- 底本
- Lucian, Vol. 7. Macleod, Matthew Donald, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1961 (unrenewed copyright).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg066.humanitext-grc3:17.1-17.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
芝诺凡托斯与卡利德米得斯互相讲述死因,卡利德米得斯道出自己本想毒杀富老普托伊奥多罗斯以图遗产,却因斟酒侍童搞错杯子而误饮毒酒身亡的经过。
ΖΗΝΟΦΑΝΤΟΣ Σὺ δὲ, ὦ Καλλιδημίδη, πῶς ἀπέθανες; ἐγὼ μὲν γὰρ ὅτι παράσιτος ὢν Δεινίου πλέον τοῦ ἱκανοῦ ἐμφαγὼν ἀπεπνίγην, οἶσθα· παρῆς γὰρ ἀποθνήσκοντί μοι. ΚΑΛΛΙΔΗΜΙΔΗΣ Παρῆν, ὦ Ζηνόφαντε· τὸ δὲ ἐμὸν παράδοξόν τι ἐγένετο. οἶσθα γὰρ καὶ σύ που Πτοιόδωρον τὸν γέροντα; ΖΗΝΟΦΑΝΤΟΣ Τὸν ἄτεκνον, τὸν πλούσιον, ᾧ σε τὰ πολλὰ ᾔδειν συνόντα. ΚΑΛΛΙΔΗΜΙΔΗΣ Ἐκεῖνον αὐτὸν ἀεὶ ἐθεράπευον ὑπισχνούμενον ἐπ' ἐμοὶ τεθνήξεσθαι.1 ἐπεὶ δὲ τὸ πρᾶγμα εἰς μήκιστον ἐπεγίνετο καὶ ὑπὲρ τὸν Τιθωνὸν ὁ γέρων ἔζη, ἐπίτομόν τινα ὁδὸν ἐπὶ τὸν κλῆρον ἐξηῦρον· πριάμενος γὰρ φάρμακον ἀνέπεισα τὸν οἰνοχόον, ἐπειδὰν τάχιστα ὁ Πτοιόδωρος αἰτήσῃ πιεῖν,—πίνει δὲ ἐπιεικῶς ζωρότερον—ἐμβαλόντα εἰς κύλικα ἕτοιμον ἔχειν αὐτὸ καὶ ἐπιδοῦναι αὐτῷ· εἰ δὲ τοῦτο ποιήσει, ἐλεύθερον ἐπωμοσάμην ἀφήσειν αὐτόν. ΖΗΝΟΦΑΝΤΟΣ Τί οὖν ἐγένετο; πάνυ γάρ τι παράδοξον ἐρεῖν ἔοικας.
芝诺凡托斯:而你呢,卡利德米得斯,你又是怎么死的?我嘛,因为做代尼亚斯的食客,吃得过多噎死了,这你是知道的;因为我咽气时你就在场。 卡利德米得斯:我当时在场,芝诺凡托斯;然而我身上发生的事可就奇了。想必你也知道那个叫普托伊奥多罗斯的老头吧? 芝诺凡托斯:就是那个无嗣、富有、我知道你常常同他混在一起的老头吧。 卡利德米得斯:正是他本人。我一直巴结奉承他,因他许诺死后将财产留给我。然而事情拖延得无休无止,那老头活得比提托诺斯还要长,于是我便想出了一条夺取遗产的捷径。我买来毒药,买通了斟酒侍童,一旦普托伊奥多罗斯要酒喝——他平时喝的酒颇烈——就将毒药投进杯中备好,递送给他;我还起誓,如果他办成了这事,我就放他自由。 芝诺凡托斯:那后来怎么样了?你似乎要说出一件极为离奇的事来呢。
ΚΑΛΛΙΔΗΜΙΔΗΣ Ἐπεὶ τοίνυν λουσάμενοι ἥκομεν, δύο δὴ ὁ μειρακίσκος κύλικας ἑτοίμους ἔχων τὴν μὲν τῷ Πτοιοδώρῳ τὴν ἔχουσαν τὸ φάρμακον, τὴν δὲ ἑτέραν ἐμοί, σφαλεὶς οὐκ οἶδ’ ὅπως ἐμοὶ μὲν τὸ φάρμακον, Πτοιοδώρῳ δὲ τὸ ἀφάρμακτον ἔδωκεν· εἶτα ὁ μὲν ἔπινεν, ἐγὼ δὲ αὐτίκα μάλα ἐκτάδην ἐκείμην ὑποβολιμαῖος ἀντ' ἐκείνου νεκρός.2 τί τοῦτο γελᾷς, ὦ Ζηνόφαντε; καὶ μὴν οὐκ ἔδει γε ἑταίρῳ ἀνδρὶ ἐπιγελᾶν. ΖΗΝΟΦΑΝΤΟΣ Ἀστεῖα γάρ, ὦ Καλλιδημίδη, πέπονθας. ὁ γέρων δὲ τί πρὸς ταῦτα; ΚΑΛΛΙΔΗΜΙΔΗΣ Πρῶτον μὲν ὑπεταράχθη πρὸς τὸ αἰφνίδιον, εἶτα συνείς, οἶμαι, τὸ γεγενημένον ἐγέλα καὶ αὐτός, οἷά γε ὁ οἰνοχόος εἴργασται. ΖΗΝΟΦΑΝΤΟΣ Πλὴν ἀλλ’ οὐδὲ σὲ τὴν ἐπίτομον ἐχρῆν τραπέσθαι· ἧκε γὰρ ἄν σοι διὰ τῆς λεωφόρου ἀσφαλέστερον, εἰ καὶ ὀλίγῳ βραδύτερος ἦν.3
卡利德米得斯:于是,当我们沐浴回来,那童子备好了两只杯子,一只给普托伊奥多罗斯,里面放了毒药,另一只则是给我的;谁知他不知怎的昏了头,竟把毒药给了我,而把没放毒药的递给了普托伊奥多罗斯!接着,当他在那儿畅饮时,我却立刻直挺挺地倒在地上,成了替他送命的替身死尸!你笑什么,芝诺凡托斯?你绝不该嘲笑一个朋友。 芝诺凡托斯:因为落到你身上的事太妙了,卡利德米得斯!那老头见状又如何? 卡利德米得斯:起初他被这突如其来的变故吓得有点慌乱,随后我想他明白了事情的原委,自己也大笑起来,笑那侍童干了怎样的一桩好事。 芝诺凡托斯:不过,你也本不该去走捷径的;因为遗产哪怕来得稍慢一些,走大路也会更稳妥地落到你的手中。
- 17.1ὑπισχνούμενον ἐπ' ἐμοὶ τεθνήξεσθαι
介词短语 ἐπ' ἐμοί 搭配与格,表示利益(dative of interest),意为“为了我”或“以我为继承人”。在遗嘱和继承语境中,该习语指立遗嘱者许诺死后将财产留给说话人。
- 17.2ὑποβολιμαῖος ἀντ' ἐκείνου νεκρός
形容词 ὑποβολιμαῖος(原意为“被掉包的”、“假托的”)在此作表语修饰 νεκρός,意为“作为替他受死的替身死尸”。通过这句讽刺的表达,说明因侍童搞错酒杯而使他成了本该死去的普托伊奥多罗斯的替死鬼。
- 17.2ἧκε γὰρ ἄν σοι διὰ τῆς λεωφόρου ἀσφαλέστερον, εἰ καὶ ὀλίγῳ βραδύτερος ἦν
由 ἄν 搭配未完成过去时 ἧκε 构成的非真实条件句结果主句。其省略的主语由上下文可知为前文提到的“遗产”(ὁ κλῆρος),意为“走大路(即循规蹈矩地等待)本会更稳妥地来到你手中”。条件从句中的阳性单数形容词 βραδύτερος 与这一主语 ὁ κλῆρος 保持一致。
