- 底本
- Lucian, Vol. 7. Macleod, Matthew Donald, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1961 (unrenewed copyright).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg066.humanitext-grc3:24.1-24.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
冥府裁判官米诺斯宣判亡者刑罚之际,强盗索斯特拉托斯辩称自己的恶行纯属遵从命运女神注定的安排,作为工具之人不应受罚。米诺斯被其辩才说服,下令将其免予刑罚释放。
ΜΙΝΩΣ Ὁ μὲν λῃστὴς οὑτοσὶ Σώστρατος εἰς τὸν Πυριφλεγέθοντα ἐμβεβλήσθω, ὁ δὲ ἱερόσυλος ὑπὸ τῆς Χιμαίρας διασπασθήτω, ὁ δὲ τύραννος, ὦ Ἑρμῆ, παρὰ τὸν Τιτυὸν ἀποταθεὶς ὑπὸ τῶν γυπῶν καὶ αὐτὸς κειρέσθω τὸ ἧπαρ,1 ὑμεῖς δὲ οἱ ἀγαθοὶ ἄπιτε κατὰ τάχος εἰς τὸ Ἠλύσιον πεδίον καὶ τὰς μακάρων νήσους κατοικεῖτε, ἀνθ' ὧν δίκαια ἐποιεῖτε παρὰ τὸν βίον. ΣΩΣΤΡΑΤΟΣ Ἄκουσον, ὦ Μίνως, εἴ σοι δίκαια δόξω λέγειν. ΜΙΝΩΣ Νῦν ἀκούσω αὖθις; οὐ γὰρ ἐξελήλεγξαι, ὦ Σώστρατε, πονηρὸς ὢν καὶ τοσούτους ἀπεκτονώς; ΣΩΣΤΡΑΤΟΣ Ἐλήλεγμαι μέν, ἀλλ’ ὅρα, εἰ δικαίως κολασθήσομαι. ΜΙΝΩΣ Καὶ πάνυ, εἴ γε ἀποτίνειν τὴν ἀξίαν δίκαιον. ΣΩΣΤΡΑΤΟΣ Ὅμως ἀπόκριναί μοι, ὦ Μίνως· βραχὺ γάρ τι ἐρήσομαί σε. ΜΙΝΩΣ Λέγε, μὴ μακρὰ μόνον, ὡς καὶ τοὺς ἄλλους διακρίνωμεν ἤδη.
米诺斯:让这个强盗索斯特拉托斯被扔进皮里弗勒革同河;让那个盗庙者被奇美拉撕碎;赫尔墨斯,让那个僭主被拉直平摊在堤梯俄斯身旁,肝脏也任由兀鹰啄食;而你们这些良善之人,快快前往埃律西昂平原,定居在福人岛上,以回报你们生前行事公正。 索斯特拉托斯:米诺斯,听我说说,看我讲得是否有理。 米诺斯:现在我还要再听你说?索斯特拉托斯,难道你不是已经被证实是个恶棍、杀了那么多人吗? 索斯特拉托斯:我确实已被定罪;但请看看我受罚是否公道。 米诺斯:当然公道,如果付出应得的代价算是公道的话。 索斯特拉托斯:尽管如此,米诺斯,还是请回答我;我只想问你一个简短的问题。 米诺斯:说吧,只是别太冗长,好让我们立刻去审判其他人。
ΣΩΣΤΡΑΤΟΣ Ὁπόσα ἔπραττον ἐν τῷ βίῳ, πότερα ἑκὼν ἔπραττον ἢ ἐπεκέκλωστό μοι ὑπὸ τῆς Μοίρας; ΜΙΝΩΣ Ὑπὸ τῆς Μοίρας δηλαδή. ΣΩΣΤΡΑΤΟΣ Οὐκοῦν καὶ οἱ χρηστοὶ ἅπαντες καὶ οἱ πονηροὶ δοκοῦντες ἡμεῖς ἐκείνῃ ὑπηρετοῦντες ταῦτα ἐδρῶμεν; ΜΙΝΩΣ Ναί, τῇ Κλωθοῖ, ἣ ἑκάστῳ ἐπέταξε γεννηθέντι τὰ πρακτέα. ΣΩΣΤΡΑΤΟΣ Εἰ τοίνυν ἀναγκασθείς τις ὑπ' ἄλλου φονεύσειέν τινα οὐ δυνάμενος ἀντιλέγειν ἐκείνῳ βιαζομένῳ, οἷον δήμιος ἢ δορυφόρος, ὁ μὲν δικαστῇ πεισθείς, ὁ δέ τυράννῳ, τίνα αἰτιάσῃ τοῦ φόνου; ΜΙΝΩΣ Δῆλον ὡς τὸν δικαστὴν ἢ τὸν τύραννον, ἐπεὶ οὐδὲ τὸ ξίφος αὐτό· ὑπηρετεῖ γὰρ ὄργανον ὂν τοῦτο πρὸς τὸν θυμὸν τῷ πρώτῳ παρασχόντι τὴν αἰτίαν. ΣΩΣΤΡΑΤΟΣ Εὖ γε, ὦ Μίνως, ὅτι καὶ ἐπιδαψιλεύῃ τῷ παραδείγματι. ἢν δέ τις ἀποστείλαντος τοῦ δεσπότου ἥκῃ αὐτὸς χρυσὸν ἢ ἄργυρον κομίζων, τίνι τὴν χάριν ἰστέον ἢ τίνα εὐεργέτην ἀναγραπτέον; ΜΙΝΩΣ Τὸν πέμψαντα, ὦ Σώστρατε· διάκονος γὰρ ὁ κομίσας ἦν.
索斯特拉托斯:我在生前所做的一切,是我自愿去做的呢,还是由命运女神为我纺就注定的呢? 米诺斯:自然是由命运女神注定的。 索斯特拉托斯:那么,所有善人,以及像我们这样被视为恶人的人,不都是听从于她才做出这些事的吗? 米诺斯:是的,听从克洛托,她在每个人出生时便规定了其所当为之事。 索斯特拉托斯:那么,若有人被迫于他人,无力反抗施暴者而杀了人——譬如刽子手或侍卫,一个遵从法官,另一个遵从僭主——你会把谋杀归咎于谁呢? 米诺斯:显然是法官或僭主,因为就连利剑本身也不能被归咎;利剑作为工具,只是在侍奉提供根本原因之人的怒火罢了。 索斯特拉托斯:说得好,米诺斯,你还丰富了这个譬喻。那么,如果某人因为主人的差遣而亲自带着金银前去送达,应当感谢谁,又该将谁记为恩人呢? 米诺斯:那个差遣他的人,索斯特拉托斯;因为送来的人不过是个仆役。
ΣΩΣΤΡΑΤΟΣ Οὐκοῦν ὁρᾷς πῶς ἄδικα ποιεῖς κολάζων ἡμᾶς ὑπηρέτας γενομένους ὧν ἡ Κλωθὼ προσέταττεν,2 καὶ τούτους τιμήσας τοὺς διακονησαμένους ἀλλοτρίοις ἀγαθοῖς; οὐ γὰρ δὴ ἐκεῖνό γε εἰπεῖν ἔχοι τις ὡς ἀντιλέγειν δυνατὸν ἦν τοῖς μετὰ πάσης ἀνάγκης προστεταγμένοις. ΜΙΝΩΣ Ὦ Σώστρατε, πολλὰ ἴδοις ἂν καὶ ἄλλα οὐ κατὰ λόγον γιγνόμενα, εἰ ἀκριβῶς ἐξετάζοις. πλὴν ἀλλὰ σὺ τοῦτο ἀπολαύσεις τῆς ἐπερωτήσεως, διότι οὐ λῃστὴς μόνον, ἀλλὰ καὶ σοφιστής τις εἶναι δοκεῖς. ἀπόλυσον αὐτόν, ὦ Ἑρμῆ, καὶ μηκέτι κολαζέσθω. ὅρα δὲ μὴ καὶ τοὺς ἄλλους νεκροὺς τὰ ὅμοια ἐρωτᾶν διδάξῃς.3
索斯特拉托斯:那么你难道看不出,惩罚我们这些遵行克洛托命令的仆从,却奖赏那些侍奉他人之善行的人,是多么不公吗?因为绝没有人能说,对全无抗拒余地的绝对必然之命,竟还有可能表示反对。 米诺斯:索斯特拉托斯,如果仔细审视,你还会看到许多其他不合常理发生的事情。不过,你倒可以从这番辩问中得到实惠,因为你看来不仅是个强盗,还是个哲人诡辩家。赫尔墨斯,放了他吧,别再惩罚他了。但你要当心,切莫教别的死人也问出同样的问题。
- 24.1ὑπὸ τῶν γυπῶν καὶ αὐτὸς κειρέσθω τὸ ἧπαρ
τὸ ἧπαρ 是伴随被动语态命令式动词 κειρέσθω(“任由啄食/剪除”)的关系宾格(限制性宾格),用于指明受损的身体部位。主语为 ὁ τύραννος,受损的具体部位由宾格加以限定。
- 24.3ὧν ἡ Κλωθὼ προσέταττεν
先行词 τούτων 被省略,而原本在从句中作为 προσέταττεν 的中性宾格宾语(ἃ)受到省略了的先行词属格的影响,被吸引(attraction)变为了属格 ὧν。其原本的完整句法结构为 ὑπηρέτας γενομένους [τούτων] ἃ ἡ Κλωθὼ προσέταττεν。
- 24.3ὅρα δὲ μὴ καὶ τοὺς ἄλλους νεκροὺς τὰ ὅμοια ἐρωτᾶν διδάξῃς
ὅρα μή 搭配不定过去时虚拟式(διδάξῃς)构成表示告诫或谨慎防范的句式(“当心/切莫……”)。由否定词 μή 引导的从句充当表示警示的命令词 ὅρα 的宾语从句。
