- 底本
- Lucian, Vol. 7. Macleod, Matthew Donald, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1961 (unrenewed copyright).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg066.humanitext-grc3:15.1-15.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁托命令赫尔墨斯惩罚觊觎遗产的谄媚之徒,让年老富有的欧克拉忒斯返老还童并延年益寿,而将这群谄媚者先行逐一拖入冥府。
ΠΛΟΥΤΩΝ Τὸν γέροντα οἶσθα, τὸν πάνυ γεγηρακότα λέγω, τὸν πλούσιον Εὐκράτην, ᾧ παῖδες μὲν οὐκ εἰσίν, οἱ τὸν κλῆρον δὲ θηρῶντες πεντακισμύριοι; ΕΡΜΗΣ Ναί, τὸν Σικυώνιον φῄς. τί οὖν; ΠΛΟΥΤΩΝ Ἐκεῖνον μέν, ὦ Ἑρμῆ, ζῆν ἔασον ἐπὶ τοῖς ἐνενήκοντα ἔτεσιν, ἃ βεβίωκεν, ἐπιμετρήσας ἄλλα τοσαῦτα,1 εἴ γε οἷόν τε ἦν, καὶ ἔτι πλείω, τοὺς δὲ κόλακας αὐτοῦ Χαρῖνον τὸν νέον καὶ Δάμωνα καὶ τοὺς ἄλλους κατάσπασον ἐφεξῆς ἅπαντας. ΕΡΜΗΣ Ἄτοπον ἂν δόξειε τὸ τοιοῦτον. ΠΛΟΥΤΩΝ Οὐ μὲν οὖν, ἀλλὰ δικαιότατον· τί γὰρ ἐκεῖνοι παθόντες2 εὔχονται ἀποθανεῖν ἐκεῖνον ἢ τῶν χρημάτων ἀντιποιοῦνται οὐδὲν προσήκοντες; ὃ δὲ πάντων ἐστὶ μιαρώτατον, ὅτι καὶ τὰ τοιαῦτα εὐχόμενοι ὅμως θεραπεύουσιν ἔν γε τῷ φανερῷ, καὶ νοσοῦντος ἃ μὲν βουλεύονται πᾶσι πρόδηλα, θύσειν δὲ ὅμως ὑπισχνοῦνται, ἢν ῥαΐσῃ, καὶ ὅλως ποικίλη τις ἡ κολακεία τῶν ἀνδρῶν. διὰ ταῦτα ὁ μὲν ἔστω ἀθάνατος, οἱ δὲ προαπίτωσαν αὐτοῦ μάτην ἐπιχανόντες.3
普鲁托:你认识那个老头吗?我说的是那个年纪极老、家财万贯的欧克拉忒斯,他没有子女,但垂涎他遗产的人却有五万之众。 赫尔墨斯:认得,你说的是西锡安的那个。怎么了? 普鲁托:赫尔墨斯啊,就由他去活吧,在他已活过的九十年之上,如果可能的话,再给他称量添上同样多的岁月,甚至更多;而他的那些谄媚者,年轻的卡里诺斯、达蒙以及其他所有人,你把他们全都按次序拖到这儿来。 赫尔墨斯:这样做似乎有些反常呢。 普鲁托:绝不反常,反倒公道之极!他们究竟着了什么魔,竟然祈盼他死去,甚至在与他毫无亲缘关系的情况下妄图染指他的家产?而一切当中最卑劣的是,他们一边暗地里作这般祈盼,表面上却依然侍奉奉承他;当他患病时,他们的心思人尽皆知,却还许诺倘若他康复便献祭酬神,这伙人的阿谀手段真是五花八门。因此,就让他长生不老,而他们则落得个徒然垂涎张望、先他而死的下场吧。
ΕΡΜΗΣ Γελοῖα πείσονται, πανοῦργοι ὄντες. ΠΛΟΥΤΩΝ Πολλὰ κἀκεῖνος εὖ μάλα διαβουκολεῖ αὐτοὺς καὶ ἐλπίζει, καὶ ὅλως “αἰεὶ θανέοντι ἐοικὼς” ἔρρωται πολὺ μᾶλλον τῶν νέων. οἱ δὲ ἤδη τὸν κλῆρον ἐν σφίσι διῃρημένοι βόσκονται ζωὴν μακαρίαν πρὸς ἑαυτοὺς τιθέντες. Οὐκοῦν ὁ μὲν ἀποδυσάμενος τὸ γῆρας ὥσπερ Ἰόλεως ἀνηβησάτω, οἱ δὲ ἀπὸ μέσων τῶν ἐλπίδων τὸν ὀνειροποληθέντα πλοῦτον ἀπολιπόντες ἡκέτωσαν ἤδη κακοὶ κακῶς ἀποθανόντες. ΕΡΜΗΣ Ἀμέλησον, ὦ Πλούτων· μετελεύσομαι γάρ σοι ἤδη αὐτοὺς καθ' ἕνα ἑξῆς· ἑπτὰ δέ, οἶμαι, εἰσί. ΠΛΟΥΤΩΝ Κατάσπα, ὁ δὲ παραπέμψει ἕκαστον ἀντὶ γέροντος αὖθις πρωθήβης γενόμενος.
赫尔墨斯:这帮恶棍落得这般下场,可真是滑稽透顶。 普鲁托:那老头也极其巧妙地把他们玩弄于股掌之间,不断给他们虚妄的指望;总的说来,他虽然“总是看似将死”,身子骨却远比那些年轻人健壮得多。而那些人却早已在彼此之间瓜分了遗产,心里描绘着福乐的日子,以此自飨。因此,就让他像伊奥拉俄斯那样褪去衰老、重返青春吧;而他们则应当在希望的正当中丢下梦寐以求的财富,恶人遭恶报地横死,立刻给我到这里报到。 赫尔墨斯:交给我吧,普鲁托;我这就去替你把他们一个个按次序带来;我想总共有七个人。 普鲁托:拖他们下来吧!而那老头则不再是垂暮老翁,而是重成妙龄青年,一一为他们送葬。
- 15.1ἐπὶ τοῖς ἐνενήκοντα ἔτεσιν, ἃ βεβίωκεν, ἐπιμετρήσας ἄλλα τοσαῦτα
介词 ἐπί 接与格表示追加(“在……之上/加上”)。分词 ἐπιμετρήσας 作主要动词命令式 ἔασον 的伴随状语(“添量/追加称量”)。ἄλλα τοσαῦτα 为中性复数宾格,意为“另外同样多的(岁月)”。
- 15.1τί γὰρ ἐκεῖνοι παθόντες
τί παθών(此处为复数 ἐκεῖνοι παθόντες)是希腊语熟语,字面为“他们经历了什么”,引申为“他们究竟着了什么魔/出于什么荒谬的念头”,用于对无理或不合常理的行为提出强烈质问。
- 15.1μάτην ἐπιχανόντες
ἐπιχανόντες 是动词 ἐπιχάσκω(张大嘴垂涎、呆然张望)的第二不定过去时主动分词。与副词 μάτην(徒然、白白地)连用,生动勾勒出那些遗嘱猎手贪婪地大张嘴巴妄想吞下遗产却终归落空的丑态。
