- 底本
- Lucian, Vol. 7. Macleod, Matthew Donald, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1961 (unrenewed copyright).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg066.humanitext-grc3:25.1-25.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在冥府法庭上,亚历山大与汉尼拔为首席名次起争执;米诺斯命汉尼拔先发言,汉尼拔遂陈述自己的军功、白手起家的历程以及相比亚历山大在品德与知略上的优越之处。
ΑΛΕΞΑΝΔΡΟΣ Ἐμὲ δεῖ προκεκρίσθαι σου, ὦ Λίβυ· ἀμείνων γάρ εἰμι. ΑΝΝΙΒΑΣ Οὐ μὲν οὖν, ἀλλ’ ἐμέ. ΑΛΕΞΑΝΔΡΟΣ Οὐκοῦν ὁ Μίνως δικασάτω. ΜΙΝΩΣ Τίνες δὲ ἐστέ; ΑΛΕΞΑΝΔΡΟΣ Οὗτος μὲν Ἀννίβας ὁ Καρχηδόνιος, ἐγὼ δὲ Ἀλέξανδρος ὁ Φιλίππου. ΜΙΝΩΣ Νὴ Δία ἔνδοξοί γε ἀμφότεροι. ἀλλὰ περὶ τίνος ὑμῖν ἡ ἔρις; ΑΛΕΞΑΝΔΡΟΣ Περὶ προεδρίας· φησὶ γὰρ οὗτος ἀμείνων γεγενῆσθαι στρατηγὸς ἐμοῦ, ἐγὼ δέ, ὥσπερ ἅπαντες ἴσασιν, οὐχὶ τούτου μόνον, ἀλλὰ πάντων σχεδὸν τῶν πρὸ ἐμοῦ φημι διενεγκεῖν τὰ πολέμια. ΜΙΝΩΣ Οὐκοῦν ἐν μέρει ἑκάτερος εἰπάτω, σὺ δὲ πρῶτος ὁ Λίβυς λέγε.
亚历山大:利比亚人,我理应排在你前面,因为我比你更优秀。 汉尼拔:绝非如此,应当是我。 亚历山大:那么就让米诺斯来裁决吧。 米诺斯:你们是谁? 亚历山大:这位是迦太基的汉尼拔,而我是腓力之子亚历山大。 米诺斯:凭宙斯起誓,两位确实都是名震天下之人。但你们争执的是什么呢? 亚历山大:为了首席之位。因为此人声称自己作为统帅比我更为出色;而正如众人所知,我声称自己不仅胜过他,而且在战事上几乎超越了在我之前的所有人。 米诺斯:那么你们就轮流申述吧,你这利比亚人,你先说。
ΑΝΝΙΒΑΣ Ἓν μὲν τοῦτο, ὦ Μίνως, ὠνάμην, ὅτι ἐνταῦθα καὶ τὴν Ἑλλάδα φωνὴν ἐξέμαθον· ὥστε οὐδὲ ταύτῃ πλέον οὗτος ἐνέγκαιτό μου.1 φημὶ δὲ τούτους μάλιστα ἐπαίνου ἀξίους εἶναι, ὅσοι τὸ μηδὲν ἐξ ἀρχῆς ὄντες ὅμως ἐπὶ μέγα προεχώρησαν δι’ αὑτῶν δύναμίν τε περιβαλόμενοι καὶ ἄξιοι δόξαντες ἀρχῆς. ἔγωγ' οὖν μετ' ὀλίγων ἐξορμήσας εἰς τὴν Ἰβηρίαν τὸ πρῶτον ὕπαρχος ὢν τῷ ἀδελφῷ μεγίστων ἠξιώθην ἄριστος κριθείς, καὶ τούς τε Κελτίβηρας εἷλον καὶ Γαλατῶν ἐκράτησα τῶν ἑσπερίων καὶ τὰ μεγάλα ὄρη ὑπερβὰς τὰ περὶ τὸν Ἠριδανὸν ἅπαντα κατέδραμον καὶ ἀναστάτους ἐποίησα τοσαύτας πόλεις καὶ τὴν πεδινὴν Ἰταλίαν ἐχειρωσάμην καὶ μέχρι τῶν προαστείων τῆς προὐχούσης πόλεως ἦλθον καὶ τοσούτους ἀπέκτεινα μιᾶς ἡμέρας, ὥστε τοὺς δακτυλίους αὐτῶν μεδίμνοις ἀπομετρῆσαι καὶ τοὺς ποταμοὺς γεφυρῶσαι νεκροῖς. καὶ ταῦτα πάντα ἔπραξα οὔτε Ἄμμωνος υἱὸς ὀνομαζόμενος οὔτε θεὸς εἶναι προσποιούμενος ἢ ἐνύπνια τῆς μητρὸς διεξιών, ἀλλ’ ἄνθρωπος εἶναι ὁμολογῶν, στρατηγοῖς τε τοῖς συνετωτάτοις ἀντεξεταζόμενος καὶ στρατιώταις τοῖς μαχιμωτάτοις συμπλεκόμενος, οὐ Μήδους καὶ Ἀρμενίους καταγωνιζόμενος ὑποφεύγοντας πρὶν διώκειν τινὰ καὶ τῷ τολμήσαντι παραδιδόντας εὐθὺς τὴν νίκην.
汉尼拔:米诺斯,单凭这一点我就获益良多,即在这里我也学会了希腊语,因此在这方面他也占不到我的便宜。我认为,那些起初一无所有,却凭着自身力量获取权势、显出统帅才干而进趋于伟大的人,最值得称赞。我起初仅率领少数人前往伊比利亚,起先只是我兄弟的副将,因被评为最出众而获授最高军权;我征服了凯尔特伊比利亚人,制服了西方的加拉太人,翻越崇山峻岭,横扫埃里达诺斯河流域全境,荡平了如此多的城邑,降服了意大利平原地带,直逼那座首屈一指之城池的郊外,并在一天之内斩杀了如此之多的敌军,以致于他们的指环须以麦狄姆诺斯容量斗来计量,尸体在河面上架成了桥梁。我成就这一切,既未被称作阿蒙之子,亦未假托自己是神明或编造母亲的梦境,而是坦承自己肉体凡胎,与最具智谋的将领较量,同最骁勇善战的士卒交锋;绝非击败那些未等追击便望风披靡、拱手向敢战者奉献胜利的米底亚人和亚美尼亚人。
ΑΝΝΙΒΑΣ Ἀλέξανδρος δὲ πατρῴαν ἀρχὴν παραλαβὼν ηὔξησεν καὶ παρὰ πολὺ ἐξέτεινε χρησάμενος τῇ τῆς τύχης ὁρμῇ. ἐπεὶ δ’ οὖν ἐνίκησέ τε καὶ τὸν ὄλεθρον ἐκεῖνον Δαρεῖον ἐν Ἰσσῷ τε καὶ Ἀρβήλοις ἐκράτησεν, ἀποστὰς τῶν πατρῴων προσκυνεῖσθαι ἠξίου καὶ δίαιταν τὴν Μηδικὴν μετεδιῄτησεν ἑαυτὸν2 καὶ ἐμιαιφόνει ἐν τοῖς συμποσίοις τοὺς φίλους καὶ συνελάμβανεν ἐπὶ θανάτῳ. ἐγὼ δὲ ἦρξα ἐπ' ἴσης τῆς πατρίδος,3 καὶ ἐπειδὴ μετεπέμπετο τῶν πολεμίων μεγάλῳ στόλῳ ἐπιπλευσάντων τῇ Λιβύῃ, ταχέως ὑπήκουσα, καὶ ἰδιώτην ἐμαυτὸν παρέσχον καὶ καταδικασθεὶς ἤνεγκα εὐγνωμόνως τὸ πρᾶγμα. καὶ ταῦτα ἔπραξα βάρβαρος ὢν καὶ ἀπαίδευτος παιδείας τῆς Ἑλληνικῆς καὶ οὔτε Ὅμηρον ὥσπερ οὗτος ῥαψῳδῶν οὔτε ὑπ' Ἀριστοτέλει τῷ σοφιστῇ παιδευθείς, μόνῃ δὲ τῇ φύσει ἀγαθῇ χρησάμενος. ταῦτά ἐστιν ἃ ἐγὼ Ἀλεξάνδρου ἀμείνων φημὶ εἶναι. εἰ δέ ἐστι καλλίων οὑτοσί, διότι διαδήματι τὴν κεφαλὴν διεδέδετο, Μακεδόσι ἴσως καὶ ταῦτα σεμνά, οὐ μὴν διὰ τοῦτο ἀμείνων μὲν δόξειεν ἂν γενναίου καὶ στρατηγικοῦ ἀνδρὸς τῇ γνώμῃ πλέον ἤπερ τῇ τύχῃ κεχρημένου. ΜΙΝΩΣ Ὁ μὲν εἴρηκεν οὐκ ἀγεννῆ τὸν λόγον οὐδὲ ὡς Λίβυν εἰκὸς ἦν ὑπὲρ αὑτοῦ. σὺ δέ, ὦ Ἀλέξανδρε, τί πρὸς ταῦτα φῄς;
汉尼拔:而亚历山大不过是继承了父辈的基业,凭借命运的顺势将其扩充扩张罢了。总之,当他在伊苏斯和阿贝拉战胜并制服了那个不堪一击的大流士之后,便背弃祖制,要求臣民行俯伏叩拜之礼,将自己的生活方式改换为米底亚式,在宴席间残杀友人,逮捕他们并处以死刑。但我却以平等公民的身份治理祖国;当敌人率大军泛舟进犯利比亚而祖国召我回国时,我迅即遵命,甘为布衣之身,即便遭判有罪,亦心平气和地承受了这一结局。我做成这些事,身为异族之人,未受过希腊的教化,既不像他那样吟咏荷马,亦未曾受教于诡辩家亚里士多德,而仅仅凭借良好的天赋禀性。这些便是我声称胜过亚历山大的缘由。如果说此人因头上缠着王冠而更为俊美——或许在马其顿人眼中这也算尊贵——但绝不能因此就认为他胜过一个凭借智略远甚于凭借运气的英勇统帅。 米诺斯:他为自己所作的这番辩护并非平庸之论,也绝非人们对一个利比亚人所预期的那般狭隘。但亚历山大,对此你又怎么说呢?
- 25.2ὥστε οὐδὲ ταύτῃ πλέον οὗτος ἐνέγκαιτό μου
在 ὥστε 引导的结果从句中使用了未带 ἄν 的潜能希求语气。成语表达 πλέον φέρομαι(意为“占上风、获得优势”)支配表示比较的属格 μου,指示代词 ταύτῃ 则充当表示视角的与格(“在这方面”)。
- 25.3δίαιταν τὴν Μηδικὴν μετεδιῄτησεν ἑαυτὸν
动词 μεταδιαιτάω 作及物与使役用法(“使改变生活方式”),支配反身代名词 ἑαυτόν 作为直接宾语,并以 δίαιταν τὴν Μηδικήν 作为同族或宾语补足语性质的宾格(“使自己转变为米底亚式的生活方式”)。
- 25.3ἦρξα ἐπ' ἴσης τῆς πατρίδος
动词 ἦρξα(源自 ἄρχω,“统治、执政”)支配属格宾语 τῆς πατρίδος,介词短语 ἐπ' ἴσης 作副词性短语,意为“在平等的基础上、以平等公民身份”,以此与亚历山大的专制独裁统治形成鲜明对照。
