← 琉善

亡灵对话录

§18.1

克奈蒙的立嘱诡计与猝死失财

克奈蒙向达姆尼普斯讲述了自己为了图谋富翁赫尔摩拉奥斯的遗产而公开放出留给对方遗产的遗嘱,结果自己却因屋顶塌陷猝死,反被对方尽数占走家产的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.1

ΚΝΗΜΩΝ Τοῦτο ἐκεῖνο τὸ τῆς παροιμίας· ὁ νεβρὸς τὸν λέοντα.1 ΔΑΜΝΙΠΠΟΣ Τί ἀγανακτεῖς, ὦ Κνήμων; ΚΝΗΜΩΝ Πυνθάνῃ ὅ τι ἀγανακτῶ; κληρονόμον ἀκούσιον καταλέλοιπα2 κατασοφισθεὶς ἄθλιος, οὓς ἐβουλόμην ἂν μάλιστα σχεῖν τἀμὰ παραλιπών.3 ΔΑΜΝΙΠΠΟΣ Πῶς τοῦτο ἐγένετο; ΚΝΗΜΩΝ Ἑρμόλαον τὸν πάνυ πλούσιον ἄτεκνον ὄντα ἐθεράπευον ἐπὶ θανάτῳ, κἀκεῖνος οὐκ ἀηδῶς τὴν θεραπείαν προσίετο. ἔδοξε δή μοι καὶ σοφὸν τοῦτο εἶναι, θέσθαι διαθήκας εἰς τὸ φανερόν, ἐν αἷς ἐκείνῳ καταλέλοιπα τἀμὰ πάντα, ὡς κἀκεῖνος ζηλώσειεν καὶ τὰ αὐτὰ πράξειεν. ΔΑΜΝΙΠΠΟΣ Τί οὖν δὴ ἐκεῖνος; ΚΝΗΜΩΝ Ὅ τι μὲν αὐτὸς ἐνέγραψεν ταῖς ἑαυτοῦ διαθήκαις οὐκ οἶδα· ἐγὼ γοῦν ἄφνω ἀπέθανον τοῦ τέγους μοι ἐπιπεσόντος, καὶ νῦν Ἑρμόλαος ἔχει τἀμὰ ὥσπερ τις λάβραξ καὶ τὸ ἄγκιστρον τῷ δελέατι συγκατασπάσας. ΔΑΜΝΙΠΠΟΣ Οὐ μόνον, ἀλλὰ καὶ αὐτόν σε τὸν ἁλιέα· ὥστε τὸ σόφισμα κατὰ σαυτοῦ συντέθεικας. ΚΝΗΜΩΝ Ἔοικα· οἰμώζω τοιγαροῦν.

克奈蒙:真如那句谚语所说:“鹿儿倒把狮子降”! 达姆尼普斯:你为何这般恼火,克奈蒙? 克奈蒙:你问我为何恼火?可怜我被人用计玩弄,竟留下了一个意料之外的继承人,反而落下了那些我最希望继承我财产的人! 达姆尼普斯:这究竟是怎么回事? 克奈蒙:赫尔摩拉奥斯极其富有且没有子嗣,我就盼着他死而奉承他;他也乐意接受我的巴结。于是我心生一计,以为极其高明:公开放出一份遗嘱,在里面把我的全副家当都留给了他,好叫他也效仿我,做出同样的举动。 达姆尼普斯:那后来他如何了? 克奈蒙:他自己在他的遗嘱里写了什么,我可不知道;反正屋顶坍塌砸在我头上,我突然丧命,如今赫尔摩拉奥斯便占有了我的全部家私,恰似一条贪嘴的鲈鱼连饵带钩一并吞了下去! 达姆尼普斯:不仅如此,连你这个渔夫自己都被它吞下去了!所以你这妙计竟是用来算计你自己的。 克奈蒙:正是如此;因此我才在这里痛哭哀叹呢。

语法注3 条
  1. 18.1Τοῦτο ἐκεῖνο τὸ τῆς παροιμίας· ὁ νεβρὸς τὸν λέοντα.

    系词及谓语动词的省略。前半句由惯用句型“τοῦτο ἐκεῖνο”(这正是那个……)与带冠词中性属格短语“τὸ τῆς παροιμίας”(谚语中所说的)结合而成。后半句“ὁ νεβρὸς τὸν λέοντα”为谚语成语,省略了述谓动词(如 ᾕρηκεν“捕获”或 διώκει“追逐”)。

  2. 18.1κληρονόμον ἀκούσιον καταλέλοιπα

    形容词 ἀκούσιος 既可表主动含义(“非出于本意的”),亦可表被动含义(“非意料中的、违背当事人意愿的”)。此处作为宾语补足语与 καταλέλοιπα 连用,指克奈蒙违背自己原本意愿、意料之外留下的继承人。

  3. 18.1οὓς ἐβουλόμην ἂν μάλιστα σχεῖν τἀμὰ παραλιπών

    省略先行词的关系从句。被省略的指示代词先行词(τούτους)作分词 παραλιπών 的直接宾语。关系从句内部,ἐβουλόμην 搭配 ἄν 构成表虚拟非真实愿望的未完成过去时,支配不定式 σχεῖν,而 τἀμὰ(我的财产)为其宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg066.humanitext-grc3:18.1