- 底本
- Lucian, Vol. 7. Macleod, Matthew Donald, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1961 (unrenewed copyright).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg066.humanitext-grc3:23.1-23.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿伽门农斥责埃阿斯在冥界傲慢地无视奥德修斯,埃阿斯则坚决拒绝放下因争夺阿喀琉斯铠甲而对奥德修斯怀有的深刻仇恨。
ΑΓΑΜΕΜΝΩΝ Εἰ σὺ μανείς, ὦ Αἶαν, σεαυτὸν ἐφόνευσας, ἐμέλλησας δὲ καὶ ἡμᾶς ἅπαντας,1 τί αἰτιᾷ τὸν Ὀδυσσέα καὶ πρῴην οὔτε προσέβλεψας αὐτόν, ὁπότε ἧκεν μαντευσόμενος, οὔτε προσειπεῖν ἠξίωσας ἄνδρα συστρατιώτην καὶ ἑταῖρον, ἀλλ’ ὑπεροπτικῶς μεγάλα βαίνων παρῆλθες; ΑΙΑΣ Εἰκότως, ὦ Ἀγαμέμνον· αὐτὸς γοῦν μοι τῆς μανίας αἴτιος κατέστη μόνος ἀντεξετασθεὶς ἐπὶ τοῖς ὅπλοις. ΑΓΑΜΕΜΝΩΝ Ἠξίους δὲ ἀνανταγώνιστος εἶναι καὶ ἀκονιτὶ κρατεῖν ἁπάντων; ΑΙΑΣ Ναί, τά γε τοιαῦτα· οἰκεία γάρ μοι ἦν ἡ πανοπλία τοῦ ἀνεψιοῦ γε οὖσα. καὶ ὑμεῖς οἱ ἄλλοι πολὺ ἀμείνους ὄντες ἀπείπασθε τὸν ἀγῶνα καὶ παρεχωρήσατέ μοι τῶν ἄθλων, ὁ δὲ Λαέρτου, ὃν ἐγὼ πολλάκις ἔσωσα κινδυνεύοντα κατακεκόφθαι ὑπὸ τῶν Φρυγῶν, ἀμείνων ἠξίου εἶναι καὶ ἐπιτηδειότερος ἔχειν τὰ ὅπλα.
阿伽门农:埃阿斯,即使你发疯自尽,并且险些把我们大家全都杀死,你又为何归咎于奥德修斯?日前他来求问神谕时,你既不肯看他一眼,也不屑同这位同袍战友搭话,反而迈着大步傲慢地走开了,这是为何? 埃阿斯:理所当然,阿伽门农;正是他独自一人就铠甲同我相争,才成了使我发狂的祸首。 阿伽门农:难道你认为自己理应无人竞争,不费吹灰之力就胜过所有人吗? 埃阿斯:是的,在这类事情上确是如此;因为那套甲胄本属于我,毕竟它是我表弟之物。你们其余的人虽然骁勇得多,却都放弃了争夺,把这份战利品让给了我;唯独那个拉埃尔特斯之子——我曾多次在他险些被弗里吉亚人碎尸万段时救下他——竟自以为比我更优秀、更有资格拥有那副铠甲。
ΑΓΑΜΕΜΝΩΝ Αἰτιῶ τοιγαροῦν, ὦ γενναῖε, τὴν Θέτιν, ἣ δέον2 σοὶ τὴν κληρονομίαν τῶν ὅπλων παραδοῦναι συγγενεῖ γε ὄντι, φέρουσα ἐς τὸ κοινὸν κατέθετο αὐτά. ΑΙΑΣ Οὔκ, ἀλλὰ τὸν Ὀδυσσέα, ὃς ἀντεποιήθη μόνος. ΑΓΑΜΕΜΝΩΝ Συγγνώμη, ὦ Αἶαν, εἰ ἄνθρωπος ὢν ὠρέχθη δόξης ἡδίστου πράγματος, ὑπὲρ οὗ καὶ ἡμῶν ἕκαστος κινδυνεύειν ὑπέμενεν, ἐπεὶ καὶ ἐκράτησέ σου καὶ ταῦτα ἐπὶ Τρωσὶ δικασταῖς. ΑΙΑΣ Οἶδα ἐγώ, ἥτις μου κατεδίκασεν· ἀλλ’ οὐ θέμις λέγειν τι περὶ τῶν θεῶν. τὸν δ’ οὖν Ὀδυσσέα μὴ οὐχὶ μισεῖν οὐκ ἂν δυναίμην,3 ὦ Ἀγάμεμνον, οὐδ’ εἰ αὐτή μοι ἡ Ἀθηνᾶ τοῦτο ἐπιτάττοι.
阿伽门农:高尚的朋友,既然如此,你倒该责怪忒提斯才对;她本应把这副甲胄作为遗产交给你这个亲属,却把它拿来置于众人之中。 埃阿斯:不,而是责怪奥德修斯,是他独自一人跳出来争夺。 阿伽门农:原谅他吧,埃阿斯,凡人追求荣誉这至甜之物又有何不可呢?我们每个人不也为了它而忍受危险?况且他确实战胜了你,而且是在特洛伊人充当法官的裁判下赢的。 埃阿斯:我知道是谁判我败诉;但这关乎诸神,不可多言。不过,阿伽门农,我绝不可能不恨奥德修斯,哪怕雅典娜亲自向我下达这道命令也不行。
- 23.1ἐμέλλησας δὲ καὶ ἡμᾶς ἅπαντας
动词 μέλλω 在过去时中常表示“险些……”、“差一点就……”,此处省去了由前文 σεαυτὸν ἐφόνευσας 派生出的不定词(如 φονεῦσαι),意为“险些将我们大家也一并杀死”。
- 23.2δέον
非人称动词 δεῖ 的中性单数现在分词,构成绝对宾格(accusative absolute),表让步或转折,意为“本应当……”。它在由 ἥ 引导的关系节中修饰主要动词 κατέθετο。
- 23.2μὴ οὐχὶ μισεῖν οὐκ ἂν δυναίμην
否定主句(οὐκ ἂν δυναίμην)后的不定词 μισεῖν 带有双重否定连用词 μὴ οὐχί(μὴ οὐ 的加重形式)。这是古典希腊语在否定动词之后带动词不定词的常见结构,表达强烈的必然性:“我绝不可能不恨……”。
