- 底本
- Lucian, Vol. 7. Macleod, Matthew Donald, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1961 (unrenewed copyright).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg066.humanitext-grc3:27.1-27.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在冥府里,普罗忒西拉奥斯将自己的战死相继归咎于海伦、墨涅拉奥斯、帕里斯和厄洛斯,但在埃阿科斯指出其自身的鲁莽后,他最终将死因归结于命运女神摩伊拉。
ΑΙΑΚΟΣ Τί ἄγχεις, ὦ Πρωτεσίλαε, τὴν Ἑλένην προσπεσών; ΠΡΩΤΕΣΙΛΑΟΣ Ὅτι διὰ ταύτην, ὦ Αἰακέ, ἀπέθανον ἡμιτελῆ μὲν τὸν δόμον καταλιπών, χήραν τε νεόγαμον γυναῖκα. ΑΙΑΚΟΣ Αἰτιῶ τοίνυν τὸν Μενέλαον, ὅστις ὑμᾶς ὑπὲρ τοιαύτης γυναικὸς ἐπὶ Τροίαν ἤγαγεν. ΠΡΩΤΕΣΙΛΑΟΣ Εὖ λέγεις· ἐκεῖνόν μοι αἰτιατέον. ΜΕΝΕΛΑΟΣ Οὐκ ἐμέ, ὦ βέλτιστε, ἀλλὰ δικαιότερον τὸν Πάριν, ὃς ἐμοῦ τοῦ ξένου τὴν γυναῖκα παρὰ πάντα τὰ δίκαια ᾤχετο ἁρπάσας·1 οὗτος γὰρ οὐχ ὑπὸ σοῦ μόνου, ἀλλ’ ὑπὸ πάντων Ἑλλήνων τε καὶ βαρβάρων ἄξιος ἄγχεσθαι τοσούτοις θανάτου αἴτιος γεγενημένος. ΠΡΩΤΕΣΙΛΑΟΣ Ἄμεινον οὕτω· σὲ τοιγαροῦν, ὦ Δύσπαρι, οὐκ ἀφήσω ποτὲ ἀπὸ τῶν χειρῶν. ΠΑΡΙΣ Ἄδικα ποιῶν, ὦ Πρωτεσίλαε, καὶ ταῦτα ὁμότεχνον ὄντα σοι·2 ἐρωτικὸς γὰρ καὶ αὐτός εἰμι καὶ τῷ αὐτῷ θεῷ κατέσχημαι· οἶσθα δὲ ὡς ἀκούσιόν τί ἐστιν καί τις ἡμᾶς δαίμων ἄγει ἔνθα ἂν ἐθέλῃ, καὶ ἀδύνατόν ἐστιν ἀντιτάττεσθαι αὐτῷ.
埃阿科斯:普罗忒西拉奥斯,你扑上前去掐住海伦的脖子所为何事? 普罗忒西拉奥斯:因为为了这个女人,埃阿科斯,我抛下半落成的房屋和新婚寡妻而亡故。 埃阿科斯:既然如此,去怪罪墨涅拉奥斯吧,是他为了这般女人把你们带到特洛伊去的。 普罗忒西拉奥斯:你说得对;我该怪罪的是他。 墨涅拉奥斯:良友啊,切莫怪我,更有道理的是去怪罪帕里斯;他违背一切道义,将我这主人的妻子掠夺而去。此人成了如此众多之人丧命的罪魁祸首,不仅理应由你一人,更理应由全希腊人及异邦人掐住他的脖子。 普罗忒西拉奥斯:这样更妥。那么,灾星帕里斯,我绝不从手中放过你。 帕里斯:你做得不公,普罗忒西拉奥斯,尤其是对待一个与你同好之人;因为我本人也是多情之人,受制于同一个神明。你理当知晓情爱并非出于本愿,某位神灵想引我们去往何处便引往何处,而与之抗衡是不可能的。
ΠΡΩΤΕΣΙΛΑΟΣ Εὖ λέγεις. εἴθε οὖν μοι τὸν Ἔρωτα ἐνταῦθα λαβεῖν δυνατὸν ἦν.3 ΑΙΑΚΟΣ Ἐγώ σοι καὶ περὶ τοῦ Ἔρωτος ἀποκρινοῦμαι τὰ δίκαια· φήσει γὰρ αὐτὸς μὲν τοῦ ἐρᾶν τῷ Πάριδι ἴσως γεγενῆσθαι αἴτιος, τοῦ θανάτου δέ σοι οὐδένα ἄλλον, ὦ Πρωτεσίλαε, ἢ σεαυτόν.4 ὃς ἐκλαθόμενος τῆς νεογάμου γυναικός, ἐπεὶ προσεφέρεσθε τῇ Τρῳάδι, οὕτως φιλοκινδύνως καὶ ἀπονενοημένως προεπήδησας τῶν ἄλλων δόξης ἐρασθείς, δι’ ἣν πρῶτος ἐν τῇ ἀποβάσει ἀπέθανες. ΠΡΩΤΕΣΙΛΑΟΣ Οὐκοῦν καὶ ὑπὲρ ἐμαυτοῦ σοι, ὦ Αἰακέ, ἀποκρινοῦμαι δικαιότερα· οὐ γὰρ ἐγὼ τούτων αἴτιος, ἀλλὰ ἡ Μοῖρα καὶ τὸ ἐξ ἀρχῆς οὕτως ἐπικεκλῶσθαι. ΑΙΑΚΟΣ Ὀρθῶς· τί οὖν τούτους αἰτιᾷ;
普罗忒西拉奥斯:你说得在理。那么,若我能在此处捉到厄洛斯就好了! 埃阿科斯:我也要替厄洛斯给你一个公道的答复:因为他本人大概会说,他固然是让帕里斯陷入热恋的原因,但造成你死亡的,普罗忒西拉奥斯啊,除了你自己别无他人。当你们驶近特洛伊地区时,你完全忘却了新婚妻子,贪图虚名,以致如此奋不顾身而疯狂地抢在所有人之前纵身一跃,并因这虚名而在登陆时首当其冲地阵亡。 普罗忒西拉奥斯:那么,埃阿科斯,我也要为自己作一个更公道的辩驳:因为这些并非是由我招致,而是命运女神摩伊拉以及自始便如此纺就的宿命所致。 埃阿科斯:说得对;那你为何还要怪罪这些人呢?
- 27.1ᾤχετο ἁρπάσας
位移动词 οἴχομαι(离去)与伴随分词 ἁρπάσας(抢夺)连用的惯用句式,表示一系列迅捷的连贯动作,意为“夺走并逃匿”或“拐走”。
- 27.1καὶ ταῦτα ὁμότεχνον ὄντα σοι
惯用语 καὶ ταῦτα(“而且是……”、“况且还是……”)引出宾格分词短语 ὁμότεχνον ὄντα σοι。分词 ὄντα 的宾格与前文 ἄδικα ποιῶν(“行不义之事”)中未言明的宾语“我”(即帕里斯自身)保持性数格一致。
- 27.2εἴθε οὖν μοι τὸν Ἔρωτα ἐνταῦθα λαβεῖν δυνατὸν ἦν
由 εἴθε 与未完成过去时直陈式 ἦν 构成的表示当下无法实现的愿望句(“但愿我能在这里抓住厄洛斯”)。不定词短语 λαβεῖν 充当 ἦν 的主语。
- 27.2τοῦ θανάτου δέ σοι οὐδένα ἄλλον, ὦ Πρωτεσίλαε, ἢ σεαυτόν
承接前句 φήσει 并省略了动词不定词 [αἴτιον γεγενῆσθαι](成为……的原因)的宾格不定词结构;宾格短语 οὐδένα ἄλλον... ἢ σεαυτόν 作不定词的逻辑主语。
