- 底本
- Lucian, Vol. 7. Macleod, Matthew Donald, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1961 (unrenewed copyright).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg066.humanitext-grc3:22.1-22.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
第欧根尼、安提斯泰尼与克拉特斯商议前往下行通道旁观看刚死之人的丑态;克拉特斯详细讲述了自己在下行途中所见伊斯墨诺多洛斯、阿尔萨刻斯与奥洛伊忒斯这三位富豪显贵的滑稽举止。
ΔΙΟΓΕΝΗΣ Ἀντίσθενες καὶ Κράτης, σχολὴν ἄγομεν· ὥστε τί οὐκ ἄπιμεν εὐθὺ τῆς καθόδου περιπατήσοντες, ὀψόμενοι τοὺς κατιόντας οἷοί τινές εἰσι καὶ τί ἕκαστος αὐτῶν ποιεῖ; ΑΝΤΙΣΘΕΝΗΣ Ἀπίωμεν, ὦ Διόγενες· καὶ γὰρ ἂν ἡδὺ τὸ θέαμα γένοιτο, τοὺς μὲν δακρύοντας αὐτῶν ὁρᾶν, τοὺς δὲ ἱκετεύοντας ἀφεθῆναι. ἐνίους δὲ μόλις κατιόντας καὶ ἐπὶ τράχηλον ὠθοῦντος τοῦ Ἑρμοῦ ὅμως ἀντιβαίνοντας καὶ ὑπτίους ἀντερείδοντας οὐδὲν δέον.1 ΚΡΑΤΗΣ Ἔγωγ' οὖν καὶ διηγήσομαι ὑμῖν ἃ εἶδον ὁπότε κατῄειν κατὰ τὴν ὁδόν. ΔΙΟΓΕΝΗΣ Διήγησαι, ὦ Κράτης· ἔοικας γάρ τινα ἑωρακέναι παγγέλοια.
第欧根尼:安提斯泰尼、克拉特斯,我们正得闲暇;我们为何不径直漫步到下行的通道去,看一看那些下到这里来的人是些什么模样,他们各自又在做些什么呢? 安提斯泰尼:我们走吧,第欧根尼;这确实会是一幅令人愉悦的景象:看到他们有的人痛哭流涕,有的人哀求放自己回去;还有些人极不情愿地往下走,赫尔墨斯虽在后面推着他们的脖颈,他们却依然倒退着抗拒,仰面死撑,虽然这毫无用处。 克拉特斯:那我倒要给你们讲讲我沿路下行时所见到的情景。 第欧根尼:讲吧,克拉特斯;你看来确实见到了些极其滑稽的事情。
ΚΡΑΤΗΣ Καὶ ἄλλοι μὲν πολλοὶ συγκατέβαινον ἡμῖν, ἐν αὐτοῖς δὲ ἐπίσημοι Ἰσμηνόδωρός τε ὁ πλούσιος ὁ ἡμέτερος καὶ Ἀρσάκης ὁ Μηδίας ὕπαρχος καὶ Ὀροίτης ὁ Ἀρμένιος. ὁ μὲν οὖν Ἰσμηνόδωρος— ἐπεφόνευτο γὰρ ὑπὸ τῶν λῃστῶν ὑπὸ τὸν Κιθαιρῶνα Ἐλευσῖνάδε οἶμαι βαδίζων—ἔστενε καὶ τὸ τραῦμα ἐν ταῖν χεροῖν εἶχε καὶ τὰ παιδία, ἃ νεογνὰ καταλελοίπει, ἀνεκαλεῖτο καὶ ἑαυτῷ ἐπεμέμφετο τῆς τόλμης, ὃς Κιθαιρῶνα ὑπερβάλλων καὶ τὰ περὶ τὰς Ἐλευθερὰς χωρία πανέρημα ὄντα ὑπὸ τῶν πολέμων διοδεύων δύο μόνους οἰκέτας ἐπηγάγετο, καὶ ταῦτα2 φιάλας πέντε χρυσᾶς καὶ κυμβία τέτταρα μεθ' ἑαυτοῦ κομίζων.
克拉特斯:还有许多其他人同我们一道下来,其中声名显赫的有:我们的同胞富豪伊斯墨诺多洛斯、米底亚总督阿尔萨刻斯,以及亚美尼亚人奥洛伊忒斯。那位伊斯墨诺多洛斯——想必是在前往厄琉息斯的途中,在奇泰戎山脚下被强盗所杀——他一边呻吟,一边用双手捂着伤口,呼唤着自己撇下的年幼孩子,痛责自己的鲁莽:他翻越奇泰戎山,穿行在因战祸而彻底荒芜的厄琉忒赖周边村落,却只带了两个家仆,而且随身还携带了五只金浅钵和四只深杯。
ΚΡΑΤΗΣ ὁ δὲ Ἀρσάκης—γηραιὸς ἤδη καὶ νὴ Δί' οὐκ ἄσεμνος τὴν ὄψιν—εἰς τὸ βαρβαρικὸν ἤχθετο καὶ ἠγανάκτει πεζὸς βαδίζων καὶ ἠξίου τὸν ἵππον αὐτῷ προσαχθῆναι· καὶ γὰρ καὶ ὁ ἵππος αὐτῷ συνετεθνήκει, μιᾷ πληγῇ ἀμφότεροι διαπαρέντες ὑπὸ Θρᾳκός τινος πελταστοῦ ἐν τῇ ἐπὶ τῷ Ἀράξῃ πρὸς τὸν Καππαδόκην συμπλοκῇ. ὁ μὲν γὰρ Ἀρσάκης ἐπήλαυνεν, ὡς διηγεῖτο, πολὺ τῶν ἄλλων προεξορμήσας, ὑποστὰς δὲ ὁ Θρᾷξ τῇ πέλτῃ μὲν ὑποδὺς ἀποσείεται τοῦ Ἀρσάκου τὸν κοντόν, ὑποθεὶς δὲ τὴν σάρισαν αὐτόν τε διαπείρει καὶ τὸν ἵππον.
克拉特斯:至于阿尔萨刻斯——年纪已大,凭宙斯起誓,相貌倒也颇具威严——却按蛮族的派头大为恼怒,对徒步行走愤愤不平,坚持要求把他的马牵来;因为他的马也同他一起战死了,在阿拉刻斯河畔同卡帕多细亚人的遭遇战中,他们俩被一名色雷斯轻盾兵一击刺穿。原来据阿尔萨刻斯讲,他策马冲锋,远远突前于众人;而那名色雷斯人迎面顶住,伏身在轻盾之下拨开阿尔萨刻斯的长矛,顺势架起长枪,将他连人带马刺了个对穿。
ΑΝΤΙΣΘΕΝΗΣ Πῶς οἷόν τε, ὦ Κράτης, μιᾷ πληγῇ τοῦτο γενέσθαι; ΚΡΑΤΗΣ Ῥᾷστ', ὦ Ἀντισθένες· ὁ μὲν γὰρ ἐπήλαυνεν εἰκοσάπηχύν τινα κοντὸν προβεβλημένος, ὁ Θρᾷξ δ’ ἐπειδὴ τῇ πέλτῃ παρεκρούσατο τὴν προσβολὴν καὶ παρῆλθεν αὐτὸν ἡ ἀκωκή, ἐς τὸ γόνυ ὀκλάσας δέχεται τῇ σαρίσῃ τὴν ἐπέλασιν καὶ τιτρώσκει τὸν ἵππον ὑπὸ τὸ στέρνον ὑπὸ θυμοῦ καὶ σφοδρότητος ἑαυτὸν διαπείραντα· διελαύνεται δὲ καὶ ὁ Ἀρσάκης ἐκ τοῦ βουβῶνος διαμπὰξ ἄχρι ὑπὸ τὴν πυγήν. ὁρᾷς οἷόν τι ἐγένετο, οὐ τοῦ ἀνδρός, ἀλλὰ τοῦ ἵππου μᾶλλον τὸ ἔργον. ἠγανάκτει δ’ ὅμως ὁμότιμος ὢν τοῖς ἄλλοις καὶ ἠξίου ἱππεὺς κατιέναι.
安提斯泰尼:克拉特斯,这一击之下怎么可能办得到呢? 克拉特斯:再容易不过了,安提斯泰尼。阿尔萨刻斯端着一柄长达二十肘的长矛策马疾驰,而色雷斯人用轻盾荡开这一刺,待矛尖掠过自己,便单膝跪地,用长枪迎击冲势,刺入马胸下方;马匹凭着自身的狂怒与猛劲将自己刺穿,而阿尔萨刻斯本人也从腹股沟直贯臀下。你瞧这是怎么发生的:这与其说是那武士的本领,不如说是马自己造成的。然而他却因沦为与众人平起平坐而愤愤不平,坚决要求作为骑兵骑马走下去。
ΚΡΑΤΗΣ ὁ δέ γε Ὀροίτης καὶ πάνυ ἁπαλὸς ἦν τὼ πόδε καὶ οὐδ’ ἑστάναι χαμαί, οὐχ ὅπως3 βαδίζειν ἐδύνατο· πάσχουσι δ’ αὐτὸ ἀτεχνῶς Μῆδοι πάντες, ἢν ἀποβῶσι τῶν ἵππων· ὥσπερ οἱ ἐπὶ τῶν ἀκανθῶν ἀκροποδητὶ μόλις βαδίζουσιν. ὥστε ἐπεὶ καταβαλὼν ἑαυτὸν ἔκειτο καὶ οὐδεμιᾷ μηχανῇ ἀνίστασθαι ἤθελεν, ὁ βέλτιστος Ἑρμῆς ἀράμενος αὐτὸν ἐκόμισεν ἄχρι πρὸς τὸ πορθμεῖον, ἐγὼ δὲ ἐγέλων.
克拉特斯:至于那位奥洛伊忒斯,双脚极其娇弱,甚至无法站在地上,更不用提行走了;所有米底人只要一下马,完全都是这副德行,宛如在荆棘上的人一般,踮着脚尖艰难行走。因此,当他扑倒在地躺着、千方百计不肯站起来时,好心的赫尔墨斯便把他扛起来,一直运送到渡船旁,而我则在一旁大笑不止。
- 22.1οὐδὲν δέον
由无人称动词δεῖ的分词δέον构成的宾格绝对独立结构,具有让步意味,意为“尽管毫无必要”或“徒劳无益”。
- 22.2καὶ ταῦτα
惯用短语,意为“而且是在……的情况下”或“况且还……”,与后文的分词短语(κομίζων)搭配,用以突出其仅携两名仆人却身怀巨财的鲁莽。
- 22.5οὐχ ὅπως
承接前文否定表达(οὐδ’ ἑστάναι χαμαί)的习惯句式,意为“更不用说……”或“休提……”,强调其连站立都做不到,遑论行走。
