- 底本
- Lucian, Vol. 7. Macleod, Matthew Donald, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1961 (unrenewed copyright).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg066.humanitext-grc3:14.1-14.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
赫尔墨斯与卡戎核算渡船修缮用具的开销账目,卡戎称唯有等战争或瘟疫使亡者暴增时才能挪款还债,两人遂借此谈论起今昔死者精神面貌的变迁。
ΕΡΜΗΣ Λογισώμεθα, ὦ πορθμεῦ, εἰ δοκεῖ, ὁπόσα μοι ὀφείλεις ἤδη, ὅπως μὴ αὖθις ἐρίζωμέν τι περὶ αὐτῶν. ΧΑΡΩΝ Λογισώμεθα, ὦ Ἑρμῆ· ἄμεινον γὰρ ὡρίσθαι καὶ ἀπραγμονέστερον. ΕΡΜΗΣ Ἄγκυραν ἐντειλαμένῳ1 ἐκόμισα πέντε δραχμῶν. ΧΑΡΩΝ Πολλοῦ λέγεις. ΕΡΜΗΣ Νὴ τὸν Ἀϊδωνέα, τῶν πέντε ὠνησάμην, καὶ τροπωτῆρα δύο ὀβολῶν. ΧΑΡΩΝ Τίθει πέντε δραχμὰς καὶ ὀβολοὺς δύο. ΕΡΜΗΣ Καὶ ἀκέστραν ὑπὲρ τοῦ ἱστίου· πέντε ὀβολοὺς ἐγὼ κατέβαλον. ΧΑΡΩΝ Καὶ τούτους προστίθει. ΕΡΜΗΣ Καὶ κηρὸν ὡς ἐπιπλάσαι τοῦ σκαφιδίου τὰ ἀνεῳγότα καὶ ἥλους δὲ καὶ καλῴδιον, ἀφ' οὗ τὴν ὑπέραν ἐποίησας, δύο δραχμῶν ἅπαντα. ΧΑΡΩΝ Καὶ ἄξια ταῦτα ὠνήσω. ΕΡΜΗΣ Ταῦτά ἐστιν, εἰ μή τι ἄλλο ἡμᾶς διέλαθεν ἐν τῷ λογισμῷ. πότε δ’ οὖν ταῦτα ἀποδώσειν φῄς; ΧΑΡΩΝ Νῦν μέν, ὦ Ἑρμῆ, ἀδύνατον, ἢν δὲ λοιμός τις ἢ πόλεμος καταπέμψῃ ἀθρόους τινάς, ἐνέσται τότε ἀποκερδᾶναι παραλογιζόμενον2 ἐν τῷ πλήθει τὰ πορθμεῖα.
赫尔墨斯:艄公,如果合适的话,咱们来算清你眼下欠我多少钱吧,免得日后咱们为此起争执。 卡戎:咱们算算吧,赫尔墨斯;定下来总归更好,也省得添麻烦。 赫尔墨斯:按照你的托付,我给你带了一只锚,花了五德拉克马。 卡戎:你说得太贵了! 赫尔墨斯:凭哈得斯起誓,我确实花了整整五德拉克马买的;还有一根桨扣皮带,两个奥波尔。 卡戎:记下五德拉克马和两个奥波尔吧。 赫尔墨斯:还有用来修补风帆的缝针;我垫付了五个奥波尔。 卡戎:把这也加进去吧。 赫尔墨斯:还有用来涂抹小船缝隙的蜡,以及钉子,还有供你制作帆桁操纵索的绳缆,全套两德拉克马。 卡戎:这些你买得倒很划算。 赫尔墨斯:要是在核算中没有遗漏别的东西,就这些了。不过,你说你究竟何时偿还呢? 卡戎:赫尔墨斯啊,眼下是不可能的;但倘若发生瘟疫或战争,把大批死人成群送来,那时就有可能借着人群杂乱暗扣渡船费来赚取利润了。
ΕΡΜΗΣ Νῦν οὖν ἐγὼ καθεδοῦμαι τὰ κάκιστα εὐχόμενος γενέσθαι, ὡς ἂν ἀπὸ τούτων ἀπολάβοιμι; ΧΑΡΩΝ Οὐκ ἔστιν ἄλλως, ὦ Ἑρμῆ. νῦν δὲ ὀλίγοι, ὡς ὁρᾷς, ἀφικνοῦνται ἡμῖν· εἰρήνη γάρ. ΕΡΜΗΣ Ἄμεινον οὕτως, εἰ καὶ ἡμῖν παρατείνοιτο ὑπὸ σοῦ τὸ ὄφλημα. πλὴν ἀλλ’ οἱ μὲν παλαιοί, ὦ Χάρων, οἶσθα οἷοι παρεγίγνοντο,3 ἀνδρεῖοι ἅπαντες, αἵματος ἀνάπλεῳ καὶ τραυματίαι οἱ πολλοί· νῦν δὲ ἢ φαρμάκῳ τις ὑπὸ τοῦ παιδὸς ἀποθανὼν ἢ ὑπὸ τῆς γυναικὸς ἢ ὑπὸ τρυφῆς ἐξῳδηκὼς τὴν γαστέρα καὶ τὰ σκέλη, ὠχροὶ ἅπαντες καὶ ἀγεννεῖς, οὐδὲν ὅμοιοι ἐκείνοις. οἱ δὲ πλεῖστοι αὐτῶν διὰ χρήματα ἥκουσιν ἐπιβουλεύοντες ἀλλήλοις, ὡς ἐοίκασι. ΧΑΡΩΝ Πάνυ γὰρ περιπόθητά ἐστι ταῦτα. ΕΡΜΗΣ Οὐκοῦν οὐδ’ ἐγὼ δόξαιμι ἂν ἁμαρτάνειν πικρῶς ἀπαιτῶν τὰ ὀφειλόμενα παρὰ σοῦ.
赫尔墨斯:那么难道我现在要坐在这里企盼最坏的灾祸降临,好从中收回我的欠款不成? 卡戎:别无他法,赫尔墨斯。正如你所见,如今来咱们这儿的人很少,因为天下太平。 赫尔墨斯:即使你欠我的债款拖延下去,这样太平也更好。不过卡戎啊,你知道从前的那些人来时是什么模样:个个英勇,浑身浴血,多半带伤;可如今呢,要么是被儿子下毒毒死的,要么是被妻子毒死的,要么是因奢靡享乐而腹部和双腿肿胀的,一个个面色苍白、猥琐怯懦,同当年那些人毫无相似之处。而且他们大多数人,看来都是为了钱财互相暗算而丧命来此的。 卡戎:因为钱财确实是人人极度垂涎之物啊。 赫尔墨斯:那么,就算我严厉地向你讨还欠款,料想也不算有何过错了。
- 14.1ἐντειλαμένῳ
动词 ἐντέλλομαι 的不定过去时中间位分词(与格阳性单数)。此处充当利益与格,修饰省略的人称代词 σοί,意为“按照你的托付 / 为(向我下了订单的)你”。
- 14.1παραλογιζόμενον
现在时分词(宾格阳性单数),作无人称动词 ἐνέσται(ἔνεστι 的将来时,意为“有可能”)所带不定式 ἀποκερδᾶναι 的逻辑主语(即卡戎自身)的同位修饰语。这里没有用与格,而是依不定式的宾格主语规则采用宾格。
- 14.2οἱ μὲν παλαιοί, ὦ Χάρων, οἶσθα οἷοι παρεγίγνοντο
提前格(prolepsis)或悬垂主格结构。原本语序为 οἶσθα οἷοι οἱ παλαιοὶ παρεγίγνοντο,句首将话题词 οἱ μὲν παλαιοί 提前置于主格,随后形成破格(anacoluthon),以同格短语(ἀνδρεῖοι ἅπαντες 等)继续展开叙述。
