- 底本
- Lucian, Vol. 7. Macleod, Matthew Donald, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1961 (unrenewed copyright).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg066.humanitext-grc3:16.1-16.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
年仅三十便夭折的忒耳普西翁向冥王普鲁托抱怨九旬老翁索克里托斯依然在世的不公,普鲁托则指出妄图霸占他人遗产的谄媚者先死乃是天理昭彰,并告知其竞争对手们亦将先于老者而死,令忒耳普西翁转怒为喜。
ΤΕΡΨΙΩΝ Τοῦτο, ὦ Πλούτων, δίκαιον, ἐμὲ μὲν τεθνάναι τριάκοντα ἔτη γεγονότα, τὸν δὲ ὑπὲρ τὰ ἐνενήκοντα γέροντα Θούκριτον ζῆν ἔτι; ΠΛΟΥΤΩΝ Δικαιότατον μὲν οὖν, ὦ Τερψίων, εἴ γε ὁ μὲν ζῇ μηδένα εὐχόμενος ἀποθανεῖν τῶν φίλων, σὺ δὲ παρὰ πάντα τὸν χρόνον ἐπεβούλευες αὐτῷ περιμένων τὸν κλῆρον. ΤΕΡΨΙΩΝ Οὐ γὰρ ἐχρῆν γέροντα ὄντα καὶ μηκέτι χρήσασθαι τῷ πλούτῳ αὐτὸν δυνάμενον ἀπελθεῖν τοῦ βίου παραχωρήσαντα τοῖς νέοις; ΠΛΟΥΤΩΝ Καινά, ὦ Τερψίων, νομοθετεῖς, τὸν μηκέτι τῷ πλούτῳ χρήσασθαι δυνάμενον πρὸς ἡδονὴν ἀποθνήσκειν· τὸ δὲ ἄλλως ἡ Μοῖρα καὶ ἡ φύσις διέταξεν.
忒耳普西翁:普鲁托啊,我才三十岁就死了,而那个年过九旬的老头索克里托斯却还活着,这难道是公道的吗? 普鲁托:这公道之极,忒耳普西翁,因为他活着从不祈盼任何朋友死去,而你却一直对他心怀叵测,坐等他的遗产。 忒耳普西翁:难道一个行将就木、再也无法享用自己财富的老人,不应当离开人世、把位置让给年轻人吗? 普鲁托:忒耳普西翁,你立了条新鲜的规矩啊,竟然认为凡不能再为享乐而使用财富的人就该去死;然而命运与自然却做了不同的安排。
ΤΕΡΨΙΩΝ Οὐκοῦν ταύτης αἰτιῶμαι τῆς διατάξεως· ἐχρῆν γὰρ τὸ πρᾶγμα ἑξῆς πως γίνεσθαι, τὸν πρεσβύτερον πρότερον καὶ μετὰ τοῦτον ὅστις καὶ τῇ ἡλικίᾳ μετ' αὐτόν, ἀναστρέφεσθαι δὲ μηδαμῶς, μηδὲ ζῆν μὲν τὸν ὑπέργηρων ὀδόντας τρεῖς ἔτι λοιποὺς ἔχοντα, μόγις ὁρῶντα, οἰκέταις γε τέτταρσιν ἐπικεκυφότα, κορύζης μὲν τὴν ῥῖνα, λήμης δὲ τοὺς ὀφθαλμοὺς μεστὸν ὄντα, οὐδὲν ἔτι ἡδὺ εἰδότα, ἔμψυχόν τινα τάφον ὑπὸ τῶν νέων καταγελώμενον, ἀποθνήσκειν δὲ καλλίστους καὶ ἐρρωμενεστάτους νεανίσκους· ἄνω γὰρ ποταμῶν τοῦτό γε·1 ἢ τὸ τελευταῖον εἰδέναι γε ἐχρῆν, πότε καὶ τεθνήξεται τῶν γερόντων ἕκαστος, ἵνα μὴ μάτην ἂν ἐνίους ἐθεράπευον.2 νῦν δὲ τὸ τῆς παροιμίας, ἡ ἅμαξα τὸν βοῦν πολλάκις ἐκφέρει.
忒耳普西翁:所以我正是要谴责这种安排!事情本该按某种次序进行:年长者先死,接着是年龄次之的人,绝不应当倒置;绝不该让一个只剩三颗牙齿、双目近乎失明、要靠四个仆人搀扶、鼻塞涕水、满眼眵目糊、再不知任何乐趣、宛如活坟墓般任由年轻人嘲笑的耄耋老者苟延残喘,而最俊美、最强健的青年男子却纷纷死去。这真是江河倒流了!或者退一步说,至少也该让人知道每个老人究竟何时会死,这样我也就不至于徒劳地去奉承其中的某些人了。可如今却正如谚语所说,“大车往往运走了耕牛”。
ΠΛΟΥΤΩΝ Ταῦτα μέν, ὦ Τερψίων, πολὺ συνετώτερα γίνεται ἤπερ σοὶ δοκεῖ. καὶ ὑμεῖς δὲ τί παθόντες ἀλλοτρίοις ἐπιχαίνετε καὶ τοῖς ἀτέκνοις τῶν γερόντων εἰσποιεῖτε φέροντες αὑτούς; τοιγαροῦν γέλωτα ὀφλισκάνετε πρὸ ἐκείνων κατορυττόμενοι, καὶ τὸ πρᾶγμα τοῖς πολλοῖς ἥδιστον γίνεται· ὅσῳ γὰρ ὑμεῖς ἐκείνους ἀποθανεῖν εὔχεσθε, τοσούτῳ ἅπασιν ἡδὺ προαποθανεῖν ὑμᾶς αὐτῶν. καινὴν γάρ τινα ταύτην τὴν τέχνην ἐπινενοήκατε γραῶν καὶ γερόντων ἐρῶντες, καὶ μάλιστα εἰ ἄτεκνοι εἶεν, οἱ δὲ ἔντεκνοι ὑμῖν ἀνέραστοι. καίτοι πολλοὶ ἤδη τῶν ἐρωμένων συνέντες ὑμῶν τὴν πανουργίαν τοῦ ἔρωτος, ἢν καὶ τύχωσι παῖδας ἔχοντες, μισεῖν αὐτοὺς πλάττονται, ὡς καὶ αὐτοὶ ἐραστὰς ἔχωσιν· εἶτα ἐν ταῖς διαθήκαις ἀπεκλείσθησαν μὲν οἱ πάλαι δορυφορήσαντες, ὁ δὲ παῖς καὶ ἡ φύσις, ὥσπερ ἐστὶ δίκαιον, κρατοῦσι πάντων, οἱ δὲ ὑποπρίουσι τοὺς ὀδόντας ἀπομυγέντες.3
普鲁托:忒耳普西翁,这些事的安排远比你所想的要合理得多。再说,你们究竟着了什么魔,非要垂涎别人的产业,硬把自己送上门去充当无嗣老人的干儿子?因此,你们赶在他们前头被埋入黄土,沦为笑柄,这事成了大众最称快的大快事;因为你们有多么巴望他们死,大家看到你们先于他们死去就有多么快意。你们发明了这种新奇的行当,向老妪和老汉献殷勤,尤其是他们没有子嗣的时候——若是儿女双全,你们便对其不屑一顾。然而,许多被追求者如今也看穿了你们这番殷勤背后的奸诈,纵使他们碰巧有子女,也装出厌弃他们的样子,以便自己也能有人奉承追求。可到了立遗嘱时,昔日鞍前马后的扈从们全被拒之门外,而子女与天理血脉正如公理所示接管了一切,他们受了愚弄,也只能暗暗咬牙切齿了。
ΤΕΡΨΙΩΝ Ἀληθῆ ταῦτα φῄς· ἐμοῦ γοῦν Θούκριτος πόσα κατέφαγεν ἀεὶ τεθνήξεσθαι δοκῶν καὶ ὁπότε εἰσίοιμι ὑποστένων καὶ μύχιόν τι καθάπερ ἐξ ᾠοῦ νεοττὸς ἀτελὴς ὑποκρώζων ὥστ' ἐμὲ ὅσον αὐτίκα οἰόμενον ἐπιβήσειν αὐτὸν τῆς σοροῦ ἐσπέμπειν τὰ πολλά,4 ὡς μὴ ὑπερβάλλοιντό με οἱ ἀντερασταὶ τῇ μεγαλοδωρεᾷ, καὶ τὰ πολλὰ ὑπὸ φροντίδων ἄγρυπνος ἐκείμην ἀριθμῶν ἕκαστα καὶ διατάττων. ταῦτα γοῦν μοι καὶ τοῦ ἀποθανεῖν αἴτια γεγένηται, ἀγρυπνία καὶ φροντίδες· ὁ δὲ τοσοῦτόν μοι δέλεαρ καταπιὼν ἐφειστήκει θαπτομένῳ πρῴην ἐπιγελῶν.
忒耳普西翁:您说得千真万确。就说索克里托斯吧,他不知吞食了我多少财物!他总是装出一副行将就木的模样,每当我进门时,他就低声呻吟,仿佛未出壳的雏鸟一般从喉咙深处发出微弱的哀鸣;以至于我认为他随时都会踏入棺材,不断给他送去重礼,以免情敌们在慷慨上盖过了我;而且我常常因为焦虑而彻夜不眠,盘算筹划着每一件事。正是这些要了我的命——失眠与焦虑!可他吞下了我这么多诱饵,前几天我下葬时,他却站在一旁冲着我发笑!
ΠΛΟΥΤΩΝ Εὖ γε, ὦ Θούκριτε, ζῴης ἐπὶ μήκιστον πλουτῶν ἅμα καὶ τῶν τοιούτων καταγελῶν, μηδὲ πρότερόν γε σὺ ἀποθάνοις ἢ προπέμψας πάντας τοὺς κόλακας. ΤΕΡΨΙΩΝ Τοῦτο μέν, ὦ Πλούτων, καὶ ἐμοὶ ἥδιστον ἤδη, εἰ καὶ Χαροιάδης προτεθνήξεται Θουκρίτου. ΠΛΟΥΤΩΝ Θάρρει, ὦ Τερψίων· καὶ Φείδων γὰρ καὶ Μέλανθος καὶ ὅλως ἅπαντες προελεύσονται αὐτοῦ ὑπὸ ταῖς αὐταῖς φροντίσιν. ΤΕΡΨΙΩΝ Ἐπαινῶ ταῦτα. ζῴης ἐπὶ μήκιστον, ὦ Θούκριτε.
普鲁托:干得漂亮,索克里托斯!愿你享尽富贵、同时嘲弄着这帮人,活得越久越好;在把所有的谄媚者全部送走之前,你可万万不要死去! 忒耳普西翁:普鲁托啊,如果连卡罗伊阿得斯也会先于索克里托斯死去,那如今对我来说也是最痛快的事了。 普鲁托:放心吧,忒耳普西翁;斐敦、梅兰索斯以及所有那些人,都会在同样的焦虑煎熬下先他而去的。 忒耳普西翁:我赞成这安排。愿你活得越久越好,索克里托斯!
- 16.2ἄνω γὰρ ποταμῶν τοῦτό γε
该句为谚语“江河溯源倒流”的省略形式,省略了动词(如 ῥέουσι)。常用于比喻自然秩序的完全颠倒,此处用以强调年轻力壮者早夭而垂死老翁反得长寿的荒谬反常。
- 16.2ἵνα μὴ μάτην ἂν ἐνίους ἐθεράπευον
目的连词 ἵνα 后接小词 ἄν 及未完成过去时直陈式,构成表达过去与事实相反结果的虚拟目的从句,意为“(倘若知晓老人的死期)我便不至于白白巴结某些人了(而实际上我已徒劳巴结了)”。
- 16.3ἀπομυγέντες
动词 ἀπομύσσω(擤鼻涕、擦鼻涕)的被动不定过去时分词。此处为俗语比喻用法,意为“被拭去鼻涕”,引申为“被彻底戏弄欺骗”、“落得两手空空受人嘲弄”。
- 16.4ὥστ' ἐμὲ ὅσον αὐτίκα οἰόμενον ἐπιβήσειν αὐτὸν τῆς σοροῦ ἐσπέμπειν τὰ πολλά
由 ὥστε 引导的结果从句,使用“宾格加不定词”结构:ἐμέ 为不定词 ἐσπέμπειν 的逻辑主语,并由现在分词 οἰόμενον 修饰;οἰόμενον 又带将来时不定词 ἐπιβήσειν(踏入棺柩/离世)。短语 ὅσον αὐτίκα 为副词性成语,意为“随时、马上”。
