← 琉善

亡灵对话录

§20.1-20.7

卡戎之舟与勒令死者卸去现世重负

为防冥河小艇超载沉没,赫尔墨斯站在跳板前,勒令梅尼普斯、沙尔摩列奥斯、僭主兰皮科斯、运动员达玛西亚斯、富豪克拉同和将军等死者卸下现世的财富、美貌、肉身、权势与名誉,赤身裸体登船。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.1

ΧΑΡΩΝ Ἀκούσατε ὡς ἔχει ὑμῖν τὰ πράγματα. μικρὸν μὲν ὑμῖν, ὡς ὁρᾶτε, τὸ σκαφίδιον καὶ ὑπόσαθρόν ἐστιν καὶ διαρρεῖ τὰ πολλά, καὶ ἢν τραπῇ ἐπὶ θάτερα, οἰχήσεται περιτραπέν, ὑμεῖς δὲ τοσοῦτοι ἅμα ἥκετε πολλὰ ἐπιφερόμενοι ἕκαστος. ἢν οὖν μετὰ τούτων ἐμβῆτε, δέδια μὴ ὕστερον μετανοήσητε, καὶ μάλιστα ὁπόσοι νεῖν οὐκ ἐπίστασθε. ΕΡΜΗΣ Πῶς οὖν ποιήσαντες εὐπλοήσομεν; ΧΑΡΩΝ Ἐγὼ ὑμῖν φράσω· γυμνοὺς ἐπιβαίνειν χρὴ τὰ περιττὰ ταῦτα πάντα ἐπὶ τῆς ἠϊόνος καταλιπόντας· μόλις γὰρ ἂν καὶ οὕτως δέξαιτο ὑμᾶς τὸ πορθμεῖον. σοὶ δέ, ὦ Ἑρμῆ, μελήσει τὸ ἀπὸ τούτου μηδένα παραδέχεσθαι αὐτῶν, ὃς ἂν μὴ ψιλὸς ᾖ καὶ τὰ ἔπιπλα, ὥσπερ ἔφην, ἀποβαλών. παρὰ δὲ τὴν ἀποβάθραν ἑστὼς διαγίνωσκε αὐτοὺς καὶ ἀναλάμβανε γυμνοὺς ἐπιβαίνειν ἀναγκάζων.

卡戎:听听你们的处境吧。正如你们所见,这只小艇对你们来说原本就狭小,有些腐朽,而且多处漏水;如果往任一侧倾斜,就会翻覆沉没。然而你们却一下子来了这么多人,每个人还带着许多随身物件。因此,如果你们带着这些东西上船,我唯恐你们事后要后悔,特别是你们当中那些不会游泳的人。 赫尔墨斯:那么,我们要怎样做才能平安渡过? 卡戎:我来告诉你们:大家必须赤身裸体上船,把所有这些多余之物统统留在岸上;因为即便如此,渡船也才勉强容得下你们。至于你,赫尔墨斯,从今往后的职责就是绝不接纳他们当中的任何人,除非他已两手空空,并如我所言抛弃了全部行李。你要站在跳板旁查验他们,强令他们一丝不挂地上船,然后再接纳登舟。

§20.2

ΕΡΜΗΣ Εὖ λέγεις, καὶ οὕτω ποιήσωμεν.—Οὑτοσὶ τίς ὁ πρῶτός ἐστιν; ΜΕΝΙΠΠΟΣ Μένιππος ἔγωγε. ἀλλ’ ἰδοὺ ἡ πήρα μοι, ὦ Ἑρμῆ, καὶ τὸ βάκτρον εἰς τὴν λίμνην ἀπερρίφθων, τὸν τρίβωνα δὲ οὐδὲ ἐκόμισα εὖ ποιῶν.1 ΕΡΜΗΣ Ἔμβαινε, ὦ Μένιππε ἀνδρῶν ἄριστε, καὶ τὴν προεδρίαν ἔχε παρὰ τὸν κυβερνήτην ἐφ' ὑψηλοῦ, ὡς ἐπισκοπῇς ἅπαντας.

赫尔墨斯:你说得对,我们就照办吧。——这第一位是谁? 梅尼普斯:我是梅尼普斯。看哪,赫尔墨斯,我的布袋和手杖就让它们丢进湖里去吧;至于我那件旧斗篷,我贤明地压根儿就没带来。 赫尔墨斯:上船吧,梅尼普斯,最出色的人啊!坐在舵手身旁的高座上,以便你能监督所有人。

§20.3

ΕΡΜΗΣ ὁ καλὸς δ’ οὗτος τίς ἐστιν; ΧΑΡΜΟΛΕΩΣ Χαρμόλεως ὁ Μεγαρικὸς ἐπέραστος, οὗ τὸ φίλημα διτάλαντον ἦν. ΕΡΜΗΣ Ἀπόδυθι τοιγαροῦν τὸ κάλλος καὶ τὰ χείλη αὐτοῖς φιλήμασι2 καὶ τὴν κόμην τὴν βαθεῖαν καὶ τὸ ἐπὶ τῶν παρειῶν ἐρύθημα καὶ τὸ δέρμα ὅλον. ἔχει καλῶς, εὔζωνος εἶ, ἐπίβαινε ἤδη.

赫尔墨斯:这位美男子又是谁? 卡尔摩列奥斯:我是墨伽拉的卡尔摩列奥斯,众人追捧的情种,一个吻就值两塔兰同。 赫尔墨斯:那么,脱下你的美貌吧,连同这嘴唇以及附在上面的吻,还有你浓密的秀发、双颊的红润,以及整副皮囊。很好,你已一身轻松了,现在上船吧。

§20.4

ΕΡΜΗΣ ὁ δὲ τὴν πορφυρίδα οὑτοσὶ καὶ τὸ διάδημα ὁ βλοσυρὸς τίς ὢν τυγχάνεις; ΛΑΜΠΙΧΟΣ Λάμπιχος Γελῴων τύραννος. ΕΡΜΗΣ Τί οὖν, ὦ Λάμπιχε, τοσαῦτα ἔχων πάρει; ΛΑΜΠΙΧΟΣ Τί οὖν; ἐχρῆν, ὦ Ἑρμῆ, γυμνὸν ἥκειν τύραννον ἄνδρα; ΕΡΜΗΣ Τύραννον μὲν οὐδαμῶς, νεκρὸν δὲ μάλα· ὥστε ἀπόθου ταῦτα. ΛΑΜΠΙΧΟΣ Ἰδού σοι ὁ πλοῦτος ἀπέρριπται. ΕΡΜΗΣ Καὶ τὸν τῦφον ἀπόρριψον, ὦ Λάμπιχε, καὶ τὴν ὑπεροψίαν· βαρήσει γὰρ τὸ πορθμεῖον συνεμπεσόντα. ΛΑΜΠΙΧΟΣ Οὐκοῦν ἀλλὰ τὸ διάδημα ἔασόν με ἔχειν καὶ τὴν ἐφεστρίδα. ΕΡΜΗΣ Οὐδαμῶς, ἀλλὰ καὶ ταῦτα ἄφες. ΛΑΜΠΙΧΟΣ Εἶεν. τί ἔτι; πᾶν γὰρ ἀφῆκα, ὡς ὁρᾷς. ΕΡΜΗΣ Καὶ τὴν ὠμότητα καὶ τὴν ἄνοιαν καὶ τὴν ὕβριν καὶ τὴν ὀργήν, καὶ ταῦτα ἄφες. ΛΑΜΠΙΧΟΣ Ἰδού σοι ψιλός εἰμι.

赫尔墨斯:那一位身披紫袍、头戴王冠、神色威严的人,你究竟是谁? 兰皮科斯:盖拉的僭主兰皮科斯。 赫尔墨斯:那么,兰皮科斯,你为何带着这么多排场来到这里? 兰皮科斯:那又怎样?赫尔墨斯,难道一个做僭主的人,就该光着身子来吗? 赫尔墨斯:作为僭主固然绝不该,作为死人却再合适不过了;所以把这些脱下吧。 兰皮科斯:看,我的财富已经抛掉了。 赫尔墨斯:连同虚荣和傲慢也一并扔掉吧,兰皮科斯;因为这些东西要是跟着掉在船上,会把渡船压得沉重的。 兰皮科斯:那么至少允许我留着王冠和披风吧。 赫尔墨斯:绝不行,把这些也丢下。 兰皮科斯:好吧。还有什么?如你所见,我全都丢下了。 赫尔墨斯:残暴、愚昧、放肆和狂怒,把这些也统统丢下。 兰皮科斯:瞧,我现在一丝不挂了。

§20.5

ΕΡΜΗΣ Ἔμβαινε ἤδη. σὺ δὲ ὁ παχύς, ὁ πολύσαρκος τίς ὢν τυγχάνεις; ΔΑΜΑΣΙΑΣ Δαμασίας ὁ ἀθλητής. ΕΡΜΗΣ Ναί, ἔοικας· οἶδα γάρ σε πολλάκις ἐν ταῖς παλαίστραις ἰδών. ΔΑΜΑΣΙΑΣ Ναί, ὦ Ἑρμῆ· ἀλλὰ παράδεξαί με γυμνὸν ὄντα. ΕΡΜΗΣ Οὐ γυμνόν, ὦ βέλτιστε, τοσαύτας σάρκας περιβεβλημένον· ὥστε ἀπόδυθι αὐτάς, ἐπεὶ καταδύσεις τὸ σκάφος τὸν ἕτερον πόδα ὑπερθεὶς μόνον· ἀλλὰ καὶ τοὺς στεφάνους τούτους ἀπόρριψον καὶ τὰ κηρύγματα. ΔΑΜΑΣΙΑΣ Ἰδού σοι γυμνός, ὡς ὁρᾷς, ἀληθῶς εἰμι καὶ ἰσοστάσιος τοῖς ἄλλοις νεκροῖς.

赫尔墨斯:现在上船吧。你这粗壮多肉的家伙,究竟是谁? 达玛西亚斯:我是运动员达玛西亚斯。 赫尔墨斯:对,确实像你;因为我常常在摔跤场上见到你,认得你。 达玛西亚斯:是的,赫尔墨斯;但既然我是光着身子的,就请接纳我吧。 赫尔墨斯:好朋友,你裹着这么厚重的皮肉,可算不上光着身子;所以把它们脱去吧,否则你只要把一只脚踏上来,就会把船弄沉的;而且把那些花冠和颂扬之辞也丢掉。 达玛西亚斯:看吧,如你所见,我现在确实是赤身露体了,重量也和其他死人一般无二。

§20.6

ΕΡΜΗΣ Οὕτως ἄμεινον ἀβαρῆ εἶναι· ὥστε ἔμβαινε. καὶ σὺ τὸν πλοῦτον ἀποθέμενος, ὦ Κράτων, καὶ τὴν μαλακίαν δὲ προσέτι καὶ τὴν τρυφὴν μηδὲ τὰ ἐντάφια κόμιζε μηδὲ τὰ τῶν προγόνων ἀξιώματα, κατάλιπε δὲ καὶ γένος καὶ δόξαν καὶ εἴ ποτέ σε ἡ πόλις ἀνεκήρυξεν καὶ τὰς τῶν ἀνδριάντων ἐπιγραφάς, μηδέ ὅτι μέγαν τάφον ἐπί σοι ἔχωσαν λέγε· βαρύνει γὰρ καὶ ταῦτα μνημονευόμενα. ΚΡΑΤΩΝ Οὐχ ἑκὼν μέν, ἀπορρίψω δέ· τί γὰρ ἂν καὶ πάθοιμι;3

赫尔墨斯:这样没有分量才好;所以上船吧。还有你,克拉同,放下你的财富,再加上你的软弱与奢靡;既不要带来寿衣的华饰,也不要带来祖先的显赫地位;把门第、声望、城邦以往对你的赞誉表彰以及雕像上的铭文统统留下;更不要说什么有人为你筑起了高大的坟冢;因为这些东西光是被提起来,也会把船压得沉重的。 克拉同:虽然不情愿,但我还是扔了吧;因为我还能有什么别的办法呢?

§20.7

ΕΡΜΗΣ βαβαί. σὺ δὲ ὁ ἔνοπλος τί βούλει; ἢ τί τὸ τρόπαιον τοῦτο φέρεις; ΣΤΡΑΤΗΓΟΣ Ὅτι ἐνίκησα, ὦ Ἑρμῆ, καὶ ἠρίστευσα καὶ ἡ πόλις ἐτίμησέν με. ΕΡΜΗΣ Ἄφες ὑπὲρ γῆς τὸ τρόπαιον· ἐν ᾅδου γὰρ εἰρήνη καὶ οὐδὲν ὅπλων δεήσει.

赫尔墨斯:哎呀!你这个披甲带盔的家伙,想干什么?你抬着这具战利品纪念碑又是为了什么? 将军:因为我打了胜仗,赫尔墨斯,建立了卓越的战功,城邦嘉奖了我。 赫尔墨斯:把战利品留在尘世吧;因为在哈得斯这里只有和平,丝毫不需要兵器。

语法注3 条
  1. 20.2οὐδὲ ἐκόμισα εὖ ποιῶν

    分词 εὖ ποιῶν 是惯用表达,作副词性用法修饰主要动词,意为“明智地/幸好……(做或没做某事)”,在此表示梅尼普斯对自己压根没带来旧斗篷感到庆幸和赞同。

  2. 20.3αὐτοῖς φιλήμασι

    代词 αὐτός 与与格名词无介词连用,构成表示伴随的与格(comitative dative),意为“连同……一并/……本身在内”。此处指赫尔墨斯命令他把嘴唇连同嘴唇所附带的热吻一并脱下。

  3. 20.6τί γὰρ ἂν καὶ πάθοιμι

    带有 ἄν 和祈愿语气的惯用修辞反问句,字面意为“我还能遭遇什么呢?”,实指“我还能有别的什么办法呢?”,表达在无法抗拒的命运或命令面前的无可奈何与听天由命。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg066.humanitext-grc3:20.1-20.7