← 琉善

亡灵对话录

§1.1-1.4

狄奥根尼托付给生者的口信

在冥府,狄奥根尼委托即将还阳的波吕丢刻斯向犬儒派梅尼普斯、诡辩哲学家、富人、俊美强壮者以及穷人们转达辛辣的言语。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

ΔΙΟΓΕΝΗΣ Ὦ Πολύδευκες, ἐντέλλομαί σοι, ἐπειδὰν τάχιστα ἀνέλθῃς,—σὸν γάρ ἐστιν, οἶμαι, ἀναβιῶναι αὔριον—ἤν που ἴδῃς Μένιππον τὸν κύνα,—εὕροις δ’ ἂν αὐτὸν ἐν Κορίνθῳ κατὰ τὸ Κράνειον ἢ ἐν Λυκείῳ τῶν ἐριζόντων πρὸς ἀλλήλους φιλοσόφων καταγελῶντα—εἰπεῖν πρὸς αὐτόν,1 ὅτι σοί, ὦ Μένιππε, κελεύει ὁ Διογένης, εἴ σοι ἱκανῶς τὰ ὑπὲρ γῆς καταγεγέλασται,2 ἥκειν ἐνθάδε πολλῷ πλείω ἐπιγελασόμενον· ἐκεῖ μὲν γὰρ ἐν ἀμφιβόλῳ σοὶ ἔτι ὁ γέλως ἦν καὶ πολὺ τὸ “τίς γὰρ ὅλως οἶδε τὰ μετὰ τὸν βίον; ”, ἐνταῦθα δὲ οὐ παύσῃ βεβαίως γελῶν καθάπερ ἐγὼ νῦν, καὶ μάλιστα ἐπειδὰν ὁρᾷς τοὺς πλουσίους καὶ σατράπας καὶ τυράννους οὕτω ταπεινοὺς καὶ ἀσήμους, ἐκ μόνης οἰμωγῆς διαγινωσκομένους, καὶ ὅτι μαλθακοὶ καὶ ἀγεννεῖς εἰσι μεμνημένοι τῶν ἄνω. ταῦτα λέγε αὐτῷ, καὶ προσέτι ἐμπλησάμενον τὴν πήραν ἥκειν3 θέρμων τε πολλῶν καὶ εἴ που εὕροι ἐν τῇ τριόδῳ Ἑκάτης δεῖπνον κείμενον ἢ ᾠὸν ἐκ καθαρσίου ἤ τι τοιοῦτον.

狄奥根尼:波吕丢刻斯,我嘱托你,一旦你回到上面——因为我想明天该轮到你还阳了——如果你在什么地方看见犬儒派的梅尼普斯——你或许会在科林斯的克拉内翁一带,或者在吕刻昂找到他,正嘲笑那些彼此争吵不休的哲学家——你就对他说:“梅尼普斯啊,狄奥根尼吩咐你,如果你对地上的事物已经嘲笑够了,就到这里来,笑得更多得多。因为在那上面,你的笑声还悬而未定,人们还常常说‘究竟谁完全知道死后的事呢?’;但在这里,你将不会停止笃定地笑,正如我现在一样,尤其是当你看到那些富人、总督和僭主变得如此卑微和不起眼,仅凭哭嚎才能被辨认出来,并且当他们回忆起上面的生活时是多么懦弱和卑贱。”把这些话告诉他,并吩咐他把褡裢装满许多羽扇豆,若是在十字路口看见摆着的赫卡忒晚餐,或是净罪用过的鸡蛋或类似的东西,也装进去,然后到这里来。

§1.2

ΠΟΛΥΔΕΥΚΗΣ Ἀλλ' ἀπαγγελῶ ταῦτα, ὦ Διόγενες. ὅπως δὲ εἰδῶ μάλιστα ὁποῖός τίς ἐστι τὴν ὄψιν— ΔΙΟΓΕΝΗΣ Γέρων, φαλακρός, τριβώνιον ἔχων πολύθυρον, ἅπαντι ἀνέμῳ ἀναπεπταμένον καὶ ταῖς ἐπιπτυχαῖς τῶν ῥακίων ποικίλον, γελᾷ δ’ ἀεὶ καὶ τὰ πολλὰ τοὺς ἀλαζόνας τούτους φιλοσόφους ἐπισκώπτει. ΠΟΛΥΔΕΥΚΗΣ Ῥᾴδιον εὑρεῖν ἀπό γε τούτων. ΔΙΟΓΕΝΗΣ Βούλει καὶ πρὸς αὐτοὺς ἐκείνους ἐντείλωμαί τι τοὺς φιλοσόφους; ΠΟΛΥΔΕΥΚΗΣ Λέγε· οὐ βαρὺ γὰρ οὐδὲ τοῦτο. ΔΙΟΓΕΝΗΣ Τὸ μὲν ὅλον παύσασθαι αὐτοῖς παρεγγύα ληροῦσι καὶ περὶ τῶν ὅλων ἐρίζουσιν καὶ κέρατα φύουσιν ἀλλήλοις καὶ κροκοδείλους ποιοῦσι4 καὶ τὰ τοιαῦτα ἄπορα ἐρωτᾶν διδάσκουσι τὸν νοῦν. ΠΟΛΥΔΕΥΚΗΣ Ἀλλὰ ἐμὲ ἀμαθῆ καὶ ἀπαίδευτον εἶναι φάσκουσι κατηγοροῦντα τῆς σοφίας αὐτῶν. ΔΙΟΓΕΝΗΣ Σὺ δὲ οἰμώζειν αὐτοὺς παρ' ἐμοῦ λέγε. ΠΟΛΥΔΕΥΚΗΣ Καὶ ταῦτα, ὦ Διόγενες, ἀπαγγελῶ.

波吕丢刻斯:狄奥根尼,我会传达这些话的。不过为了让我更清楚他的长相——狄奥根尼:一个秃顶的老人,穿着一件漏洞百出的粗呢斗篷,任由各种风吹拂,上面打满了杂乱的破布补丁;他总是笑个不停,绝大多数时候都在嘲弄那些自吹自擂的哲学家。 波吕丢刻斯:凭这些特征很容易找到他。 狄奥根尼:你也想让我托你给那些哲学家本人带点话吗? 波吕丢刻斯:说吧;这也算不上什么苦差事。 狄奥根尼:总而言之,警告他们别再胡说八道、争论万物了,别再互相给对方长角、造鳄鱼,教人的心思去追问这类无解的难题了。 波吕丢刻斯:可是当我指责他们的智慧时,他们说我既愚昧又缺乏教养。 狄奥根尼:那你就替我叫他们见鬼去吧。 波吕丢刻斯:狄奥根尼,这话我也照样传达。

§1.3

ΔΙΟΓΕΝΗΣ Τοῖς πλουσίοις δ’ ὦ φίλτατον Πολυδεύκιον, ἀπάγγελλε ταῦτα παρ' ἡμῶν· τί, ὦ μάταιοι, τὸν χρυσὸν φυλάττετε; τί δὲ τιμωρεῖσθε ἑαυτοὺς λογιζόμενοι τοὺς τόκους καὶ τάλαντα ἐπὶ ταλάντοις συντιθέντες, οὓς χρὴ ἕνα ὀβολὸν ἔχοντας ἥκειν5 μετ' ὀλίγον; ΠΟΛΥΔΕΥΚΗΣ Εἰρήσεται καὶ ταῦτα πρὸς ἐκείνους. ΔΙΟΓΕΝΗΣ Ἀλλὰ καὶ τοῖς καλοῖς τε καὶ ἰσχυροῖς λέγε, Μεγίλλῳ τε τῷ Κορινθίῳ καὶ Δαμοξένῳ τῷ παλαιστῇ, ὅτι παρ' ἡμῖν οὔτε ἡ ξανθὴ κόμη οὔτε τὰ χαροπὰ ἢ μέλανα ὄμματα ἢ ἐρύθημα ἐπὶ τοῦ 334προσώπου ἔτι ἔστιν ἢ νεῦρα εὔτονα ἢ ὦμοι καρτεροί, ἀλλὰ πάντα μία ἡμῖν κόνις, φασί, κρανία γυμνὰ τοῦ κάλλους. ΠΟΛΥΔΕΥΚΗΣ Οὐ χαλεπὸν οὐδὲ ταῦτα εἰπεῖν πρὸς τοὺς καλοὺς καὶ ἰσχυρούς.

狄奥根尼:亲爱的波吕丢刻斯,你替我们把这些话带给富人们:“糊涂虫啊,你们为什么守着黄金?又为什么计算利息、把一块又一块塔兰同垒在一起折磨自己,明明你们不久就必须只带着一枚奥波尔到这里来?” 波吕丢刻斯:这些话也会转告他们的。 狄奥根尼:还要对那些俊美和强壮的人说,对科林斯的梅吉洛斯和摔跤手达莫克塞诺斯说:在我们这里,金发、明亮或乌黑的眼眸、面颊上的红晕,都不复存在了,坚韧的筋腱和强健的双肩也没有了;正如俗话所说,我们这里全是一模一样的尘土,尽是剥除了一切美丽的头颅骨。 波吕丢刻斯:把这些话告诉那些俊美和强壮的人也并不难。

§1.4

ΔΙΟΓΕΝΗΣ Καὶ τοῖς πένησιν, ὦ Λάκων,—πολλοὶ δ’ εἰσὶ καὶ ἀχθόμενοι τῷ πράγματι καὶ οἰκτείροντες τὴν ἀπορίαν—λέγε μήτε δακρύειν μήτε οἰμώζειν διηγησάμενος τὴν ἐνταῦθα ἰσοτιμίαν, καὶ ὅτι ὄψονται τοὺς ἐκεῖ πλουσίους οὐδὲν ἀμείνους αὑτῶν· καὶ Λακεδαιμονίοις δὲ τοῖς σοῖς ταῦτα, εἰ δοκεῖ, παρ' ἐμοῦ ἐπιτίμησον λέγων ἐκλελύσθαι αὐτούς. ΠΟΛΥΔΕΥΚΗΣ Μηδέν, ὦ Διόγενες, περὶ Λακεδαιμονίων λέγε· οὐ γὰρ ἀνέξομαί γε. ἃ δὲ πρὸς τοὺς ἄλλους ἔφησθα, ἀπαγγελῶ. ΔΙΟΓΕΝΗΣ Ἐάσωμεν τούτους, ἐπεί σοι δοκεῖ· σὺ δὲ οἷς προεῖπον ἀπένεγκον παρ' ἐμοῦ τοὺς λόγους.

狄奥根尼:至于穷人们,斯巴达人啊——他们人数众多,既为处境所苦,又为困顿而悲叹——告诉他们不要哭泣也不要哀嚎,向他们详细说明这里的人人平等,并且他们会看到上面的富人绝不比他们自己强。如果合适的话,你也替我责备你的斯巴达同胞,说他们已经变得懈怠退化了。 波吕丢刻斯:狄奥根尼,关于斯巴达人一句话也别说,因为我绝不能容忍。至于你对其他人说的话,我会去传达。 狄奥根尼:既然你这么想,我们就放过他们吧;不过对于我刚才提到的那些人,你要把我这番话带去。

语法注5 条
  1. 1.1ἐντέλλομαί σοι ... εἰπεῖν πρὸς αὐτόν

    主动词 ἐντέλλομαι(嘱托)带与格间接宾语 σοι,其后由插入句(σὸν γάρ ἐστιν... 与 εὕροις δ’ ἂν...)以及时间与条件从句(ἐπειδὰν τάχιστα ἀνέλθῃς, ἤν που ἴδῃς...)隔开,统领后方相隔较远的不定式 εἰπεῖν 作为其补足语。

  2. 1.1εἴ σοι ἱκανῶς τὰ ὑπὲρ γῆς καταγεγέλασται

    完成时被动态第三人称单数动词 καταγεγέλασται 与中性复数主语短语 τὰ ὑπὲρ γῆς(地上的诸事)相配合(中性复数主语接单数动词的常规句法)。与格代词 σοι 作被动动词的行为者与格(dative of agent)。

  3. 1.1ἐμπλησάμενον τὴν πήραν ἥκειν

    不定式 ἥκειν 承接前文 κελεύει... ἥκειν 的命令或由 λέγε αὐτῷ 统领。分词 ἐμπλησάμενον 为阳性单数宾格,与不定式 ἥκειν 的逻辑主语(梅尼普斯)在“宾格加不定式”结构中保持一致。

  4. 1.2κέρατα φύουσιν ἀλλήλοις καὶ κροκοδείλους ποιοῦσι

    这里借用了古代辩证法中著名的诡辩悖论术语:“长角悖论”(你没有失去的就是你拥有的;你没有失去角;所以你有角)与“鳄鱼悖论”(关于鳄鱼归还孩子的自我指涉难题)。

  5. 1.3οὓς χρὴ ἕνα ὀβολὸν ἔχοντας ἥκειν

    关系代词宾格 οὕς 指向前文的先行词 τοῖς πλουσίοις,并作为非人称动词 χρή 所引出的不定式 ἥκειν 的逻辑主语(宾格主语)。分词 ἔχοντας 与 οὕς 在阳性复数宾格上保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg066.humanitext-grc3:1.1-1.4