← 琉善

亡灵对话录

§28.1-28.3

普罗忒西拉奥斯请返阳间与冥王赐准

普罗忒西拉奥斯恳求冥王普鲁通与珀耳塞福涅容许他暂返阳间与新婚妻子相见。普鲁通起初以冥府规矩和骷髅面目不堪相拒,但在其列举往昔先例以及珀耳塞福涅的劝说下,最终恩准他以昔日青年面貌重返人间还魂一日。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28.1

ΠΡΩΤΕΣΙΛΑΟΣ Ὦ δέσποτα καὶ βασιλεῦ καὶ ἡμέτερε Ζεῦ καὶ σὺ Δήμητρος θύγατερ, μὴ ὑπερίδητε δέησιν ἐρωτικήν. ΠΛΟΥΤΩΝ Σὺ δὲ τίνων δέῃ παρ' ἡμῶν; ἢ τίς ὢν τυγχάνεις; ΠΡΩΤΕΣΙΛΑΟΣ Εἰμὶ μὲν Πρωτεσίλαος ὁ Ἰφίκλου Φυλάκιος συστρατιώτης τῶν Ἀχαιῶν καὶ πρῶτος ἀποθανὼν τῶν ἐπ' Ἰλίῳ. δέομαι δὲ ἀφεθεὶς πρὸς ὀλίγον ἀναβιῶναι πάλιν. ΠΛΟΥΤΩΝ Τοῦτον μὲν τὸν ἔρωτα, ὦ Πρωτεσίλαε, πάντες νεκροὶ ἐρῶσιν,1 πλὴν οὐδεὶς ἂν αὐτῶν τύχοι. ΠΡΩΤΕΣΙΛΑΟΣ Ἀλλ' οὐ τοῦ ζῆν, Ἀϊδωνεῦ, ἐρῶ ἔγωγε, τῆς γυναικὸς δέ, ἣν νεόγαμον ἔτι ἐν τῷ θαλάμῳ καταλιπὼν ᾠχόμην ἀποπλέων, εἶτα ὁ κακοδαίμων ἐν τῇ ἀποβάσει ἀπέθανον ὑπὸ τοῦ Ἕκτορος. ὁ οὖν ἔρως τῆς γυναικὸς οὐ μετρίως ἀποκναίει με, ὦ δέσποτα, καὶ βούλομαι κἂν πρὸς ὀλίγον ὀφθεὶς αὐτῇ καταβῆναι πάλιν.

普罗忒西拉奥斯:主上、王者,我们的宙斯,还有你,德墨忒尔的女儿,切勿忽视一段因爱而发的祈求。 普鲁通:你向我们求些什么?你究竟是何人? 普罗忒西拉奥斯:我是伊菲克罗斯之子、菲拉刻的普罗忒西拉奥斯,阿开奥斯人的同袍战友,也是伊利昂阵亡的第一人。我恳求获准返回阳间短暂复生。 普鲁通:普罗忒西拉奥斯啊,这般的渴求是所有亡魂共通的渴求,但无一人能够如愿。 普罗忒西拉奥斯:然而,哀多纽斯啊,我渴慕的并非偷生,而是我的妻子;起航出征时我将她作为新娘撇在洞房之中,随后我这命蹇之人便在滩头登陆时命丧赫克托耳之手。因此,主上啊,对妻子的相思之情无比折磨着我,哪怕仅仅容我向她露上一面,我便愿再次归降幽冥。

§28.2

ΠΛΟΥΤΩΝ Οὐκ ἔπιες, ὦ Πρωτεσίλαε, τὸ Λήθης ὕδωρ; ΠΡΩΤΕΣΙΛΑΟΣ Καὶ μάλα, ὦ δέσποτα· τὸ δὲ πρᾶγμα ὑπέρογκον ἦν. ΠΛΟΥΤΩΝ Οὐκοῦν περίμεινον· ἀφίξεται γὰρ κἀκείνη ποτὲ καὶ οὐδὲ σὲ ἀνελθεῖν δεήσει. ΠΡΩΤΕΣΙΛΑΟΣ Ἀλλ' οὐ φέρω τὴν διατριβήν, ὦ Πλούτων· ἠράσθης δὲ καὶ αὐτὸς ἤδη καὶ οἶσθα οἷον τὸ ἐρᾶν ἐστιν. ΠΛΟΥΤΩΝ Εἶτα τί σε ὀνήσει μίαν ἡμέραν ἀναβιῶναι μετ' ὀλίγον τὰ αὐτὰ ὀδυρόμενον; ΠΡΩΤΕΣΙΛΑΟΣ Οἶμαι πείσειν κἀκείνην ἀκολουθεῖν παρ' ὑμᾶς, ὥστε ἀνθ' ἑνὸς δύο νεκροὺς λήψῃ μετ' ὀλίγον. ΠΛΟΥΤΩΝ Οὐ θέμις γενέσθαι ταῦτα οὐδὲ γέγονε πώποτε.

普鲁通:普罗忒西拉奥斯,难道你没有饮下勒忒的忘川之水吗? 普罗忒西拉奥斯:饮得极多,主上;但这份情念实在过于沉重。 普鲁通:既然如此,安心等待吧;因为她有朝一日终会来到此处,你根本无须上去。 普罗忒西拉奥斯:可是普鲁通啊,我忍受不了这种迁延;你自己也曾坠入爱河,深知相爱是何种滋味。 普鲁通:那么,哪怕让你还魂一日,片刻之后又要发出同样的哀泣,这于你又有何裨益? 普罗忒西拉奥斯:我想我能说服她跟随我一同来到你们这里,这样用不了多久,你便能以一换二,收纳两具亡骸。 普鲁通:这般作为不合天规,向来未曾有过。

§28.3

ΠΡΩΤΕΣΙΛΑΟΣ Ἀναμνήσω σε, ὦ Πλούτων· Ὀρφεῖ γὰρ δι’ αὐτὴν ταύτην τὴν αἰτίαν τὴν Εὐρυδίκην παρέδοτε καὶ τὴν ὁμογενῆ μου Ἄλκηστιν παρεπέμψατε Ἡρακλεῖ χαριζόμενοι. ΠΛΟΥΤΩΝ Θελήσεις δὲ οὕτως κρανίον γυμνὸν ὢν καὶ ἄμορφον τῇ καλῇ σου ἐκείνῃ νύμφῃ φανῆναι; πῶς δὲ κἀκείνη προσήσεταί σε οὐδὲ διαγνῶναι δυναμένη; φοβήσεται γὰρ εὖ οἶδα καὶ φεύξεταί σε καὶ μάτην ἔσῃ τοσαύτην ὁδὸν ἀνεληλυθώς. ΠΕΡΣΕΦΟΝΗ Οὐκοῦν, ὦ ἄνερ, σὺ καὶ τοῦτο ἴασαι καὶ τὸν Ἑρμῆν κέλευσον, ἐπειδὰν ἐν τῷ φωτὶ ἤδη ὁ Πρωτεσίλαος ᾖ, καθικόμενον ἐν τῇ ῥάβδῳ νεανίαν εὐθὺς καλὸν ἀπεργάσασθαι αὐτὸν, οἷος ἦν ἐκ τοῦ παστοῦ. ΠΛΟΥΤΩΝ Ἐπεὶ Φερσεφόνῃ συνδοκεῖ, ἀναγαγὼν τοῦτον αὖθις ποίησον νυμφίον· σὺ δὲ μέμνησο μίαν λαβὼν ἡμέραν.2

普罗忒西拉奥斯:让我来提醒你吧,普鲁通:正是为了同样的缘由,你们曾把欧律狄刻归还给俄耳甫斯;为了给赫拉克勒斯施恩,你们也曾放回了我的同族阿尔刻斯提斯。 普鲁通:你果真愿意以如今这副光秃且丑陋的骷髅之身,去出现在你那位娇艳的新娘面前吗?她甚至无法将你辨认出来,又怎会迎纳你?我很清楚,她定会惶恐地离你奔逃,而你费尽周折登临阳世也将落得徒劳一场。 珀耳塞福涅:那么夫君,你也替他消解这个难题吧;命令赫尔墨斯,一旦普罗忒西拉奥斯置身于阳光之下,便用神杖触碰他,立即让他变回当初刚步出洞房时那般英俊的青年容貌。 普鲁通:既然珀耳塞福涅亦赞同此举,那么带他上去,重塑他为新郎吧;至于你,要牢记你所获准的仅有一日之期。

语法注2 条
  1. 28.1Τοῦτον μὲν τὸν ἔρωτα, ὦ Πρωτεσίλαε, πάντες νεκροὶ ἐρῶσιν

    Τοῦτον τὸν ἔρωτα 是动词 ἐρῶσιν 的同族宾格(cognate accusative)。承接前文普罗忒西拉奥斯所提的“因爱而发的祈求”(δέησιν ἐρωτικήν),普鲁通在此将“爱/渴求”作为同源宾语,意指亡魂对还阳生活的普遍渴求。

  2. 28.3ἀναγαγὼν τοῦτον αὖθις ποίησον νυμφίον· σὺ δὲ μέμνησο μίαν λαβὼν ἡμέραν.

    前半分句中的命令式 ποίησον 是对在场(或珀耳塞福涅所提及)的赫尔墨斯下达的指令,令其带普罗忒西拉奥斯重返阳间并复原貌;而接下来的 σὺ δὲ μέμνησο 则将话锋骤转回普罗忒西拉奥斯本人。分词 λαβὼν 作 μέμνησο 的补充成分,意为“记住你仅得了一日”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg066.humanitext-grc3:28.1-28.3