- 底本
- Lucian, Vol. 7. Macleod, Matthew Donald, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1961 (unrenewed copyright).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg066.humanitext-grc3:20.8-20.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
赫尔墨斯和梅尼普斯剥除了傲慢哲学家的无知、诡辩、胡须与阿谀,并令演说家抛弃繁复的修辞手法后启航。抵达彼岸后,亡魂们一边回首尘世景象,一边前往冥界审判所。
ΕΡΜΗΣ ὁ σεμνὸς δὲ οὗτος ἀπό γε τοῦ σχήματος καὶ βρενθυόμενος, ὁ τὰς ὀφρῦς ἐπηρκώς, ὁ ἐπὶ τῶν φροντίδων τίς ἐστιν, ὁ τὸν βαθὺν πώγωνα καθειμένος; ΜΕΝΙΠΠΟΣ Φιλόσοφός τις, ὦ Ἑρμῆ, μᾶλλον δὲ γόης καὶ τερατείας μεστός· ὥστε ἀπόδυσον καὶ τοῦτον· ὄψει γὰρ πολλὰ καὶ γελοῖα ὑπὸ τῷ ἱματίῳ σκεπόμενα. ΕΡΜΗΣ Κατάθου σὺ τὸ σχῆμα πρῶτον, εἶτα καὶ ταυτὶ πάντα. ὦ Ζεῦ, ὅσην μὲν τὴν ἀλαζονείαν κομίζει, ὅσην δὲ ἀμαθίαν καὶ ἔριν καὶ κενοδοξίαν καὶ ἐρωτήσεις ἀπόρους καὶ λόγους ἀκανθώδεις καὶ ἐννοίας πολυπλόκους, ἀλλὰ καὶ ματαιοπονίαν μάλα πολλὴν καὶ λῆρον οὐκ ὀλίγον καὶ ὕθλους καὶ μικρολογίαν, νὴ Δία καὶ χρυσίον γε τουτὶ καὶ ἡδυπάθειαν δὲ καὶ ἀναισχυντίαν καὶ ὀργὴν καὶ τρυφὴν καὶ μαλακίαν· οὐ λέληθεν γάρ με, εἰ καὶ μάλα περικρύπτεις αὐτά. καὶ τὸ ψεῦδος δὲ ἀπόθου καὶ τὸν τῦφον καὶ τὸ οἴεσθαι ἀμείνων εἶναι τῶν ἄλλων·1 ὡς εἴ γε ταῦτα πάντα ἔχων ἐμβαίης, ποία πεντηκόντορος δέξαιτο ἄν σε; ΦΙΛΟΣΟΦΟΣ Ἀποτίθεμαι τοίνυν αὐτά, ἐπείπερ οὕτω κελεύεις.
赫尔墨斯:这个从外表看神情庄严、趾高气扬、挑着眉毛、满脸心事的人是谁,还垂着一把浓密的大胡子? 梅尼普斯:是个哲学家,赫尔墨斯;或者更确切地说,是个骗子,满脑子尽是离奇的胡说。所以把他也剥光吧;因为你会看到在他外衣底下遮盖着许多荒谬可笑的东西。 赫尔墨斯:你先把这副派头放下,然后把这所有的东西统统放下。宙斯啊,他带着多么巨大的狂妄!还有多么巨大的无知、好争、虚荣、无法解答的难题、荆棘般多刺的辩词和错综复杂的概念!此外还有极多的无用苦功、不少的胡言乱语、废话和吹毛求疵;凭宙斯起誓,还有这里的金子、纵欲、无耻、暴怒、奢靡与软弱。因为即便你极力遮掩,也瞒不过我。把谎言、虚荣,以及自以为比别人高明的念头也都放下;因为如果你带着这所有的一切登船,哪一艘五十桨的大船能容得下你呢? 哲学家:既然你这样吩咐,那我就把它们放下吧。
ΜΕΝΙΠΠΟΣ Ἀλλὰ καὶ τὸν πώγωνα τοῦτον ἀποθέσθω, ὦ Ἑρμῆ, βαρύν τε ὄντα καὶ λάσιον, ὡς ὁρᾷς· πέντε μναῖ τριχῶν εἰσι τοὐλάχιστον. ΕΡΜΗΣ Εὖ λέγεις· ἀπόθου καὶ τοῦτον. ΦΙΛΟΣΟΦΟΣ Καὶ τίς ὁ ἀποκείρων ἔσται; ΕΡΜΗΣ Μένιππος οὑτοσὶ λαβὼν πέλεκυν τῶν ναυπηγικῶν ἀποκόψει αὐτὸν ἐπικόπῳ τῇ ἀποβάθρᾳ χρησάμενος. ΜΕΝΙΠΠΟΣ Οὔκ, ὦ Ἑρμῆ, ἀλλὰ πρίονά μοι ἀνάδος· γελοιότερον γὰρ τοῦτο. ΕΡΜΗΣ Ὁ πέλεκυς ἱκανός. εὖ γε. ἀνθρωπινώτερος νῦν ἀναπέφηνας ἀποθέμενος σαυτοῦ τὴν κινάβραν. ΜΕΝΙΠΠΟΣ Βούλει μικρὸν ἀφέλωμαι2 καὶ τῶν ὀφρύων; ΕΡΜΗΣ Μάλιστα· ὑπὲρ τὸ μέτωπον γὰρ καὶ ταύτας ἐπῆρκεν, οὐκ οἶδα ἐφ' ὅτῳ ἀνατείνων ἑαυτόν. τί τοῦτο; καὶ δακρύεις, ὦ κάθαρμα, καὶ πρὸς θάνατον ἀποδειλιᾷς; ἔμβηθι δ’ οὖν. ΜΕΝΙΠΠΟΣ Ἓν ἔτι τὸ βαρύτατον ὑπὸ μάλης ἔχει. ΕΡΜΗΣ Τί, ὦ Μένιππε; ΜΕΝΙΠΠΟΣ Κολακείαν, ὦ Ἑρμῆ, πολλὰ ἐν τῷ βίῳ χρησιμεύσασαν αὐτῷ. ΦΙΛΟΣΟΦΟΣ Οὐκοῦν καὶ σύ, ὦ Μένιππε, ἀπόθου τὴν ἐλευθερίαν καὶ παρρησίαν καὶ τὸ ἄλυπον καὶ τὸ γενναῖον καὶ τὸν γέλωτα· μόνος γοῦν τῶν ἄλλων γελᾷς. ΕΡΜΗΣ Μηδαμῶς, ἀλλὰ καὶ ἔχε ταῦτα, κοῦφα γὰρ καὶ πάνυ εὔφορα ὄντα καὶ πρὸς τὸν κατάπλουν χρήσιμα.
梅尼普斯:但是,赫尔墨斯,让他把这把胡须也除掉吧,正如你所见,它既沉重又蓬乱;这毛发至少有五弥纳重呢。 赫尔墨斯:你说得对;把这也除了吧。 哲学家:那谁来给我剪除呢? 赫尔墨斯:这里的梅尼普斯会拿一把造船工用的斧子,把跳板当作砧板给砍下来。 梅尼普斯:不,赫尔墨斯,递给我一把锯子吧;因为那样更好笑。 赫尔墨斯:斧子就够用了。好极了!除去了你身上的山羊膻味,现在你看上去更像个人样了。 梅尼普斯:你想让我把他眉毛也削去一点吗? 赫尔墨斯:务必如此;因为他把眉毛高高挑到了额头之上,不知道为了什么在摆架子。这是怎么了?你这败类,难道还在哭泣,面对死亡临阵退缩吗?快上船吧! 梅尼普斯:他腋下还藏着一件最沉重的东西呢。 赫尔墨斯:是什么,梅尼普斯? 梅尼普斯:阿谀奉承,赫尔墨斯,这在他生前帮了他不少忙。 哲学家:那么梅尼普斯,你也把你的自由、坦率、无忧无虑、高贵品格和笑声放下吧;反正其他人里就只有你一个人在笑。 赫尔墨斯:绝不行,你留着这些吧;因为这些东西很轻,极易携带,而且对航行大有用处。
ΕΡΜΗΣ καὶ ὁ ῥήτωρ δὲ σὺ ἀπόθου τῶν ῥημάτων τὴν τοσαύτην ἀπεραντολογίαν καὶ ἀντιθέσεις καὶ παρισώσεις καὶ περιόδους καὶ βαρβαρισμοὺς καὶ τὰ ἄλλα βάρη τῶν λόγων. ΡΗΤΩΡ Ἢν ἰδού, ἀποτίθεμαι. ΕΡΜΗΣ Εὖ ἔχει· ὥστε λύε τὰ ἀπόγεια, τὴν ἀποβάθραν ἀνελώμεθα, τὸ ἀγκύριον ἀνεσπάσθω, πέτασον τὸ ἱστίον, εὔθυνε, ὦ πορθμεῦ, τὸ πηδάλιον· εὖ πάθωμεν.
赫尔墨斯:还有你,演说家,放下辞藻中如此巨大的冗长啰唆、对偶句、对仗句、周期句、语病以及修辞的其他种种重担吧。 演说家:看哪,我放下了。 赫尔墨斯:很好。那么解开缆绳,收起跳板,拔起小锚,扬起风帆,渡守,把稳舵!祝我们一路顺风!
ΕΡΜΗΣ τί οἰμώζετε, ὦ μάταιοι, καὶ μάλιστα ὁ φιλόσοφος σὺ ὁ ἀρτίως τὸν πώγωνα δεδῃωμένος;3 ΦΙΛΟΣΟΦΟΣ Ὅτι, ὦ Ἑρμῆ, ἀθάνατον ᾤμην τὴν ψυχὴν ὑπάρχειν. ΜΕΝΙΠΠΟΣ Ψεύδεται· ἄλλα γὰρ ἔοικε λυπεῖν αὐτόν. ΕΡΜΗΣ Τὰ ποῖα; ΜΕΝΙΠΠΟΣ Ὅτι μηκέτι δειπνήσει πολυτελῆ δεῖπνα μηδὲ νύκτωρ ἐξιὼν ἅπαντας λανθάνων τῷ ἱματίῳ τὴν κεφαλὴν κατειλήσας περίεισιν ἐν κύκλῳ τὰ χαμαιτυπεῖα, καὶ ἕωθεν ἐξαπατῶν τοὺς νέους ἐπὶ τῇ σοφίᾳ ἀργύριον λήψεται· ταῦτα λυπεῖ αὐτόν. ΦΙΛΟΣΟΦΟΣ Σὺ γάρ, ὦ Μένιππε, οὐκ ἄχθῃ ἀποθανών; ΜΕΝΙΠΠΟΣ Πῶς, ὃς ἔσπευσα ἐπὶ τὸν θάνατον4 καλέσαντος μηδενός;
赫尔墨斯:你们这些蠢货,在号哭什么?特别是你,这位刚刚被剃了胡须的哲学家? 哲学家:因为,赫尔墨斯,我原本以为灵魂是不朽的。 梅尼普斯:他在撒谎;使他悲伤的显然是别的事情。 赫尔墨斯:是什么事? 梅尼普斯:是因为他再也不能享用奢华的宴席,也不能在夜里背着所有人用外衣包着头四处走访勾栏妓院,更不能在清晨以智慧为幌子欺骗年轻人骗取钱财了。正是这些让他难过。 哲学家:那么你呢,梅尼普斯,你难道不为死去而伤心吗? 梅尼普斯:我怎会伤心呢?我可是无人催促便自己奔向死亡的啊!
ΜΕΝΙΠΠΟΣ ἀλλὰ μεταξὺ λόγων οὐ κραυγή τις ἀκούεται ὥσπερ τινῶν ἀπὸ γῆς βοώντων; ΕΡΜΗΣ Ναί, ὦ Μένιππε, οὐκ ἀφ' ἑνός γε χώρου, ἀλλ’ οἱ μὲν εἰς τὴν ἐκκλησίαν συνελθόντες ἄσμενοι γελῶσι πάντες ἐπὶ τῷ Λαμπίχου θανάτῳ καὶ ἡ γυνὴ αὐτοῦ συνέχεται πρὸς τῶν γυναικῶν καὶ τὰ παιδία νεογνὰ ὄντα ὁμοίως κἀκεῖνα ὑπὸ τῶν παίδων βάλλεται ἀφθόνοις τοῖς λίθοις· ἄλλοι δὲ Διόφαντον τὸν ῥήτορα ἐπαινοῦσιν ἐν Σικυῶνι ἐπιταφίους λόγους διεξιόντα ἐπὶ Κράτωνι τούτῳ. καὶ νὴ Δία γε ἡ Δαμασίου μήτηρ κωκύουσα ἐξάρχει τοῦ θρήνου σὺν γυναιξὶν ἐπὶ τῷ Δαμασίᾳ· σὲ δὲ οὐδείς, ὦ Μένιππε, δακρύει, καθ' ἡσυχίαν δὲ κεῖσαι μόνος.
梅尼普斯:不过话说回来,难道没听见一种呼喊声,就像有人在陆地上大声喧嚷一样吗? 赫尔墨斯:听见了,梅尼普斯,而且不是来自一个地方;有些人在公民大会上聚集,都为兰皮科斯之死而欢喜大笑,他的妻子被妇女们围捕拿住,他刚出生不久的孩子也同样被男孩子们用大堆石块砸击;另一些人在西库昂赞美演说家狄奥凡托斯,因他在为这克拉同发表悼词。凭宙斯起誓,达玛西亚斯的母亲正与妇女们一起放声哀号,为达玛西亚斯领唱挽歌;唯独对你,梅尼普斯,无人为你流泪,你独自安息在平静之中。
ΜΕΝΙΠΠΟΣ Οὐδαμῶς, ἀλλ’ ἀκούσῃ τῶν κυνῶν μετ' ὀλίγον ὠρυομένων οἴκτιστον ἐπ' ἐμοὶ καὶ τῶν κοράκων τυπτομένων τοῖς πτεροῖς, ὁπόταν συνελθόντες θάπτωσί με. ΕΡΜΗΣ Γεννάδας εἶ, ὦ Μένιππε. ἀλλ’ ἐπεὶ καταπεπλεύκαμεν ἡμεῖς, ὑμεῖς μὲν ἄπιτε πρὸς τὸ δικαστήριον εὐθεῖαν ἐκείνην προϊόντες, ἐγὼ δὲ καὶ ὁ πορθμεὺς ἄλλους μετελευσόμεθα. ΜΕΝΙΠΠΟΣ Εὐπλοεῖτε, ὦ Ἑρμῆ· προΐωμεν δὲ καὶ ἡμεῖς. τί οὖν ἔτι καὶ μέλλετε; δικασθῆναι δεήσει, καὶ τὰς καταδίκας φασὶν εἶναι βαρείας, τροχοὺς καὶ λίθους καὶ γῦπας· δειχθήσεται δὲ ὁ ἑκάστου βίος.
梅尼普斯:绝非如此,稍后你就会听见群犬为我发出最凄惨的哀吠,乌鸦们聚集来埋葬我时也会扑打双翼。 赫尔墨斯:你真是个汉子,梅尼普斯!不过既然我们已经靠岸,你们就顺着那条笔直的路走向审判所去吧;我和渡守还要去接下一批人。 梅尼普斯:祝你顺风,赫尔墨斯!我们也走吧。你们还在迟疑什么呢?必须接受审判了,而且据说惩罚极其严酷——车轮、巨石和兀鹰;每个人的生平行径都将被昭示天下。
- 20.8τὸ οἴεσθαι ἀμείνων εἶναι τῶν ἄλλων
冠词不定式短语 τὸ οἴεσθαι 所带的不定式 εἶναι 的表语 ἀμείνων 采用主格而非宾格(ἀμείνω),这是因为不定式的逻辑主语与被指责的谈话对象(第二人称单数)一致,产生了主格吸引现象(attractio personalis)。
- 20.9Βούλει μικρὸν ἀφέλωμαι
并列构文(parataxis):动词 βούλει 直接后接不定过去时第一人称单数审议虚拟语气 ἀφέλωμαι,省去了连接词 ἵνα,意为“你想让我削掉一点吗?”。
- 20.11ὁ ἀρτίως τὸν πώγωνα δεδῃωμένος
完成时被动分词 δεδῃωμένος(源自 δηϊόω,意为“劫掠、削去”)支配宾格 τὸν πώγωνα,既可视为限制宾格(关系宾格),也可视作使役被动态下保留的宾格(“刚刚让人剃去胡须的人”)。
- 20.11Πῶς, ὃς ἔσπευσα ἐπὶ τὸν θάνατον
紧凑的省略句式:反诘副词 Πῶς(“怎会[悲伤]?”)后直接紧接表示原因的关系代词从句 ὃς ἔσπευσα(“[我]可是自己奔向……”),省去了主句动词,意为“我一个自愿奔赴死亡的人,又怎会悲伤?”。
