- 底本
- Lucian, Vol. 7. Macleod, Matthew Donald, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1961 (unrenewed copyright).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg066.humanitext-grc3:30.1-30.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尼柔斯与忒耳西忒斯请求梅尼普斯裁定二人谁更俊美,梅尼普斯则驳回了争论,指出在冥界中人人皆不过是白骨骷髅,生前的美丑在此已然众生平等。
ΝΙΡΕΥΣ Ἰδοὺ δή, Μένιππος οὑτοσὶ δικάσει, πότερος εὐμορφότερός ἐστιν. εἰπέ, ὦ Μένιππε, οὐ καλλίων σοι δοκῶ; ΜΕΝΙΠΠΟΣ Τίνες δὲ καὶ ἔστε; πρότερον, οἶμαι, χρὴ γὰρ τοῦτο εἰδέναι. ΝΙΡΕΥΣ Νιρεὺς καὶ Θερσίτης. ΜΕΝΙΠΠΟΣ Πότερος οὖν ὁ Νιρεὺς καὶ πότερος ὁ Θερσίτης; οὐδέπω γὰρ τοῦτο δῆλον. ΘΕΡΣΙΤΗΣ Ἓν μὲν ἤδη τοῦτο ἔχω, ὅτι ὅμοιός εἰμί σοι καὶ οὐδὲν τηλικοῦτον διαφέρεις ἡλίκον σε Ὅμηρος ἐκεῖνος ὁ τυφλὸς ἐπῄνεσεν ἁπάντων εὐμορφότερον προσειπών, ἀλλ’ ὁ φοξὸς ἐγὼ καὶ ψεδνὸς οὐδὲν χείρων ἐφάνην τῷ δικαστῇ. ὅρα δὲ σύ, ὦ Μένιππε, ὅντινα καὶ εὐμορφότερον ἡγῇ. ΝΙΡΕΥΣ Ἐμέ γε τὸν Ἀγλαΐας καὶ Χάροπος, “ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθον.”1
尼柔斯:看哪,这里的梅尼普斯自会裁定我们二人谁更俊美。说吧,梅尼普斯,在你眼中难道不是我更美吗? 梅尼普斯:可你们究竟是谁?我想首先总得知道这一点才行。 尼柔斯:尼柔斯与忒耳西忒斯。 梅尼普斯:那么究竟哪一个是尼柔斯,哪一个是忒耳西忒斯?因为现在这一点尚不分明。 忒耳西忒斯:单是这一点我就已经占了上风:我和你一般无二,你绝没有当年那位瞎子荷马称你胜过众人之美而赞颂的那样出众;相反,我这尖脑袋、稀疏头发的人,在裁判看来却毫不逊色。不过梅尼普斯,你还是仔细端详一下,看你究竟认为谁更美。 尼柔斯:自然是我,阿格莱亚与喀洛波斯之子,“来到伊利昂的男子中最美的一个”。
ΜΕΝΙΠΠΟΣ Ἀλλ' οὐχὶ καὶ ὑπὸ γῆν, ὡς οἶμαι, κάλλιστος ἦλθες, ἀλλὰ τὰ μὲν ὀστᾶ ὅμοια, τὸ δὲ κρανίον ταύτῃ μόνον ἄρα διακρίνοιτο ἀπὸ τοῦ Θερσίτου κρανίου, ὅτι εὔθρυπτον τὸ σόν·2 ἀλαπαδνὸν γὰρ αὐτὸ καὶ οὐκ ἀνδρῶδες ἔχεις. ΝΙΡΕΥΣ Καὶ μὴν ἐροῦ Ὅμηρον, ὁποῖος ἦν, ὁπότε συνεστράτευον τοῖς Ἀχαιοῖς. ΜΕΝΙΠΠΟΣ Ὀνείρατά μοι λέγεις· ἐγὼ δὲ ἃ βλέπω καὶ νῦν ἔχεις, ἐκεῖνα δέ οἱ τότε ἴσασιν.3 ΝΙΡΕΥΣ Οὔκουν ἐγὼ ἐνταῦθα εὐμορφότερός εἰμι, ὦ Μένιππε; ΜΕΝΙΠΠΟΣ Οὔτε σὺ οὔτε ἄλλος εὔμορφος· ἰσοτιμία γὰρ ἐν ᾅδου καὶ ὅμοιοι ἅπαντες. ΘΕΡΣΙΤΗΣ Ἐμοὶ μὲν καὶ τοῦτο ἱκανόν.
梅尼普斯:但据我想来,你来到地下时可绝非最美。你们的白骨并无二致;若说你的头颅与忒耳西忒斯的头颅当真能以此区分开来,也唯有这一点:你的头骨易脆,因为你长着一副孱弱且缺乏阳刚之气的头骨。 尼柔斯:既然如此,去问荷马吧,看我和阿开奥斯人一同出征时是何等人物! 梅尼普斯:你对我说的不过是梦呓。至于我,[只凭]我眼前所见以及你如今所拥有的;昔日之事唯有当年之人知晓。 尼柔斯:莫非在此处我就不再更美了吗,梅尼普斯? 梅尼普斯:既非你,亦非其他人美;因为在哈得斯之中人人平等,一切皆无差别。 忒耳西忒斯:对我而言,单是这也足够了。
- 30.1ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθον
此处引用了《伊利亚特》第2卷第673行(Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε),但为了承接前文指称第一人称宾格的 Ἐμέ γε τὸν Ἀγλαΐας καὶ Χάροπος,关系从句中的动词由荷马原作中的第三人称 ἦλθε 改为了与说话者人称一致的第一人称 ἦλθον(根据意义的一致,ad sensum)。
- 30.2ταύτῃ μόνον ἄρα διακρίνοιτο ἀπὸ τοῦ Θερσίτου κρανίου, ὅτι εὔθρυπτον τὸ σόν
未带 ἄν 的愿望式 διακρίνοιτο 与小词 ἄρα 连用,表示潜在的推测或委婉语气(帝国时期希腊语散文中的常见用法)。指示副词 ταύτῃ 与其后起解释作用的 ὅτι 从句相呼应(即“唯在这一点上,即你的头骨易脆……”)。
- 30.2ἐγὼ δὲ ἃ βλέπω καὶ νῦν ἔχεις, ἐκεῖνα δέ οἱ τότε ἴσασιν
在对比句式 ἐγὼ δὲ ... ἐκεῖνα δέ 中,前半句 ἐγὼ δὲ ἃ βλέπω καὶ νῦν ἔχεις 省略了主要谓语动词(如“依凭……来判断”或“只看……”)。关系代词 ἃ 既充当 βλέπω 的宾语,又以略带结合修辞(zeugma)的方式兼作后接动词 ἔχεις 的宾语(即“我所见到的以及你如今所拥有的东西”)。
