← 琉善

亡灵对话录

§26.1-26.4

安提洛科斯的斥责与阿喀琉斯对生命的渴望

安提洛科斯斥责阿喀琉斯宁在阳世为仆也不愿为冥府之主的言论有失英雄气概,阿喀琉斯则慨叹死者间的绝对平等与名誉的虚无,两人遂就如何面对死亡之必然性展开辩论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26.1

ΑΝΤΙΛΟΧΟΣ Οἷα πρῴην, Ἀχιλλεῦ, πρὸς τὸν Ὀδυσσέα σοι εἴρηται περὶ τοῦ θανάτου, ὡς ἀγεννῆ καὶ ἀνάξια τοῖν διδασκάλοιν ἀμφοῖν, Χείρωνός τε καὶ Φοίνικος. ἠκροώμην γάρ, ὁπότε ἔφης βούλεσθαι ἐπάρουρος ὢν θητεύειν παρά τινι τῶν ἀκλήρων, “ᾧ μὴ βίοτος πολὺς εἴη,” μᾶλλον ἢ πάντων ἀνάσσειν τῶν νεκρῶν. ταῦτα μὲν οὖν ἀγεννῆ τινα Φρύγα δειλὸν καὶ πέρα τοῦ καλῶς ἔχοντος φιλόζῳον ἴσως ἐχρῆν λέγειν, τὸν Πηλέως δὲ υἱόν, τὸν φιλοκινδυνότατον ἡρώων ἁπάντων, ταπεινὰ οὕτω περὶ αὑτοῦ διανοεῖσθαι πολλὴ αἰσχύνη καὶ ἐναντιότης πρὸς τὰ πεπραγμένα σοι ἐν τῷ βίῳ, ὃς ἐξὸν ἀκλεῶς ἐν τῇ Φθιώτιδι πολυχρόνιον βασιλεύειν,1 ἑκὼν προείλου τὸν μετὰ τῆς ἀγαθῆς δόξης θάνατον.

安提洛科斯:阿喀琉斯,不久前你对奥德修斯谈论死亡时所说的话,是何等鄙俗,何等有愧于喀戎和福尼克斯这两位恩师啊!我当时正听着你说宁愿作为佃农在“家资无几”的无产者门下佣工为奴,也不愿做所有亡者的君王。这样的话,或许一个卑劣懦弱、贪生怕死过甚的弗里吉亚人说出来还情有可原;但身为珀琉斯之子,所有英雄中最乐于临危涉险之人,竟对自己作如此卑下的想法,实乃奇耻大辱,更与你生前的丰功伟绩背道而驰——你本可以默默无闻地在弗提亚长久称王,却甘愿选择了伴随美名的死亡。

§26.2

ΑΧΙΛΛΕΥΣ Ὦ παῖ Νέστορος, ἀλλὰ τότε μὲν ἄπειρος ἔτι τῶν ἐνταῦθα ὢν καὶ τὸ βέλτιον ἐκείνων ὁπότερον ἦν ἀγνοῶν τὸ δύστηνον ἐκεῖνο δοξάριον προετίμων τοῦ βίου, νῦν δὲ συνίημι ἤδη ὡς ἐκείνη μὲν ἀνωφελής, εἰ καὶ ὅτι μάλιστα οἱ ἄνω ῥαψῳδήσουσιν. μετὰ νεκρῶν δὲ ὁμοτιμία, καὶ οὔτε τὸ κάλλος ἐκεῖνο, ὦ Ἀντίλοχε, οὔτε ἡ ἰσχὺς πάρεστιν, ἀλλὰ κείμεθα ἅπαντες ὑπὸ τῷ αὐτῷ ζόφῳ ὅμοιοι καὶ κατ' οὐδὲν ἀλλήλων διαφέροντες, καὶ οὔτε οἱ τῶν Τρώων νεκροὶ δεδίασίν με οὔτε οἱ τῶν Ἀχαιῶν θεραπεύουσιν, ἰσηγορία δὲ ἀκριβὴς καὶ νεκρὸς ὅμοιος, “ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός.” ταῦτά με ἀνιᾷ καὶ ἄχθομαι, ὅτι μὴ θητεύω ζῶν.

阿喀琉斯:涅斯托耳之子啊,那时我尚未体验此处的境遇,不知这两者究竟何者更佳,因而把那可怜微末的名声看得重于生命;但如今我已明白,任凭上方的人们如何高声吟咏,虚名也终归无用。在死者之间地位一律平等,安提洛科斯啊,昔日的美貌与勇力俱已不复存在,我们全都面目雷同地卧在同一片幽暗之下,彼此毫无差别;特洛伊人的亡魂既不惧怕我,阿开奥斯人的亡灵也不奉承我;这里有绝对平等的发言权,亡灵无分彼此,“无论是卑贱者还是高贵者”。正是这些使我痛苦,我所懊恼的,乃是我没能活生生地充当佣工。

§26.3

ΑΝΤΙΛΟΧΟΣ Ὅμως τί οὖν ἄν τις πάθοι,2 ὦ Ἀχιλλεῦ; ταῦτα γὰρ ἔδοξε τῇ φύσει, πάντως ἀποθνήσκειν ἅπαντας, ὥστε χρὴ ἐμμένειν τῷ νόμῳ καὶ μὴ ἀνιᾶσθαι τοῖς διατεταγμένοις. ἄλλως τε ὁρᾷς τῶν ἑταίρων ὅσοι περὶ σέ ἐσμεν οἵδε· μετὰ μικρὸν δὲ καὶ Ὀδυσσεὺς ἀφίξεται πάντως. φέρει δὲ παραμυθίαν καὶ ἡ κοινωνία τοῦ πράγματος καὶ τὸ μὴ μόνον αὐτὸν πεπονθέναι. ὁρᾷς τὸν Ἡρακλέα καὶ τὸν Μελέαγρον καὶ ἄλλους θαυμαστοὺς ἄνδρας, οἳ οὐκ ἂν οἶμαι δέξαιντο ἀνελθεῖν, εἴ τις αὐτοὺς ἀναπέμψειε θητεύσοντας ἀκλήροις καὶ ἀβίοις ἀνδράσιν.

安提洛科斯:然而又能怎样呢,阿喀琉斯?自然已然如此裁定,众人终归难免一死,是以理当顺从法则,切勿为既定之事忧伤。况且你且看身旁聚拢的我们这些同袍有多少人;不多时奥德修斯也必定会来此。同甘共苦以及并非独自罹难的事实,本身便能带来慰藉。你看赫拉克勒斯、梅列阿格罗斯以及其他非凡的勇士,我想,若是有人将他们送回阳世去给贫寒穷困之徒为仆佣工,他们也绝不愿回去。

§26.4

ΑΧΙΛΛΕΥΣ Ἑταιρικὴ μὲν ἡ παραίνεσις, ἐμὲ δὲ οὐκ οἶδ’ ὅπως ἡ μνήμη τῶν παρὰ τὸν βίον ἀνιᾷ, οἶμαι δὲ καὶ ὑμῶν ἕκαστον· εἰ δὲ μὴ ὁμολογεῖτε, ταύτῃ χείρους ἐστὲ καθ' ἡσυχίαν αὐτὸ πάσχοντες. ΑΝΤΙΛΟΧΟΣ Οὔκ, ἀλλ’ ἀμείνους, ὦ Ἀχιλλεῦ· τὸ γὰρ ἀνωφελὲς τοῦ λέγειν ὁρῶμεν· σιωπᾶν γὰρ καὶ φέρειν καὶ ἀνέχεσθαι δέδοκται ἡμῖν, μὴ καὶ γέλωτα ὄφλωμεν ὥσπερ σὺ τοιαῦτα εὐχόμενος.3

阿喀琉斯:这番规劝确是出于同袍之谊;可对我而言,不知怎的,阳世生活的回忆总是折磨着我,而且我认为折磨着你们当中的每一个人。倘若你们不肯承认,暗自忍受着折磨,你们在这一点上反而更可怜。 安提洛科斯:不,恰恰相反,阿喀琉斯,我们更高明;因为我们看清了言说的徒劳。我们早已决意保持缄默、隐忍承受,免得像你这般许下此种愿望而自取其辱、受人嗤笑。

语法注3 条
  1. 26.1ἐξὸν ἀκλεῶς ἐν τῇ Φθιώτιδι πολυχρόνιον βασιλεύειν

    非人称动词 ἔξεστι 的中性单数分词构成宾格绝对独立结构(accusative absolute),表让步,意为“尽管本可以在……称王”。它修饰由关系代词 ὃς 引出的定语从句,与其谓语动词 προείλου 形成鲜明对照。

  2. 26.3τί οὖν ἄν τις πάθοι

    带有 ἄν 的希求法第三人称单数修辞疑问句(“人又能怎么办呢?”),为表达无可奈何或听天由命的习惯用法(“又能如何呢”)。

  3. 26.4ὥσπερ σὺ τοιαῦτα εὐχόμενος

    连词 ὥσπερ 之后接主格代词 σὺ 与分词 εὐχόμενος。承接前面的 μὴ καὶ γέλωτα ὄφλωμεν(第一人称复数虚拟式),此句在语法上省略了第二人称谓语动词(如 [ὄφλῃς]),或是分词直接与作为比较对象的主格代词保持一致的破格结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg066.humanitext-grc3:26.1-26.4