← 琉善

亡灵对话录

§12.1-12.6

腓力斥责亚历山大的自封神裔与狂妄

在冥界,腓力严厉斥责儿子亚历山大自命神裔的虚妄、改行东方专制习俗以及夸大军功的行为,告诫他认清自己如今已沦为亡者的现实。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.1

ΦΙΛΙΠΠΟΣ Νῦν μέν, ὦ Ἀλέξανδρε, οὐκ ἂν ἔξαρνος γένοιο μὴ οὐκ ἐμὸς υἱὸς εἶναι·1 οὐ γὰρ ἂν τεθνήκεις Ἄμμωνός γε ὤν. ΑΛΕΞΑΝΔΡΟΣ Οὐδ’ αὐτὸς ἠγνόουν, ὦ πάτερ, ὡς Φιλίππου τοῦ Ἀμύντου υἱός εἰμι, ἀλλ’ ἐδεξάμην τὸ μάντευμα, χρήσιμον εἰς τὰ πράγματα εἶναι οἰόμενος. ΦΙΛΙΠΠΟΣ Πῶς λέγεις; χρήσιμον ἐδόκει σοι τὸ παρέχειν σεαυτὸν ἐξαπατηθησόμενον ὑπὸ τῶν προφητῶν; ΑΛΕΞΑΝΔΡΟΣ Οὐ τοῦτο, ἀλλ’ οἱ βάρβαροι κατεπλάγησάν με καὶ οὐδεὶς ἔτι ἀνθίστατο οἰόμενοι2 θεῷ μάχεσθαι, ὥστε ῥᾷον ἐκράτουν αὐτῶν.

腓力:亚历山大啊,现在你总不能再否认自己是我的儿子了吧;因为你若是阿蒙之子,本不至于死去的。 亚历山大:父亲,我自己也并非不知道我是阿明塔斯之子腓力的儿子;但我接受了神谕,认为这对于成就大业是有用的。 腓力:你说什么?难道任由自己被预言家们蒙骗,在你看来竟是有用的吗? 亚历山大:并非如此,而是那些异族人畏惧我,以为自己是在与一位神明作战,因而再也无人抵抗,我也就得以更加容易地克敌制胜了。

§12.2

ΦΙΛΙΠΠΟΣ Τίνων δὲ ἐκράτησας σύ γε ἀξιομάχων ἀνδρῶν, ὃς δειλοῖς ἀεὶ συνηνέχθης τοξάρια καὶ πελτίδια καὶ γέρρα οἰσύϊνα προβεβλημένοις; Ἑλλήνων κρατεῖν ἔργον ἦν, Βοιωτῶν καὶ Φωκέων καὶ Ἀθηναίων, καὶ τὸ Ἀρκάδων ὁπλιτικὸν καὶ τὴν Θετταλὴν ἵππον καὶ τοὺς Ἠλείων ἀκοντιστὰς καὶ τὸ Μαντινέων πελταστικὸν ἢ Θρᾷκας ἢ Ἰλλυριοὺς ἢ καὶ Παίονας χειρώσασθαι, ταῦτα μεγάλα· Μήδων δὲ καὶ Περσῶν καὶ Χαλδαίων, χρυσοφόρων ἀνθρώπων καὶ ἁβρῶν, οὐκ οἶσθα ὡς πρὸ σοῦ μύριοι μετὰ Κλεάρχου ἀνελθόντες ἐκράτησαν οὐδ’ εἰς χεῖρας ὑπομεινάντων ἐλθεῖν ἐκείνων, ἀλλὰ πρὶν ἢ τόξευμα ἐξικνεῖσθαι φυγόντων;3

腓力:但你击败的又有何等值得一战的勇士呢?你总是与那些手持小弓、轻盾和柳条圆盾的怯懦之辈交手。征服希腊人才是难事——维奥蒂亚人、福基斯人和雅典人;降伏阿卡迪亚的重装步兵、色萨利的骑兵、厄利斯的标枪兵、曼蒂尼亚的轻装步兵,抑或是色雷斯人、伊利里亚人乃至培奥尼亚人:这些才是伟业。至于米底人、波斯人和迦勒底人,这些身披黄金、耽于娇奢的人,难道你不知道在你之前,跟随克利阿科斯上去的那一万人便战胜了他们吗?当时那些人甚至不肯等到着手肉搏,便在箭矢未及之时就溃逃了。

§12.3

ΑΛΕΞΑΝΔΡΟΣ Ἀλλ' οἱ Σκύθαι γε, ὦ πάτερ, καὶ οἱ Ἰνδῶν ἐλέφαντες οὐκ εὐκαταφρόνητόν τι ἔργον, καὶ ὅμως οὐ διαστήσας αὐτοὺς οὐδὲ προδοσίαις ὠνούμενος τὰς νίκας ἐκράτουν αὐτῶν· οὐδ’ ἐπιώρκησα πώποτε ἢ ὑποσχόμενος ἐψευσάμην ἢ ἄπιστον ἔπραξά τι τοῦ νικᾶν ἕνεκα. καὶ τοὺς Ἕλληνας δὲ τοὺς μὲν ἀναιμωτὶ παρέλαβον, Θηβαίους δὲ ἴσως ἀκούεις ὅπως μετῆλθον. ΦΙΛΙΠΠΟΣ Οἶδα ταῦτα πάντα· Κλεῖτος γὰρ ἀπήγγειλέ μοι, ὃν σὺ τῷ δορατίῳ διελάσας μεταξὺ δειπνοῦντα ἐφόνευσας, ὅτι με πρὸς τὰς σὰς πράξεις ἐπαινέσαι ἐτόλμησεν.

亚历山大:但是父亲,斯基泰人以及印度人的战象绝非微不足道的对手;然而我战胜他们,既没有挑拨离间使他们内讧,也没有用背叛收买胜利。我也从未为了获胜而背誓、毁约,或做出任何背信弃义之事。至于希腊人,其中一些我不流血就接管了,而对于底比斯人,你或许也听说了我是如何惩治他们的。 腓力:这一切我都知道;因为克利图斯向我报告过——就是那个在宴席之间被你用短矛刺穿并杀害的人,只因他竟敢赞美我而与你的作为相提并论。

§12.4

ΦΙΛΙΠΠΟΣ σὺ δὲ καὶ τὴν Μακεδονικὴν χλαμύδα καταβαλὼν κάνδυν, ὥς φασι, μετενέδυς καὶ τιάραν ὀρθὴν ἐπέθου καὶ προσκυνεῖσθαι ὑπὸ Μακεδόνων, ἐλευθέρων ἀνδρῶν, ἠξίους, καὶ τὸ πάντων γελοιότατον, ἐμιμοῦ τὰ τῶν νενικημένων. ἐῶ γὰρ λέγειν ὅσα ἄλλα ἔπραξας, λέουσι συγκατακλείων πεπαιδευμένους ἄνδρας καὶ τοσούτους γαμῶν γάμους καὶ Ἡφαιστίωνα ὑπεραγαπῶν. ἓν ἐπῄνεσα μόνον ἀκούσας, ὅτι ἀπέσχου τῆς τοῦ Δαρείου γυναικὸς καλῆς οὔσης, καὶ τῆς μητρὸς αὐτοῦ καὶ τῶν θυγατέρων ἐπεμελήθης· βασιλικὰ γὰρ ταῦτα.

腓力:你还脱去了马其顿斗篷,如人们所说的那样换穿了波斯长袍,头上戴起直立的王冠,并要求作为自由人的马其顿人向你行伏地礼;而且最可笑的是,你竟然模仿被征服者的做派。至于你所做的其他许多事,我就略过不提了:把受过教养的人同狮子关在一处、结了那么多次婚、过度溺爱赫菲斯提安。我听到后唯独赞许的一件事,是你克制自己没有染指大流士那美丽的妻子,并且照料了他的母亲和女儿们;因为这些确实是王者所当为的。

§12.5

ΑΛΕΞΑΝΔΡΟΣ Τὸ φιλοκίνδυνον δέ, ὦ πάτερ, οὐκ ἐπαινεῖς καὶ τὸ ἐν Ὀξυδράκαις πρῶτον καθαλέσθαι ἐντὸς τοῦ τείχους καὶ τοσαῦτα λαβεῖν τραύματα; ΦΙΛΙΠΠΟΣ Οὐκ ἐπαινῶ τοῦτο, ὦ Ἀλέξανδρε, οὐχ ὅτι μὴ καλὸν οἴομαι εἶναι καὶ τιτρώσκεσθαί ποτε τὸν βασιλέα καὶ προκινδυνεύειν τοῦ στρατοῦ, ἀλλ’ ὅτι σοι τὸ τοιοῦτο ἥκιστα συνέφερεν· θεὸς γὰρ εἶναι δοκῶν εἴ ποτε τρωθείης, καὶ βλέποιέν σε φοράδην τοῦ πολέμου ἐκκομιζόμενον, αἵματι ῥεόμενον, οἰμώζοντα ἐπὶ τῷ τραύματι, ταῦτα γέλως ἦν τοῖς ὁρῶσιν, ᾗ καὶ ὁ Ἄμμων γόης καὶ ψευδόμαντις ἠλέγχετο καὶ οἱ προφῆται κόλακες. ἢ τίς οὐκ ἂν ἐγέλασεν ὁρῶν τὸν τοῦ Διὸς υἱὸν ἀποψύχοντα, δεόμενον τῶν ἰατρῶν βοηθεῖν; νῦν μὲν γὰρ ὁπότε ἤδη τέθνηκας, οὐκ οἴει πολλοὺς εἶναι τοὺς τὴν προσποίησιν ἐκείνην ἐπικερτομοῦντας, ὁρῶντας τὸν νεκρὸν τοῦ θεοῦ ἐκτάδην κείμενον, μυδῶντα ἤδη καὶ ἐξῳδηκότα κατὰ νόμον ἁπάντων τῶν σωμάτων; ἄλλως τε καὶ τοῦτο, ὃ χρήσιμον ἔφης, ὦ Ἀλέξανδρε, τὸ διὰ τοῦτο κρατεῖν ῥᾳδίως, πολὺ τῆς δόξης ἀφῄρει τῶν κατορθουμένων· πᾶν γὰρ ἐδόκει ἐνδεὲς ὑπὸ θεοῦ γίγνεσθαι δοκοῦν.4

亚历山大:但是父亲,难道你不赞许我那冒险的勇气,以及在奥克西德拉凯率先纵身跳入城墙之内并受了那么多伤吗? 腓力:亚历山大啊,我不赞赏这事;并不是我认为国王有时负伤并为军队身先士卒不是件美事,而是因为这种举动对你而言最为不利。因为你既然被当作神明,一旦受了伤,人们看着你被抬着用担架从战场运出、鲜血淋漓、对着伤口呻吟哀嚎,这些对旁观者而言便成了笑柄,阿蒙借此被揭露为骗子和假先知,预言家们也被揭露为谄媚之徒。或者说,谁看到宙斯之子奄奄一息、祈求医生救助,会不发笑呢?因为如今你既然已经死了,看到神明的尸体伸展着躺卧在那里,依照一切肉体的定律已然溃烂发胀,难道你不认为会有许多人正在嘲讽昔日的那种伪装吗?此外,亚历山大,正是你所说的那种好处——借此轻易取胜——极大地削夺了那些功业的光彩;因为凡是被认为出自神明之手的事情,看起来便都算不得充分的功绩了。

§12.6

ΑΛΕΞΑΝΔΡΟΣ Οὐ ταῦτα φρονοῦσιν οἱ ἄνθρωποι περὶ ἐμοῦ, ἀλλὰ Ἡρακλεῖ καὶ Διονύσῳ ἐνάμιλλον τιθέασί με. καίτοι τὴν Ἄορνον ἐκείνην, οὐδετέρου ἐκείνων λαβόντος, ἐγὼ μόνος ἐχειρωσάμην. ΦΙΛΙΠΠΟΣ Ὁρᾷς ὅτι ταῦτα ὡς Ἄμμωνος υἱὸς λέγεις, ὃς Ἡρακλεῖ καὶ Διονύσῳ παραβάλλεις σεαυτόν; καὶ οὐκ αἰσχύνῃ, ὦ Ἀλέξανδρε, οὐδὲ τὸν τῦφον ἀπομαθήσῃ καὶ γνώσῃ σεαυτὸν καὶ συνήσεις ἤδη νεκρὸς ὤν;

亚历山大:人们对我的看法可不是这样,而是将我视为与赫拉克勒斯和狄奥尼索斯并驾齐驱之人。况且连他们二人都未能攻克的阿奥尔诺斯悬崖,唯独被我一人攻克了。 腓力:难道你看不出,你将自己与赫拉克勒斯和狄奥尼索斯相提并论,正是作为阿蒙之子在说这番话吗?亚历山大啊,你难道不知羞耻,也不肯忘却傲慢、认识你自己,并明白你如今已是个死人了吗?

语法注4 条
  1. 12.1οὐκ ἂν ἔξαρνος γένοιο μὴ οὐκ ἐμὸς υἱὸς εἶναι

    当含有否定含义的表达如 ἔξαρνος γίγνομαι(否认)在主句中被否定(οὐκ ἄν)时,其所带的不定式前按古典希腊语规则使用双重否定词 μὴ οὐ。意为“你总不能否认是我的儿子”。

  2. 12.1οὐδεὶς ἔτι ἀνθίστατο οἰόμενοι

    分词 οἰόμενοι 为阳性复数主格,而动词 ἀνθίστατο 的主语是单数的 οὐδείς。这属于意合一致(constructio ad sensum),是承接前面复数名词 οἱ βάρβαροι(蛮族们)的集体含义所致。

  3. 12.2οὐδ’ εἰς χεῖρας ὑπομεινάντων ἐλθεῖν ἐκείνων, ἀλλὰ πρὶν ἢ τόξευμα ἐξικνεῖσθαι φυγόντων

    独立属格结构。逻辑主语 ἐκείνων(那些人)统辖着两个并列的分词 ὑπομεινάντων 和 φυγόντων。它在语法上独立于前面出现的属格短语(Μήδων δὲ καὶ Περσῶν...),用以描述敌军未经肉搏即仓皇逃窜的情状。

  4. 12.5πᾶν γὰρ ἐδόκει ἐνδεὲς ὑπὸ θεοῦ γίγνεσθαι δοκοῦν

    主语为实质化的中性分词短语 πᾶν ... ὑπὸ θεοῦ γίγνεσθαι δοκοῦν(凡被认为由神明所成就的一切事情),ἐνδεές 为表语形容词(不充足的、有欠缺的)。此句表达了一种反讽逻辑:一旦被归功于神力,事情本身作为人类功勋的荣耀便大打折扣。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg066.humanitext-grc3:12.1-12.6