- 底本
- Lucian, Vol. 7. Macleod, Matthew Donald, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1961 (unrenewed copyright).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg066.humanitext-grc3:22.6-22.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安提斯泰尼与第欧根尼各自讲述了与自己一同下到冥府之人的可悲行径;随后他们抵达冥界入口,第欧根尼质问并讽刺了一位虽极度穷苦衰老却仍贪生惜死的九旬老人。
ΑΝΤΙΣΘΕΝΗΣ Κἀγὼ δὲ ὁπότε κατῄειν, οὐδ’ ἀνέμιξα ἐμαυτὸν τοῖς ἄλλοις, ἀλλ’ ἀφεὶς οἰμώζοντας αὐτοὺς προδραμὼν ἐπὶ τὸ πορθμεῖον προκατέλαβον χώραν, ὡς ἂν ἐπιτηδείως πλεύσαιμι· καὶ παρὰ τὸν πλοῦν οἱ μὲν ἐδάκρυόν τε καὶ ἐναυτίων, ἐγὼ δὲ μάλα ἐτερπόμην ἐπ' αὐτοῖς.
安提斯泰尼:至于我下到这里的时候,甚至根本没有和其余的人混在一起,而是任由他们哀号,自己抢先奔向渡船,预先占了一个座位,以便能够舒舒服服地航行;在渡河途中,他们又是哭泣又是晕船,而我看着他们,心里别提有多痛快了。
ΔΙΟΓΕΝΗΣ Σὺ μέν, ὦ Κράτης καὶ Ἀντίσθενες, τοιούτων ἐτύχετε τῶν ξυνοδοιπόρων, ἐμοὶ δὲ Βλεψίας τε ὁ δανειστικὸς ὁ ἐκ Πειραιῶς καὶ Λάμπις ὁ Ἀκαρνὰν ξεναγὸς ὢν καὶ Δᾶμις ὁ πλούσιος ὁ ἐκ Κορίνθου συγκατῄεσαν, ὁ μὲν Δᾶμις ὑπὸ τοῦ παιδὸς ἐκ φαρμάκων ἀποθανών, ὁ δὲ Λάμπις δι’ ἔρωτα Μυρτίου τῆς ἑταίρας ἀποσφάξας ἑαυτόν, ὁ δὲ Βλεψίας λιμῷ ἄθλιος ἐλέγετο ἀπεσκληκέναι καὶ ἐδήλου δὲ ὠχρὸς εἰς ὑπερβολὴν καὶ λεπτὸς εἰς τὸ ἀκριβέστατον φαινόμενος. ἐγὼ δὲ καίπερ εἰδὼς ἀνέκρινον, ὃν τρόπον ἀποθάνοιεν. εἶτα τῷ μὲν Δάμιδι αἰτιωμένῳ τὸν υἱόν, Οὐκ ἄδικα μέντοι ἔπαθες, ἔφην, ὑπ' αὐτοῦ, εἰ τάλαντα ἔχων ὁμοῦ χίλια καὶ τρυφῶν αὐτὸς ἐνενηκοντούτης ὢν ὀκτωκαιδεκαέτει νεανίσκῳ τέτταρας ὀβολοὺς παρεῖχες. σὺ δέ, ὦ Ἀκαρνάν,—ἔστενε γὰρ κἀκεῖνος καὶ κατηρᾶτο τῇ Μυρτίῳ—τί αἰτιᾷ τὸν Ἔρωτα, σεαυτὸν δέον,1 ὃς τοὺς μὲν πολεμίους οὐδεπώποτε ἔτρεσας, ἀλλὰ φιλοκινδύνως ἠγωνίζου πρὸ τῶν ἄλλων, ἀπὸ δὲ τοῦ τυχόντος παιδισκαρίου καὶ δακρύων ἐπιπλάστων καὶ στεναγμῶν ἑάλως ὁ γενναῖος; ὁ μὲν γὰρ Βλεψίας αὐτὸς ἑαυτοῦ κατηγόρει φθάσας πολλὴν τὴν ἄνοιαν,2 ὡς τὰ χρήματα ἐφύλαττεν τοῖς οὐδὲν προσήκουσιν κληρονόμοις, εἰς ἀεὶ βιώσεσθαι ὁ μάταιος νομίζων. πλὴν ἔμοιγε οὐ τὴν τυχοῦσαν τερπωλὴν παρέσχον τότε στένοντες.
第欧根尼:克拉特斯和安提斯泰尼,你们遇到了这等的同路人;而与我一道下来的,则是比雷埃夫斯的高利贷者布莱普西亚斯、身为雇佣军指挥官的阿卡纳尼亚人兰皮斯,以及科林斯的富豪达米斯。达米斯是被亲生儿子下毒害死的,兰皮斯是因对名妓米尔蒂翁的恋情而刎颈自尽的,而可怜的布莱普西亚斯据说则是活活饿死的——他那极度惨白、骨瘦如柴的模样确实清楚地表明了这一点。我虽明知实情,却还是盘问他们究竟是如何死去的。接着,对埋怨儿子的达米斯,我说道:“你从他那里所遭受的绝非不公;你自己拥有一千塔兰同巨资,九十岁的高龄还在穷奢极欲,却只给一个十八岁的年轻人四个奥波尔。”我又说道:“至于你,阿卡纳尼亚人,”——因为他也正在呻吟,并且咒骂着米尔蒂翁——“你为何责怪爱神,本应当责怪你自己才是!你从未畏惧过敌人,总是奋勇当先、视死如归地战斗,如今堂堂勇士,怎会沦为一个寻常娼妓及其虚情假意的泪水与叹息的俘虏呢?”至于布莱普西亚斯,他自己抢先一步指责自己的极大愚昧,说自己居然为毫不相干的继承人守着钱财,这个蠢人还以为自己会长生不老呢。总之,他们当时的呻吟可着实给我带来了非同寻常的乐趣。
ΔΙΟΓΕΝΗΣ ἀλλ’ ἤδη μὲν ἐπὶ τῷ στομίῳ ἐσμέν, ἀποβλέπειν δὲ χρὴ καὶ ἀποσκοπεῖν πόρρωθεν τοὺς ἀφικνουμένους. βαβαί, πολλοί γε καὶ ποικίλοι καὶ πάντες δακρύοντες πλὴν τῶν νεογνῶν τούτων καὶ νηπίων. ἀλλὰ καὶ οἱ πάνυ γέροντες ὀδύρονται. τί τοῦτο; ἆρα τὸ φίλτρον αὐτοὺς ἔχει τοῦ βίου;
第欧根尼:不过我们已经到了洞口,应该往远处看,端详那些新到的人了。哎呀,人数可真多,各色各样,而且除了这些刚出生的婴儿和幼儿之外,所有人都在哭泣。可是,就连那些风烛残年的老人也在哀伤。这是怎么回事?难道尘世生活的迷障摄住了他们?
ΔΙΟΓΕΝΗΣ τοῦτον οὖν τὸν ὑπέργηρων ἐρέσθαι βούλομαι. τί δακρύεις τηλικοῦτος ἀποθανών; τί ἀγανακτεῖς, ὦ βέλτιστε, καὶ ταῦτα γέρων ἀφιγμένος; ἦ που βασιλεύς τις ἦσθα; ΠΤΩΧΟΣ Οὐδαμῶς. ΔΙΟΓΕΝΗΣ Ἀλλὰ σατράπης τις; ΠΤΩΧΟΣ Οὐδὲ τοῦτο. ΔΙΟΓΕΝΗΣ Ἆρα οὖν ἐπλούτεις, εἶτα ἀνιᾷ σε τὸ πολλὴν τρυφὴν ἀπολιπόντα τεθνάναι; ΠΤΩΧΟΣ Οὐδὲν τοιοῦτο, ἀλλ’ ἔτη μὲν ἐγεγόνειν ἀμφὶ τὰ ἐνενήκοντα, βίον δὲ ἄπορον ἀπὸ καλάμου καὶ ὁρμιᾶς εἶχον εἰς ὑπερβολὴν πτωχὸς ὢν ἄτεκνός τε καὶ προσέτι χωλὸς καὶ ἀμυδρὸν βλέπων. ΔΙΟΓΕΝΗΣ Εἶτα τοιοῦτος ὢν ζῆν ἤθελες; ΠΤΩΧΟΣ Ναί· ἡδὺ γὰρ ἦν τὸ φῶς καὶ τὸ τεθνάναι δεινὸν καὶ φευκτέον. ΔΙΟΓΕΝΗΣ Παραπαίεις, ὦ γέρον, καὶ μειρακιεύῃ πρὸς τὸ χρεών,3 καὶ ταῦτα ἡλικιώτης ὢν τοῦ πορθμέως. τί οὖν ἄν τις ἔτι λέγοι περὶ τῶν νέων, ὁπότε οἱ τηλικοῦτοι φιλόζωοί εἰσιν, οὓς ἐχρῆν διώκειν τὸν θάνατον ὡς τῶν ἐν τῷ γήρᾳ κακῶν φάρμακον. ἀλλ’ ἀπίωμεν ἤδη, μὴ καί τις ἡμᾶς ὑπίδηται ὡς ἀπόδρασιν βουλεύοντας, ὁρῶν περὶ τὸ στόμιον εἰλουμένους.
第欧根尼:因此我想问问这位风烛残年的老者。你活到这把年纪才死,为何还在哭泣?好汉,你既然已经是这般年迈才来到这里,又在愤怒些什么呢?莫非你曾是某位国王? 穷人:绝非如此。 第欧根尼:那么是某位总督? 穷人:也不是。 第欧根尼:那么你从前富有,因抛下丰厚的享乐而死去感到痛苦吗? 穷人:全无此事;我不过活到了九十岁上下,靠着一根鱼竿和一条钓线度过穷困的生活,极度贫穷,无儿无女,而且还是个跛子,视线模糊。 第欧根尼:既然处于这般境地,你还想活着? 穷人:是的;因为阳光是甜美的,而死亡是可怕且应当逃避的。 第欧根尼:老头,你神志不清了,面对命运的必然竟像个孩子般耍性子,而且你还是与那摆渡人同龄的呢。既然这般高龄之人还如此贪生,——他们本应当把死亡当作治疗衰老诸苦的良药去追求才对,——那人们对年轻人还能再多说什么呢?不过我们现在走吧,免得有人看到我们在洞口徘徊,怀疑我们图谋逃跑。
- 22.7σεαυτὸν δέον
无人称动词 δεῖ 的中性单数分词构成的“绝对宾格”(accusative absolute)句式。承接前文的 αἰτιᾷ 补出不定式 αἰτιᾶσθαι,意为“本应当[责怪]你自己”。
- 22.7αὐτὸς ἑαυτοῦ κατηγόρει φθάσας πολλὴν τὴν ἄνοιαν
动词 κατηγορέω 支配被指控者属格(ἑαυτοῦ)及指控内容宾格(πολλὴν τὴν ἄνοιαν,“极大的愚蠢”)。不定过去时分词 φθάσας(源自 φθάνω,“抢先、领先”)修饰主语布莱普西亚斯,表示他在叙述者开口前便“抢先一步”自认愚蠢。
- 22.9πρὸς τὸ χρεών
τὸ χρεών 是与无人称动词 χρή 相关的名词化表达,意为“必然、命运、死期”。与前置词 πρός(面对……)连用,作动词 μειρακιεύῃ(举止幼稚、像孩子般任性)的状语,意为“在注定的死亡命运面前耍小孩子脾气”。
