← 琉善

亡灵对话录

§13.1-13.6

狄奥根尼讥讽亚历山大的神化与悲叹

狄奥根尼在冥府遇见亚历山大,讥讽其神化自封、王位继承以及尚未下葬的境况;亚历山大回忆昔日荣华而落泪并痛斥亚里士多德的阿谀奉承,狄奥根尼则劝他痛饮忘川之水。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.1

ΔΙΟΓΕΝΗΣ Τί τοῦτο, ὦ Ἀλέξανδρε; καὶ σὺ τέθνηκας ὥσπερ καὶ ἡμεῖς ἅπαντες; ΑΛΕΞΑΝΔΡΟΣ Ὁρᾷς, ὦ Διόγενες· οὐ παράδοξον δέ, εἰ ἄνθρωπος ὢν ἀπέθανον. ΔΙΟΓΕΝΗΣ Οὐκοῦν ὁ Ἄμμων ἐψεύδετο λέγων ἑαυτοῦ σε εἶναι, σὺ δὲ Φιλίππου ἄρα ἦσθα; ΑΛΕΞΑΝΔΡΟΣ Φιλίππου δηλαδή· οὐ γὰρ ἂν ἐτεθνήκειν Ἄμμωνος ὤν. ΔΙΟΓΕΝΗΣ Καὶ μὴν καὶ περὶ τῆς Ὀλυμιάδος ὅμοια ἐλέγετο, δράκοντα ὁμιλεῖν αὐτῇ καὶ βλέπεσθαι ἐν τῇ εὐνῇ, εἶτα οὕτω σε τεχθῆναι, τὸν δὲ Φίλιππον ἐξηπατῆσθαι οἰόμενον πατέρα σου εἶναι. ΑΛΕΞΑΝΔΡΟΣ Κἀγὼ ταῦτα ἤκουον ὥσπερ σύ, νῦν δὲ ὁρῶ ὅτι οὐδὲν ὑγιὲς οὔτε ἡ μήτηρ οὔτε οἱ τῶν Ἀμμωνίων προφῆται ἔλεγον. ΔΙΟΓΕΝΗΣ Ἀλλὰ τὸ ψεῦδος αὐτῶν οὐκ ἄχρηστόν σοι, ὦ Ἀλέξανδρε, πρὸς τὰ πράγματα ἐγένετο· πολλοὶ γὰρ ὑπέπτησσον θεὸν εἶναί σε νομίζοντες.

狄奥根尼:这是怎么回事,亚历山大?你也和我们所有人一样死去了吗? 亚历山大:你看得明白,狄奥根尼;但作为凡人,我死去了也并不奇怪。 狄奥根尼:这么说来,阿蒙宣称你是他的骨肉是撒了谎,而你终究是腓力的儿子了? 亚历山大:当然是腓力的;因为我若是阿蒙之子,本不至于死去的。 狄奥根尼:确实,关于奥林匹亚丝也有过类似的传闻,说一条巨蛇与她亲近,并且在床榻上被人看见,然后你就这样出生了,而腓力则被蒙在鼓里,自以为是你的父亲。 亚历山大:我也像你一样听过这些传闻;但如今我明白了,无论是母亲还是阿蒙的预言者们,所说的话没有一句是实在的。 狄奥根尼:然而他们的谎言对你成就大业并非没有用处,亚历山大;因为许多人以为你是神明,因而胆战心惊。

§13.2

ΔΙΟΓΕΝΗΣ ἀτὰρ εἰπέ μοι, τίνι τὴν τοσαύτην ἀρχὴν καταλέλοιπας; ΑΛΕΞΑΝΔΡΟΣ Οὐκ οἶδα, ὦ Διόγενες· οὐ γὰρ ἔφθασα ἐπισκῆψαί τι περὶ αὐτῆς ἢ τοῦτο μόνον,1 ὅτι ἀποθνήσκων Περδίκκᾳ τὸν δακτύλιον ἐπέδωκα. πλὴν ἀλλὰ τί γελᾷς, ὦ Διόγενες; ΔΙΟΓΕΝΗΣ Τί γὰρ ἄλλο ἢ ἀνεμνήσθην οἷα ἐποίει ἡ Ἑλλάς, ἄρτι σε παρειληφότα τὴν ἀρχὴν κολακεύοντες καὶ προστάτην αἱρούμενοι2 καὶ στρατηγὸν ἐπὶ τοὺς βαρβάρους, ἔνιοι δὲ καὶ τοῖς δώδεκα θεοῖς προστιθέντες καὶ οἰκοδομοῦντές σοι νεὼς καὶ θύοντες ὡς δράκοντος υἱῷ.

不过告诉我,你把如此庞大的帝国留给谁了? 亚历山大:我不知道,狄奥根尼;因为除了在临终前把戒指交给佩尔狄卡斯这一件事之外,我根本没来得及就帝国留下任何交代。不过,你笑什么呢,狄奥根尼? 狄奥根尼:还能为什么,无非是想起了全希腊当年的所作所为:在你刚接掌统治时对你阿谀奉承,推举你为抵御异族的保护者和统帅,有些人甚至将你列入十二主神之列,为你修建庙宇,把你当作巨蛇之子献祭供奉!

§13.3

ΔΙΟΓΕΝΗΣ ἀλλ’ εἰπέ μοι, ποῦ σε οἱ Μακεδόνες ἔθαψαν; ΑΛΕΞΑΝΔΡΟΣ Ἔτι ἐν Βαβυλῶνι κεῖμαι τριακοστὴν ἡμέραν ταύτην, ὑπισχνεῖται δὲ Πτολεμαῖος ὁ ὑπασπιστής, ἤν ποτε ἀγάγῃ σχολὴν ἀπὸ τῶν θορύβων τῶν ἐν ποσίν, εἰς Αἴγυπτον ἀπαγαγὼν θάψειν ἐκεῖ, ὡς γενοίμην εἷς τῶν Αἰγυπτίων θεῶν. ΔΙΟΓΕΝΗΣ Μὴ γελάσω οὖν, ὦ Ἀλέξανδρε, ὁρῶν καὶ ἐν ᾅδου ἔτι σε μωραίνοντα καὶ ἐλπίζοντα Ἄνουβιν ἢ Ὄσιριν γενήσεσθαι; πλὴν ἀλλὰ ταῦτα μέν, ὦ θειότατε, μὴ ἐλπίσῃς· οὐ γὰρ θέμις ἀνελθεῖν τινα τῶν ἅπαξ διαπλευσάντων τὴν λίμνην καὶ εἰς τὸ εἴσω τοῦ στομίου παρελθόντων· οὐ γὰρ ἀμελὴς ὁ Αἰακὸς οὐδὲ ὁ Κέρβερος εὐκαταφρόνητος.

不过告诉我,马其顿人把你葬在哪里了? 亚历山大:至今第三十天,我还躺在巴比伦;近卫侍从官托勒密许诺,一旦他从眼前的纷乱中抽得闲暇,就会把我护送到埃及并安葬在那里,好让我成为埃及神明之一。 狄奥根尼:那我怎能不发笑呢,亚历山大,看到你甚至在冥府里还在犯傻,盼望着能变成阿努比斯或奥西里斯?不过,最神圣的人啊,可别抱这种指望了;因为凡是已经渡过沼泽、进入关口之内的人,没有谁是可以回去的,这是法则所不容的;因为埃阿科斯绝不疏忽,刻耳柏洛斯也绝非微不足道。

§13.4

ΔΙΟΓΕΝΗΣ ἐκεῖνο δέ γε ἡδέως ἂν μάθοιμι παρὰ σοῦ, πῶς φέρεις, ὁπόταν ἐννοήσῃς ὅσην εὐδαιμονίαν ὑπὲρ γῆς ἀπολιπὼν ἀφῖξαι, σωματοφύλακας καὶ ὑπασπιστὰς καὶ σατράπας καὶ χρυσὸν τοσοῦτον καὶ ἔθνη προσκυνοῦντα καὶ Βαβυλῶνα καὶ Βάκτρα καὶ τὰ μεγάλα θηρία καὶ τιμὴν καὶ δόξαν καὶ τὸ ἐπίσημον εἶναι ἐξελαύνοντα διαδεδεμένον ταινίᾳ λευκῇ τὴν κεφαλὴν πορφυρίδα ἐμπεπορπημένον.3 οὐ λυπεῖ ταῦτά σε ὑπὲρ τὴν μνήμην ἰόντα; τί δακρύεις, ὦ μάταιε; οὐδὲ ταῦτά σε ὁ σοφὸς Ἀριστοτέλης ἐπαίδευσεν μὴ οἴεσθαι4 βέβαια εἶναι τὰ παρὰ τῆς τύχης;

但我倒很想从你那里了解一件事:每当你想起自己抛下人间多么巨大的福乐来到这里——卫士、近卫步兵、总督、堆积如山的黄金、俯首称臣的万民、巴比伦与巴克特拉、庞大的猛兽、尊荣与名声,以及头戴白带、身披搭扣紫袍骑行出巡的显赫威仪——你究竟是如何忍受的呢?这些回忆掠过心头时,难道不让你痛苦吗?蠢人,你哭什么呢?难道那位明智的亚里士多德连这一点也没有教导过你,不要以为命运所赐之物是恒久可靠的吗?

§13.5

ΑΛΕΞΑΝΔΡΟΣ Ὁ σοφὸς ἐκεῖνος ἁπάντων κολάκων ἐπιτριπτότατος ὤν; ἐμὲ μόνον ἔασον τὰ Ἀριστοτέλους εἰδέναι, ὅσα μὲν ᾔτησεν παρ' ἐμοῦ, οἷα δὲ ἐπέστελλεν, ὡς δὲ κατεχρῆτό μου τῇ περὶ παιδείαν φιλοτιμίᾳ θωπεύων καὶ ἐπαινῶν ἄρτι μὲν πρὸς τὸ κάλλος, ὡς καὶ τοῦτο μέρος ὂν τἀγαθοῦ, ἄρτι δὲ ἐς τὰς πράξεις καὶ τὸν πλοῦτον. καὶ γὰρ αὖ καὶ τοῦτο ἀγαθὸν ἡγεῖτο εἶναι, ὡς μὴ αἰσχύνοιτο καὶ αὐτὸς λαμβάνων· γόης, ὦ Διόγενες, ἅνθρωπος καὶ τεχνίτης. πλὴν ἀλλὰ τοῦτό γε ἀπολέλαυκα τῆς σοφίας αὐτοῦ, τὸ λυπεῖσθαι ὡς ἐπὶ μεγίστοις ἀγαθοῖς ἐκείνοις, ἃ κατηριθμήσω μικρῷ γε ἔμπροσθεν.

亚历山大:那个“智者”,竟是一切阿谀之徒中最可恶的!唯独让我知晓亚里士多德的为人吧:他向我索取了多少东西,写了些什么样的信件,又是如何利用我对学问的热衷,百般阿谀赞美,时而就容貌逢迎,仿佛这也是至善的一部分,时而又就功业和财富奉承!因为他也把财富视作善物,好让自己在接受时毫无愧色。狄奥根尼啊,那个人是个骗子和玩弄机巧之徒!然而从他的智慧中,我唯独得到了这一点:为刚才你所列举的那些所谓的最大善物而悲痛不已。

§13.6

ΔΙΟΓΕΝΗΣ Ἀλλ' οἶσθα ὃ δράσεις; ἄκος γάρ σοι τῆς λύπης ὑποθήσομαι. ἐπεὶ ἐνταῦθά γε ἐλλέβορος οὐ φύεται, σὺ δὲ κἂν τὸ Λήθης ὕδωρ χανδὸν ἐπισπασάμενος πίε καὶ αὖθις πίε καὶ πολλάκις· οὕτω γὰρ ἂν παύσαιο ἐπὶ τοῖς Ἀριστοτέλους ἀγαθοῖς ἀνιώμενος. καὶ γὰρ Κλεῖτον ἐκεῖνον ὁρῶ καὶ Καλλισθένην καὶ ἄλλους πολλοὺς ἐπὶ σὲ ὁρμῶντας, ὡς διασπάσαιντο καὶ ἀμύναιντο σε ὧν ἔδρασας αὐτούς. ὥστε τὴν ἑτέραν σὺ ταύτην βάδιζε καὶ πῖνε πολλάκις, ὡς ἔφην.

狄奥根尼:不过你知道该怎么做吗?因为我要为你的悲痛提供一剂良方。既然这里不长藜芦,你就至少张大嘴大口痛饮忘川之水吧,喝了再喝,反反复复地喝;因为唯有这样,你才能不再为亚里士多德的那些“善物”而痛苦。实际上,我看到那个克利图斯和卡利斯提尼,还有许多其他人正朝你冲来,要将你撕碎,并为你对他们所做的事向你复仇呢。所以你快走另外这条路,按我说的多喝几口吧。

语法注4 条
  1. 13.2οὐ γὰρ ἔφθασα ἐπισκῆψαί τι περὶ αὐτῆς ἢ τοῦτο μόνον

    动词 φθάνω 搭配不定式 ἐπισκῆψαι,表示时间上的及早或抢先,在此与 ἤ 连用构成“除了……之外,未及/没来得及做出任何指示”的排除意义。这里使用不定式而非该动词更常见的分词补足成分。

  2. 13.2κολακεύοντες καὶ προστάτην αἱρούμενοι

    虽然语法主语是单数阴性名词 ἡ Ἑλλάς,但分词(κολακεύοντες, αἱρούμενοι 等)采用阳性复数,与该集合名词所蕴含的意义(希腊人)保持一致(意合构造,constructio ad sensum)。随后的 ἔνιοι δὲ καὶ ... προστιθέντες 亦承接此义进行分组描述。

  3. 13.4διαδεδεμένον ταινίᾳ λευκῇ τὴν κεφαλὴν πορφυρίδα ἐμπεπορπημένον

    完成体被动/中间分词 διαδεδεμένον 和 ἐμπεπορπημένον 分别支配宾格 τὴν κεφαλὴν 和 πορφυρίδα。前者是限制宾格(即希腊式宾格,“用带子束缚着头部”),后者则带有中间态色彩,作保留宾格(“身上搭扣着紫袍”)。

  4. 13.4ἐπαίδευσεν μὴ οἴεσθαι

    表教授的动词 παιδεύω 支配双重宾格(σε 和 ταῦτα),其后紧跟不定式短语 μὴ οἴεσθαι 以明确教学内容。否定词 μή 带有禁止或否定含义(“教导你不要认为”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg066.humanitext-grc3:13.1-13.6