- 底本
- Lucian, Vol. 7. Macleod, Matthew Donald, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1961 (unrenewed copyright).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg066.humanitext-grc3:25.4-25.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大列举从希腊直至印度的赫赫战功以驳斥汉尼拔,并将自己的君王之死同对方的流亡结局相对比;随后赶到的西庇阿以曾击败汉尼拔为由提出席位顺序,米诺斯最终裁定亚历山大第一、西庇阿第二、汉尼拔第三。
ΑΛΕΞΑΝΔΡΟΣ Ἐχρῆν μέν, ὦ Μίνως, μηδὲν πρὸς ἄνδρα οὕτω θρασὺν·1 ἱκανὴ γὰρ ἡ φήμη διδάξαι σε, οἷος μὲν ἐγὼ βασιλεύς, οἷος δὲ οὗτος λῃστὴς ἐγένετο. ὅμως δὲ ὅρα εἰ κατ' ὀλίγον αὐτοῦ διήνεγκα, ὃς νέος ὢν ἔτι παρελθὼν ἐπὶ τὰ πράγματα καὶ τὴν ἀρχὴν τεταραγμένην κατέσχον καὶ τοὺς φονέας τοῦ πατρὸς μετῆλθον, κᾆτα φοβήσας τὴν Ἑλλάδα τῇ Θηβαίων ἀπωλείᾳ στρατηγὸς ὑπ' αὐτῶν χειροτονηθεὶς οὐκ ἠξίωσα τὴν Μακεδόνων ἀρχὴν περιέπων ἀγαπᾶν ἄρχειν ὁπόσων ὁ πατὴρ κατέλιπεν, ἀλλὰ πᾶσαν ἐπινοήσας τὴν γῆν καὶ δεινὸν ἡγησάμενος, εἰ μὴ ἁπάντων κρατήσαιμι, ὀλίγους ἄγων εἰσέβαλον εἰς τὴν Ἀσίαν, καὶ ἐπί τε Γρανικῷ ἐκράτησα μεγάλῃ μάχῃ καὶ τὴν Λυδίαν λαβὼν καὶ Ἰωνίαν καὶ Φρυγίαν καὶ ὅλως τὰ ἐν ποσὶν ἀεὶ χειρούμενος ἦλθον ἐπὶ Ἰσσόν, ἔνθα Δαρεῖος ὑπέμεινεν μυριάδας πολλὰς στρατοῦ ἄγων.
亚历山大:米诺斯,对于这样一个狂妄之徒,本该一言不发;因为声名已足够让你知晓,我是何等样的一位王者,而他又成了何等样的一个强盗。然而,你且看我是否仅仅稍微胜过他一点:我年纪尚轻便执掌国政,稳定了动荡的疆土,追讨了弑父的凶手;随后以毁灭底比斯慑服希腊,被他们推举为统帅,却不屑于仅仅守着马其顿的疆土、满足于统治父亲留下的基业,而是胸怀整个天下,自认若不能征服全境便是不可容忍之事,于是率领少数兵马攻入亚洲。我在格拉尼库斯河畔的大战中取胜,攻取了吕底亚、爱奥尼亚和弗里吉亚,并扫平了眼前的一切阻碍,直抵伊苏斯,在那里大流士正统领数以万计的大军严阵以待。
ΑΛΕΞΑΝΔΡΟΣ καὶ τὸ ἀπὸ τούτου, ὦ Μίνως, ὑμεῖς ἴστε ὅσους ὑμῖν νεκροὺς ἐπὶ μιᾶς ἡμέρας κατέπεμψα· φησὶ γοῦν ὁ πορθμεὺς μὴ διαρκέσαι αὐτοῖς τότε τὸ σκάφος, ἀλλὰ σχεδίας διαπηξαμένους τοὺς πολλοὺς αὐτῶν διαπλεῦσαι. καὶ ταῦτα δὲ ἔπραττον αὐτὸς προκινδυνεύων καὶ τιτρώσκεσθαι ἀξιῶν. καὶ ἵνα σοὶ μὴ τὰ ἐν Τύρῳ μηδὲ τὰ ἐν Ἀρβήλοις διηγήσωμαι, ἀλλὰ καὶ μέχρι Ἰνδῶν ἦλθον καὶ τὸν Ὠκεανὸν ὅρον ἐποιησάμην τῆς ἀρχῆς καὶ τοὺς ἐλέφαντας αὐτῶν εἶχον καὶ Πῶρον ἐχειρωσάμην, καὶ Σκύθας δὲ οὐκ εὐκαταφρονήτους ἄνδρας ὑπερβὰς τὸν Τάναϊν ἐνίκησα μεγάλῃ ἱππομαχίᾳ, καὶ τοὺς φίλους εὖ ἐποίησα καὶ τοὺς ἐχθροὺς ἠμυνάμην. εἰ δὲ καὶ θεὸς ἐδόκουν τοῖς ἀνθρώποις, συγγνωστοὶ ἐκεῖνοι πρὸς τὸ μέγεθος τῶν πραγμάτων καὶ τοιοῦτόν τι πιστεύσαντες περὶ ἐμοῦ.
亚历山大:从那之后的事,米诺斯,你们自己清楚我曾在一日之内送给你们多少亡魂;渡船的艄公至少就曾说过,那时他的小艇甚至容纳不下他们,绝大多数人必须自扎木筏才能渡河。我成就这一切,全凭亲历险境、甘受创伤。且不谈在提尔以及在阿贝拉的战功,我更远征至印度,以大洋为帝国的边界,缴获了他们的战象,降服了波罗斯;又渡过塔奈斯河,在一场大规模骑兵战中击溃了绝非庸俗之辈的塞西亚人;我恩待友人,严惩仇敌。即便世人视我为神明,鉴于我功业的浩大,他们对我产生这般的信念也是情有可原的。
ΑΛΕΞΑΝΔΡΟΣ τὸ δ’ οὖν τελευταῖον ἐγὼ μὲν βασιλεύων ἀπέθανον, οὗτος δὲ ἐν φυγῇ ὢν παρὰ Προυσίᾳ τῷ Βιθυνῷ, καθάπερ ἄξιον ἦν πανουργότατον καὶ ὠμότατον ὄντα· ὡς γὰρ δὴ ἐκράτησεν τῶν Ἰταλῶν, ἐῶ λέγειν ὅτι οὐκ ἰσχύι, ἀλλὰ πονηρίᾳ καὶ ἀπιστίᾳ καὶ δόλοις, νόμιμον δὲ ἢ προφανὲς οὐδέν. ἐπεὶ δέ μοι ὠνείδισεν τὴν τρυφήν, ἐκλελῆσθαί μοι δοκεῖ οἷα ἐποίει ἐν Καπύῃ ἑταίραις συνὼν καὶ τοὺς τοῦ πολέμου καιροὺς ὁ θαυμάσιος καθηδυπαθῶν. ἐγὼ δὲ εἰ μὴ μικρὰ τὰ ἑσπέρια δόξας ἐπὶ τὴν ἕω μᾶλλον ὥρμησα, τί ἂν μέγα ἔπραξα Ἰταλίαν ἀναιμωτὶ λαβὼν καὶ Λιβύην καὶ τὰ μέχρι Γαδείρων ὑπαγόμενος;2 ἀλλ’ οὐκ ἀξιόμαχα ἔδοξέ μοι ἐκεῖνα ὑποπτήσσοντα ἤδη καὶ δεσπότην ὁμολογοῦντα. εἴρηκα· σὺ δέ, ὦ Μίνως, δίκαζε· ἱκανὰ γὰρ ἀπὸ πολλῶν καὶ ταῦτα.
亚历山大:总之,无论如何,我是以君王之尊终其一生的,而此人却是在比提尼亚的普鲁西亚斯那里流亡致死,对于一个极尽奸诈残暴之徒而言,实乃死得其所。至于他如何制服意大利人,我甚至懒得提及那绝非凭藉实力,而是靠奸邪、背信与诡计,绝无任何合乎公理或堂堂正正之举。既然他谴责我耽于享乐,我看他似乎忘却了自己在卡普亚与娼妓混迹的所作所为,这位了不起的人物竟在声色犬马中虚掷了战机。至于我,若不是认为西方诸事微不足道而毅然进军东方,即便兵不血刃地夺取意大利、征服利比亚乃至远及加代拉的土地,又算得成就了什么大业呢?在我看来,那些已然畏缩臣服、认〔我〕为主君之地根本不值一战。我的话讲完了;米诺斯,你裁决吧;即便从诸多事迹中仅举这几端,也已足够。
ΣΚΙΠΙΩΝ Μὴ πρότερον, ἢν μὴ καὶ ἐμοῦ ἀκούσῃς. ΜΙΝΩΣ Τίς γὰρ εἶ, ὦ βέλτιστε; ἢ πόθεν ὢν ἐρεῖς; ΣΚΙΠΙΩΝ Ἰταλιώτης Σκιπίων στρατηγὸς ὁ καθελὼν Καρχηδόνα καὶ κρατήσας Λιβύων μεγάλαις μάχαις. ΜΙΝΩΣ Τί οὖν καὶ σὺ ἐρεῖς; ΣΚΙΠΙΩΝ Ἀλεξάνδρου μὲν ἥττων εἶναι, τοῦ δὲ Ἀννίβου ἀμείνων,3 ὃς ἐδίωξα νικήσας αὐτὸν καὶ φυγεῖν καταναγκάσας ἀτίμως. πῶς οὖν οὐκ ἀναίσχυντος οὗτος, ὃς προς Ἀλέξανδρον ἁμιλλᾶται, ᾧ οὐδὲ Σκιπίων ἐγὼ ὁ νενικηκὼς ἐμαυτὸν παραβάλλεσθαι ἀξιῶ; ΜΙΝΩΣ Νὴ Δί' εὐγνώμονα φῄς, ὦ Σκιπίων· ὥστε πρῶτος μὲν κεκρίσθω Ἀλέξανδρος, μετ' αὐτὸν δὲ σύ, εἶτα, εἰ δοκεῖ, τρίτος Ἀννίβας οὐδὲ οὗτος εὐκαταφρόνητος ὤν.
西庇阿:且慢裁决,除非你也听听我的陈词。 米诺斯:足下何人?是从何处而来说话的? 西庇阿:我是意大利的将领西庇阿,正是毁灭迦太基、在大战中战胜各利比亚部族的人。 米诺斯:那么你又要说些什么呢? 西庇阿:我自认比不上亚历山大,却胜过汉尼拔;因为是我战胜了他,追击他并迫使他蒙羞出逃。既然连战胜他的我西庇阿都不敢自比于亚历山大,那么竞相要同亚历山大一争高下的这个人,岂非厚颜无耻? 米诺斯:凭宙斯起誓,西庇阿,你说得合情合理。因此,应当裁定亚历山大为第一名,其后是你,随后,如果意下可行,第三名为汉尼拔,因为此人亦非泛泛之辈。
- 25.4Ἐχρῆν μέν, ὦ Μίνως, μηδὲν πρὸς ἄνδρα οὕτω θρασὺν
非人称动词 ἐχρῆν 之后省略了不定式(如 λέγειν 或 ἀποκρίνεσθαι)。用未完成过去时表示本应发生而实际未发生之事,意为“本不该对如此狂妄之人作答”。
- 25.6τί ἂν μέγα ἔπραξα Ἰταλίαν ἀναιμωτὶ λαβὼν καὶ Λιβύην καὶ τὰ μέχρι Γαδείρων ὑπαγόμενος;
由直陈式不定过去时加 ἄν(τί ἂν μέγα ἔπραξα)构成的与过去事实相反的主句,呼应前句的条件从句(εἰ μὴ ... ὥρμησα)。这是一个修辞性反问,意指“若未进军东方,即便不流血夺取意大利和利比亚,又算得上成就了什么大业呢(实际上微不足道)”。
- 25.7Ἀλεξάνδρου μὲν ἥττων εἶναι, τοῦ δὲ Ἀννίβου ἀμείνων
承接前文米诺斯的提问(Τί οὖν καὶ σὺ ἐρεῖς?),省略了述谓动词(如 φημί)的不定式结构。由于不定式的逻辑主语即发话者自身,表语形容词 ἥττων 和 ἀμείνων 保持主格(主格不定式结构),意为“(我宣称)我逊于亚历山大,却胜过汉尼拔”。
