邦宾客夸示炫耀,仿佛他们拥有某种宏伟建筑一般;但对于你自己,尊驾,我看不出你能从中享受到什么,除非你想说的是:你承受着比我们更沉重的负荷,被如此巨大的顽石压得喘不过气来。

§29.3

ΜΑΥΣΩΛΟΣ Ἀνόνητα οὖν μοι ἐκεῖνα πάντα καὶ ἰσότιμος ἔσται Μαύσωλος καὶ Διογένης; ΔΙΟΓΕΝΗΣ Οὐκ ἰσότιμος, ὦ γενναιότατε, οὐ γὰρ· Μαύσωλος μὲν γὰρ οἰμώξεται μεμνημένος τῶν ὑπὲρ γῆς, ἐν οἷς εὐδαιμονεῖν ᾤετο, Διογένης δὲ καταγελάσεται αὐτοῦ. καὶ τάφον ὁ μὲν ἐν Ἁλικαρνασσῷ ἐρεῖ ἑαυτοῦ ὑπὸ Ἀρτεμισίας τῆς γυναικὸς καὶ ἀδελφῆς κατεσκευασμένον, ὁ Διογένης δὲ τοῦ μὲν σώματος εἰ καί τινα τάφον ἔχει οὐκ οἶδεν· οὐδὲ γὰρ ἔμελεν αὐτῷ τούτου· λόγον δὲ τοῖς ἀρίστοις περὶ τούτου καταλέλοιπεν ἀνδρὸς βίον βεβιωκὼς ὑψηλότερον, ὦ Καρῶν ἀνδραποδωδέστατε, τοῦ σοῦ μνήματος καὶ ἐν βεβαιοτέρῳ χωρίῳ κατεσκευασμένον.3

摩索拉斯:难道那一切对我全无用处,摩索拉斯与第欧根尼竟是尊卑等同的吗? 第欧根尼:绝非等同,最高贵的阁下,绝不!因为摩索拉斯回想起尘世之事时只会哀嚎痛哭——他曾以为那些便是幸福,而第欧根尼却会嘲笑他。那一位会宣称自己在哈利卡尔那索斯拥有一座由其妹兼其妻阿尔忒弥西亚修建的陵寝;而第欧根尼甚至连自己的躯体是否有坟墓安葬都一无所知——因为他生前对这类事根本毫不挂怀。但他度过了大丈夫的一生,因而在最杰出的人群之中为自己留下了声名;卡里亚人中最具奴颜卑膝者啊,这份声名比你的陵墓建造得更高耸,且筑立在坚固得多的所在。

语法注3 条
  1. 29.2τοὺς ὀφθαλμοὺς ἀφῃρήμεθα καὶ τὰς ῥῖνας ἀποσεσιμώμεθα

    中被动态完成时动词(ἀφῃρήμεθα, ἀποσεσιμώμεθα)支配身体部位的名词对格(τοὺς ὀφθαλμοὺς, τὰς ῥῖνας),属于“保留对格”(retained accusative)或“相关对格”。字面意为“我们被剥夺了双眼,鼻子被压平削去”。

  2. 29.2Ἁλικαρνασσεῦσι μὲν ἴσως εἶεν ἐπιδείκνυσθαι

    εἶεν 为省略 ἄν 的可能祈愿语气(后世文学希腊语的常见用法),配合利益与格 Ἁλικαρνασσεῦσι 和不定词 ἐπιδείκνυσθαι καὶ φιλοτιμεῖσθαι,意为“它们或许能供哈利卡尔那索斯人用来炫耀”。主语是前文的复合主语 ὁ τάφος καὶ οἱ λίθοι。

  3. 29.3λόγον δὲ τοῖς ἀρίστοις περὶ τούτου καταλέλοιπεν ἀνδρὸς βίον βεβιωκὼς ὑψηλότερον, ὦ Καρῶν ἀνδραποδωδέστατε, τοῦ σοῦ μνήματος καὶ ἐν βεβαιοτέρῳ χωρίῳ κατεσκευασμένον

    语序倒置与长距离修饰(hyperbaton):动词 καταλέλοιπεν 的直接宾语 λόγον 受到较远距离处的比较级形容词 ὑψηλότερον(支配比较属格 τοῦ σοῦ μνήματος)及分词短语 ἐν βεβαιοτέρῳ χωρίῳ κατεσκευασμένον 的同位修饰。中间插入的分词短语 ἀνδρὸς βίον βεβιωκώς 包含同族宾格(βίον βεβιωκώς),表示原因(“因为度过了大丈夫的一生”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg066.humanitext-grc3:29.1-29.3