- 底本
- Lucian, Vol. 7. Macleod, Matthew Donald, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1961 (unrenewed copyright).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg066.humanitext-grc3:19.1-19.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在冥界,西米罗斯倾听长寿的波利斯特拉托斯讲述其生前作为无嗣大富豪,如何受尽图谋遗产者的阿谀供奉而极尽奢华,最终却把全部家产留给一名年轻的弗里吉亚男奴,将众人彻底耍弄的经过。
ΣΙΜΥΛΟΣ Ἥκεις ποτέ, ὦ Πολύστρατε, καὶ σὺ παρ' ἡμᾶς ἔτη οἶμαι οὐ πολύ ἀποδέοντα τῶν ἑκατὸν βεβιωκώς; ΠΟΛΥΣΤΡΑΤΟΣ Ὀκτὼ ἐπὶ τοῖς ἐνενήκοντα, ὦ Σιμύλε. ΣΙΜΥΛΟΣ Πῶς δαὶ τὰ μετ' ἐμὲ ταῦτα ἐβίως τριάκοντα; ἐγὼ γὰρ ἀμφὶ τὰ ἑβδομήκοντά σου ὄντος ἀπέθανον. ΠΟΛΥΣΤΡΑΤΟΣ Ὑπερήδιστα, εἰ καί σοι παράδοξον τοῦτο δόξει. ΣΙΜΥΛΟΣ Παράδοξον, εἰ γέρων τε καὶ ἀσθενὴς ἄτεκνός τε προσέτι ἥδεσθαι τοῖς ἐν τῷ βίῳ ἐδύνασο.
西米罗斯:你也终于来到我们这里了,波利斯特拉托斯?我看你活得差不多快到一百岁了吧? 波利斯特拉托斯:是九十八岁,西米罗斯。 西米罗斯:那你又是在我死后的这三十年里如何度日的?要知道我死的时候你大概七十岁光景。 波利斯特拉托斯:过得极为快活,纵使这在你听来难以置信。 西米罗斯:确实难以置信,若是一个人年迈体弱,加之膝下无子,竟还能享受尘世的种种乐趣。
ΠΟΛΥΣΤΡΑΤΟΣ Τὸ μὲν πρῶτον ἅπαντα ἐδυνάμην· ἔτι καὶ παῖδες ὡραῖοι ἦσαν πολλοὶ καὶ γυναῖκες ἁβρόταται καὶ μύρα καὶ οἶνος ἀνθοσμίας καὶ τράπεζα ὑπὲρ τὰς ἐν Σικελίᾳ. ΣΙΜΥΛΟΣ Καινὰ ταῦτα· ἐγὼ γάρ σε πάνυ φειδόμενον ἠπιστάμην. ΠΟΛΥΣΤΡΑΤΟΣ Ἀλλ' ἐπέρρει μοι, ὦ γενναῖε, παρὰ ἄλλων τὰ ἀγαθά· καὶ ἕωθεν μὲν εὐθὺς ἐπὶ θύρας ἐφοίτων μάλα πολλοί, μετὰ δὲ παντοῖά μοι δῶρα προσήγετο ἁπανταχόθεν τῆς γῆς τὰ κάλλιστα. ΣΙΜΥΛΟΣ Ἐτυράννησας, ὦ Πολύστρατε, μετ' ἐμέ; ΠΟΛΥΣΤΡΑΤΟΣ Οὔκ, ἀλλ’ ἐραστὰς εἶχον μυρίους. ΣΙΜΥΛΟΣ Ἐγέλασα· ἐραστὰς σὺ τηλικοῦτος ὤν, ὀδόντας τέτταρας ἔχων; ΠΟΛΥΣΤΡΑΤΟΣ Νὴ Δία, τοὺς ἀρίστους γε τῶν ἐν τῇ πόλει· καὶ γέροντά με καὶ φαλακρόν, ὡς ὁρᾷς, ὄντα καὶ λημῶντα προσέτι καὶ κορυζῶντα ὑπερήδοντο θεραπεύοντες, καὶ μακάριος ἦν αὐτῶν ὅντινα ἂν καὶ μόνον προσέβλεψα.1 ΣΙΜΥΛΟΣ Μῶν καὶ σύ τινα ὥσπερ ὁ Φάων τὴν Ἀφροδίτην ἐκ Χίου διεπόρθμευσας, εἶτά σοι εὐξαμένῳ ἔδωκεν νέον εἶναι καὶ καλὸν ἐξ ὑπαρχῆς καὶ ἀξιέραστον; ΠΟΛΥΣΤΡΑΤΟΣ Οὔκ, ἀλλὰ τοιοῦτος ὢν περιπόθητος ἦν. ΣΙΜΥΛΟΣ Αἰνίγματα λέγεις.
波利斯特拉托斯:首当其冲的是我事事皆能遂愿;更有许多正当妙龄的少年、娇艳无比的妇人、芬芳的香膏、醇美的陈酿,以及胜过西西里排场的奢华筵席。 西米罗斯:这可是奇闻;因为在我的记忆里,你原是个极其节俭的人。 波利斯特拉托斯:可是,好朋友啊,这些好东西全是由别人源源不断送上门来的!清晨一大早便有极多的人络绎不绝地叩响我的门扉,随后更有各种各样的礼物、普天下最精美的珍品呈献到我面前。 西米罗斯:难道你在我死后当了僭主吗,波利斯特拉托斯? 波利斯特拉托斯:不曾,但我却有成千上万个追求者。 西米罗斯:我倒要发笑了:就凭你这把年纪,只剩四颗牙齿,竟也有追求者? 波利斯特拉托斯:指宙斯发誓,确实如此,而且全都是城里的头面人物!纵然我又老又秃,如你所见,再加上眼屎糊眼、涕泪横流,他们侍奉我时却乐在其中;他们当中只要能得到我哪怕仅仅看上一眼,就自以为幸福无比了。 西米罗斯:莫非你也像法翁摆渡阿佛洛狄忒那样把某个人从希俄斯摆渡过海,随后她应你所求,赐你重获青春、相貌英俊且招人爱慕? 波利斯特拉托斯:并非如此,我就是这副尊容,却为人所极度渴慕。 西米罗斯:你说的尽是谜语。
ΠΟΛΥΣΤΡΑΤΟΣ Καὶ μὴν πρόδηλός γε ὁ ἔρως οὑτοσὶ πολὺς ὢν ὁ περὶ τοὺς ἀτέκνους καὶ πλουσίους γέροντας. ΣΙΜΥΛΟΣ Νῦν μανθάνω σου τὸ κάλλος, ὦ θαυμάσιε, ὅτι παρὰ τῆς χρυσῆς Ἀφροδίτης ἦν.2 ΠΟΛΥΣΤΡΑΤΟΣ Ἀτάρ, ὦ Σιμύλε, οὐκ ὀλίγα τῶν ἐραστῶν ἀπολέλαυκα μονονουχὶ προσκυνούμενος ὑπ' αὐτῶν· καὶ ἐθρυπτόμην δὲ πολλάκις καὶ ἀπέκλειον αὐτῶν τινας ἐνίοτε, οἱ δὲ ἡμιλλῶντο καὶ ἀλλήλους ὑπερεβάλλοντο ἐν τῇ περὶ ἐμὲ φιλοτιμίᾳ. ΣΙΜΥΛΟΣ Τέλος δ’ οὖν πῶς ἐβουλεύσω περὶ τῶν κτημάτων; ΠΟΛΥΣΤΡΑΤΟΣ Εἰς τὸ φανερὸν μὲν ἕκαστον αὐτῶν κληρονόμον ἀπολιπεῖν ἔφασκον, ὁ δ’ ἐπίστευέν τε ἂν καὶ κολακευτικώτερον παρεσκεύαζεν αὑτόν, ἄλλας δὲ τὰς ἀληθεῖς διαθήκας ἐκείνας ἔχων κατέλιπον οἰμώζειν ἅπασι φράσας.3
波利斯特拉托斯:然而这种爱意是昭然若揭的——它在那些无嗣而富有的老人身边四处泛滥。 西米罗斯:我现在明白你的美貌从何而来了,我神奇的朋友:原来是源于“黄金”阿佛洛狄忒! 波利斯特拉托斯:不过,西米罗斯啊,我从这些追求者身上着实享尽了好处,简直快要被他们当作神明来顶礼膜拜了。我常常拿腔作势,有时还把其中一些人关在门外;他们却在我身上竞相献媚,彼此争强好胜。 西米罗斯:那么到了最后,你究竟如何处置了你的财产? 波利斯特拉托斯:表面上,我对他们每一个人都声称立了他为继承人;那人便深信不疑,对我愈加阿谀逢迎;但我手中却另持着那份真正的遗嘱,向所有人抛下一句“见鬼去吧”,便将它留了下来。
ΣΙΜΥΛΟΣ Τίνα δὲ αἱ τελευταῖαι τὸν κληρονόμον ἔσχον; ἦ πού τινα τῶν ἀπὸ τοῦ γένους; ΠΟΛΥΣΤΡΑΤΟΣ Οὐ μὰ Δία, ἀλλὰ νεώνητόν τινα τῶν μειρακίων τῶν ὡραίων Φρύγα. ΣΙΜΥΛΟΣ Ἀμφὶ πόσα ἔτη, ὦ Πολύστρατε; ΠΟΛΥΣΤΡΑΤΟΣ Σχεδὸν ἀμφὶ τὰ εἴκοσι. ΣΙΜΥΛΟΣ Ἤδη μανθάνω ἅτινά σοι ἐκεῖνος ἐχαρίζετο. ΠΟΛΥΣΤΡΑΤΟΣ Πλὴν ἀλλὰ πολὺ ἐκείνων ἀξιώτερος κληρονομεῖν, εἰ καὶ βάρβαρος ἦν καὶ ὄλεθρος, ὃν ἤδη καὶ αὐτῶν οἱ ἄριστοι θεραπεύουσιν. ἐκεῖνος τοίνυν ἐκληρονόμησέ μου καὶ νῦν ἐν τοῖς εὐπατρίδαις ἀριθμεῖται ὑπεξυρημένος μὲν τὸ γένειον καὶ βαρβαρίζων, Κόδρου δὲ εὐγενέστερος καὶ Νιρέως καλλίων καὶ Ὀδυσσέως συνετώτερος λεγόμενος εἶναι. ΣΙΜΥΛΟΣ Οὔ μοι μέλει· καὶ στρατηγησάτω τῆς Ἑλλάδος, εἰ δοκεῖ, ἐκεῖνοι δὲ μὴ κληρονομείτωσαν μόνον.
西米罗斯:那份最后的遗嘱指定了谁为继承人?总不至于是你家族中的某个人吧? 波利斯特拉托斯:指宙斯发誓,绝非如此,而是新买来的一个正当妙龄的年轻奴仆,是个弗里吉亚人。 西米罗斯:大概几岁年纪,波利斯特拉托斯? 波利斯特拉托斯:将近年方二十。 西米罗斯:我现在明白他当年是如何讨你欢心的了。 波利斯特拉托斯:话虽如此,他比起那些人来可配继承得多了,纵使他是个蛮族贱类;如今就连那些上层名流也都在巴结奉承他呢。于是他继承了我的遗产,现在胡须刮得精光、操着一口蹩脚的希腊话,却被列入名门贵族之中,人人都说他比科德罗斯更尊贵,比尼柔斯更俊美,比奥德修斯更聪明! 西米罗斯:我才不在乎这个;只要他高兴,就算让他统领全希腊也无妨,只要别让那些家伙继承就行。
- 19.2ὅντινα ἂν καὶ μόνον προσέβλεψα
关系从句中 ἄν 与不定过去时直陈式(προσέβλεψα)连用,表示过去反复发生的动作(过去反复用法),意为“凡我哪怕仅仅看上一眼的人”。
- 19.3ὅτι παρὰ τῆς χρυσῆς Ἀφροδίτης ἦν
此处为主节中宾格短语 σου τὸ κάλλος 提前出现的先取构式(prolepsis),在语义上它充当 ὅτι 从句的主语。“金色的阿佛洛狄忒”系双关修辞,点明老人的“魅力”实则来自其拥有的黄金(财富)。
- 19.3ἄλλας δὲ τὰς ἀληθεῖς διαθήκας ἐκείνας ἔχων κατέλιπον οἰμώζειν ἅπασι φράσας
名词短语 ἄλλας ... διαθήκας ἐκείνας 同时作分词 ἔχων(“手中持有”)与主要动词 κατέλιπον(“留下(遗嘱)”)的共同宾语。短语 οἰμώζειν φράσας 为惯用表达,意为“叫他们去哭丧/见鬼去吧”。
