← 琉善

亡灵对话录

§21.1-21.4

克拉特斯与第欧根尼论遗产猎人与犬儒的财富

在冥界,克拉特斯与第欧根尼谈论了两个富翁因互相觊觎对方遗产而极尽谄媚、最终却在一场海难中双双毙命的结局,并将犬儒派所传承的智慧与自由等崇高财富与世俗钱财的空虚进行了对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21.1

ΚΡΑΤΗΣ Μοίριχον τὸν πλούσιον ἐγίνωσκες, ὦ Διόγενες, τὸν πάνυ πλούσιον, τὸν ἐκ Κορίνθου, τὸν τὰς πολλὰς ὁλκάδας ἔχοντα, οὗ ἀνεψιὸς Ἀριστέας, πλούσιος καὶ αὐτὸς ὤν, τὸ Ὁμηρικὸν ἐκεῖνο εἰώθει ἐπιλέγειν, ῾ἤ μ' ἀνάειρ' ἢ ἐγὼ σέ1'. ΔΙΟΓΕΝΗΣ Τίνος ἕνεκα, ὦ Κράτης; ΚΡΑΤΗΣ Ἐθεράπευον ἀλλήλους τοῦ κλήρου ἕνεκα ἑκάτερος ἡλικιῶται ὄντες, καὶ τὰς διαθήκας εἰς τὸ φανερὸν ἐτίθεντο, Ἀριστέαν μὲν ὁ Μοίριχος, εἰ προαποθάνοι, δεσπότην ἀφιεὶς τῶν ἑαυτοῦ πάντων, Μοίριχον δὲ ὁ Ἀριστέας, εἰ προαπέλθοι αὐτοῦ. ταῦτα μὲν ἐγέγραπτο, οἱ δὲ ἐθεράπευον ὑπερβαλλόμενοι ἀλλήλους τῇ κολακείᾳ. καὶ οἱ μάντεις, εἴτε ἀπὸ τῶν ἄστρων τεκμαιρόμενοι τὸ μέλλον εἴτε ἀπὸ τῶν ὀνειράτων, ὥς γε Χαλδαίων παῖδες, ἀλλὰ καὶ ὁ Πύθιος αὐτὸς ἄρτι μὲν Ἀριστέᾳ παρεῖχε τὸ κράτος, ἄρτι δὲ Μοιρίχῳ, καὶ τὰ τάλαντα ποτὲ μὲν ἐπὶ τοῦτον, νῦν δ’ ἐπ' ἐκεῖνον ἔρρεπε.

克拉特斯:第欧根尼,你认得那个阔佬莫伊利科斯吗?就是科林斯那个巨富,拥有许多商船的人;他的堂兄弟阿里斯忒阿斯自己也很有钱,常常援引荷马的那句名言:“要么你将我抱起,要么我将你抱起。” 第欧根尼:那是为了什么,克拉特斯? 克拉特斯:他们年纪相仿,却为了遗产而互相阿谀奉承,并且把遗嘱公之于众:莫伊利科斯立下字据,若是自己先死,就让阿里斯忒阿斯成为他全部财产的主人;而阿里斯忒阿斯也声明,若是自己先去,就让莫伊利科斯继承。字面上虽然是这样写的,他们却在奉承谄媚上互相争胜讨好。而那些占卜者——无论是通过星象还是梦境来推断未来的,宛如迦勒底人的门徒,甚至连皮托的阿波罗神自己——一会儿判定胜局属于阿里斯忒阿斯,一会儿又断定属于莫伊利科斯,天平时而倾向这一边,时而倒向那一边。

§21.2

ΔΙΟΓΕΝΗΣ Τί οὖν πέρας ἐγένετο, ὦ Κράτης; ἀκοῦσαι γὰρ ἄξιον. ΚΡΑΤΗΣ Ἄμφω τεθνᾶσιν ἐπὶ μιᾶς ἡμέρας, οἱ δὲ κλῆροι εἰς Εὐνόμιον καὶ Θρασυκλέα περιῆλθον ἄμφω συγγενεῖς ὄντας οὐδὲ πώποτε προμαντευομένους οὕτω γενέσθαι ταῦτα· διαπλέοντες γὰρ ἀπὸ Σικυῶνος εἰς Κίρραν κατὰ μέσον τὸν πόρον πλαγίῳ περιπεσόντες τῷ Ἰάπυγι ἀνετράπησαν.2

第欧根尼:那么克拉特斯,最终的结局如何呢?这倒很值得一听。 克拉特斯:两人在同一天毙命,遗产落到了尤诺米奥斯和特剌西克勒斯手里;这两个人都是他们的亲戚,却万万没想到事情会这般收场。原来〔莫伊利科斯和阿里斯忒阿斯〕从西库昂横渡到基拉时,在航道中央遭遇侧向的伊阿庇克斯风,船翻溺水而亡。

§21.3

ΔΙΟΓΕΝΗΣ Εὖ ἐποίησαν. ἡμεῖς δὲ ὁπότε ἐν τῷ βίῳ ἦμεν, οὐδὲν τοιοῦτον ἐνενοοῦμεν περὶ ἀλλήλων· οὔτε πώποτε ηὐξάμην Ἀντισθένην ἀποθανεῖν, ὡς κληρονομήσαιμι τῆς βακτηρίας αὐτοῦ—εἶχεν δὲ πάνυ καρτερὰν ἐκ κοτίνου ποιησάμενος—οὔτε οἶμαι σὺ ὁ Κράτης ἐπεθύμεις κληρονομεῖν ἀποθανόντος ἐμοῦ τὰ κτήματα καὶ τὸν πίθον καὶ τὴν πήραν χοίνικας δύο θέρμων ἔχουσαν. ΚΡΑΤΗΣ Οὐδὲν γάρ μοι τούτων ἔδει, ἀλλ’ οὐδὲ σοί, ὦ Διόγενες· ἃ γὰρ ἐχρῆν, σύ τε Ἀντισθένους ἐκληρονόμησας καὶ ἐγὼ σοῦ, πολλῷ μείζω καὶ σεμνότερα τῆς Περσῶν ἀρχῆς. ΔΙΟΓΕΝΗΣ Τίνα ταῦτα φῄς; ΚΡΑΤΗΣ Σοφίαν, αὐτάρκειαν, ἀλήθειαν, παρρησίαν, ἐλευθερίαν. ΔΙΟΓΕΝΗΣ Νὴ Δία, μέμνημαι τοῦτον διαδεξάμενος τὸν πλοῦτον παρὰ Ἀντισθένους καὶ σοὶ ἔτι πλείω καταλιπών.

第欧根尼:死得好!而我们在世的时候,彼此之间绝无这类念头。我从未期盼安提斯泰尼死去以便继承他的手杖——他有一根用野生橄榄木制成的极其结实的手杖——我想你克拉特斯也绝不曾想要在我死后继承我的财产:我的大瓮和装有两升羽扇豆的革囊。 克拉特斯:因为我丝毫不需要这些,第欧根尼,你也同样不需要。我们真正应当继承的,是你从安提斯泰尼那里继承、我又从你这里继承下来的东西,它们远比波斯帝国的王权更加宏大与崇高。 第欧根尼:你说的这些是什么? 克拉特斯:智慧、自足、真理、直言与自由。 第欧根尼:凭宙斯起誓,我记得正是从安提斯泰尼手中接过了这笔财富,并为你留下了更丰厚的一笔。

§21.4

ΚΡΑΤΗΣ Ἀλλ' οἱ ἄλλοι ἠμέλουν τῶν τοιούτων κτημάτων καὶ οὐδεὶς ἐθεράπευεν ἡμᾶς κληρονομήσειν προσδοκῶν, εἰς δὲ τὸ χρυσίον πάντες ἔβλεπον. ΔΙΟΓΕΝΗΣ Εἰκότως· οὐ γὰρ εἶχον ἔνθα δέξαιντο τὰ τοιαῦτα παρ' ἡμῶν3 διερρυηκότες ὑπὸ τρυφῆς, καθάπερ τὰ σαπρὰ τῶν βαλλαντίων· ὥστε εἴ ποτε καὶ ἐμβάλοι τις ἐς αὐτοὺς ἢ σοφίαν ἢ παρρησίαν ἢ ἀλήθειαν, ἐξέπιπτεν εὐθὺς καὶ διέρρει, τοῦ πυθμένος στέγειν οὐ δυναμένου, οἷόν τι πάσχουσιν αἱ τοῦ Δαναοῦ αὗται παρθένοι εἰς τὸν τετρυπημένον πίθον ἐπαντλοῦσαι· τὸ δὲ χρυσίον ὀδοῦσι καὶ ὄνυξι καὶ πάσῃ μηχανῇ ἐφύλαττον. ΚΡΑΤΗΣ Οὐκοῦν ἡμεῖς μὲν ἕξομεν κἀνταῦθα τὸν πλοῦτον, οἱ δὲ ὀβολὸν ἥξουσι κομίζοντες καὶ τοῦτον ἄχρι τοῦ πορθμέως.4

克拉特斯:然而其余的人却忽视这些财富,谁也没有因为指望继承而巴结我们,所有人都只盯着黄金。 第欧根尼:理当如此;因为他们因骄奢淫逸而变得千疮百孔,宛如朽坏的钱袋,根本没有盛纳我们这些赠礼的器量。因此,即便有人往他们里面注入智慧、直言或真理,也会立刻漏掉流光,因为底部无法蓄留——正如达那俄斯那些把水倒进漏瓮的女儿们所遭受的一样;但对于黄金,他们却用牙齿、指甲和一切手段严加看守。 克拉特斯:因此,我们即使在这里也将享有这笔财富,而他们来到这里时却只带得了一枚奥波尔,而且也只能留存到渡守那里为止。

语法注4 条
  1. 21.1ἤ μ' ἀνάειρ' ἢ ἐγὼ σέ

    引用自《荷马史诗·伊利亚特》第23卷第724行大埃阿斯与奥德修斯摔跤较量时的名言(“要么你将我抱起,要么我将你抱起”)。此处被戏谑地借用来形容两个年纪相仿的谋求遗产者之间的明争暗斗:看谁活过对方、继承对方的全部财产。

  2. 21.2διαπλέοντες γὰρ ἀπὸ Σικυῶνος εἰς Κίρραν κατὰ μέσον τὸν πόρον πλαγίῳ περιπεσόντες τῷ Ἰάπυγι ἀνετράπησαν

    由连词 γάρ 引导的原因从句。分词 διαπλέοντες、περιπεσόντες 与主动词 ἀνετράπησαν(被动态直说语气不定过去时第三人称复数)的逻辑主语并非紧邻的前文继承人,而是指前文那两位谋夺遗产的富翁(莫伊利科斯与阿里斯忒阿斯),以此说明他们两人为何会在同一天覆舟身亡。

  3. 21.4οὐ γὰρ εἶχον ἔνθα δέξαιντο τὰ τοιαῦτα παρ' ἡμῶν

    由关系副词 ἔνθα 引导的关系从句,由于主句动词 εἶχον 为过去时态(未完成过去时),从句动词采用祈愿语气 δέξαιντο,表示目的或特征性质(“没有可以容纳这些东西的地方”)。

  4. 21.4καὶ τοῦτον ἄχρι τοῦ πορθμέως

    限定性的惯用代词短语。καὶ τοῦτον(“而且仅限于此”)指代前面的 ὀβολόν(一奥波尔银币),强调世俗之人即便带了硬币下冥府,这枚钱也仅仅在交给渡夫卡戎之前属于他们,渡河之后便一无所有。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg066.humanitext-grc3:21.1-21.4