- 底本
- Lucian, Vol. 7. Macleod, Matthew Donald, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1961 (unrenewed copyright).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg066.humanitext-grc3:11.1-11.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥根尼在冥府遇见赫拉克勒斯的幻影,讽刺其本尊在天界为神而幻影在冥府的分离说,并指出若加上化为灰烬的肉体,赫拉克勒斯便成了荒谬的三重存在。
ΔΙΟΓΕΝΗΣ Οὐχ Ἡρακλῆς οὗτός ἐστιν; οὐ μὲν οὖν ἄλλος,1 μὰ τὸν Ἡρακλέα. τὸ τόξον, τὸ ῥόπαλον, ἡ λεοντῆ, τὸ μέγεθος, ὅλος Ἡρακλῆς ἐστιν. εἶτα τέθνηκεν Διὸς υἱὸς ὤν; εἰπέ μοι, ὦ καλλίνικε, νεκρὸς εἶ; ἐγὼ γάρ σοι ἔθυον ὑπὲρ γῆς ὡς θεῷ. ΗΡΑΚΛΗΣ Καὶ ὀρθῶς ἔθυες· αὐτὸς μὲν γὰρ ὁ Ἡρακλῆς ἐν τῷ οὐρανῷ τοῖς θεοῖς σύνεστι “καὶ ἔχει καλλίσφυρον Ἥβην,” ἐγὼ δὲ εἴδωλόν εἰμι αὐτοῦ. ΔΙΟΓΕΝΗΣ Πῶς λέγεις; εἴδωλον τοῦ θεοῦ; καὶ δυνατὸν ἐξ ἡμισείας μέν τινα θεὸν εἶναι, τεθνάναι δὲ τῷ ἡμίσει; ΗΡΑΚΛΗΣ Ναί· οὐ γὰρ ἐκεῖνος τέθνηκεν, ἀλλ’ ἐγὼ ἡ εἰκὼν αὐτοῦ.
狄奥根尼:这不是赫拉克勒斯吗?凭赫拉克勒斯起誓,绝不是旁人!弓箭、木棒、狮皮、体格,完全就是赫拉克勒斯本人。那么,他作为宙斯的儿子,竟然也死了吗?告诉我,凯旋的勇士,你难道是个死人吗?要知道,我在人间可是像对待神明一样向你献祭的。 赫拉克勒斯:你献祭得很对;因为赫拉克勒斯本人正在天上与诸神同在,“拥着脚踝秀美的赫柏”,而我只是他的幻影。 狄奥根尼:你说什么?神的幻影?难道一个人可能一半是神,另一半却死去了吗? 赫拉克勒斯:正是如此;因为死去的并不是他,而是作为他肖像的我。
ΔΙΟΓΕΝΗΣ Μανθάνω· ἄντανδρόν σε τῷ Πλούτωνι παραδέδωκεν ἀνθ' ἑαυτοῦ, καὶ σὺ νῦν ἀντ' ἐκείνου νεκρὸς εἶ. ΗΡΑΚΛΗΣ Τοιοῦτό τι. ΔΙΟΓΕΝΗΣ Πῶς οὖν ἀκριβὴς ὢν ὁ Αἰακὸς οὐ διέγνω σε μὴ ὄντα ἐκεῖνον, ἀλλὰ παρεδέξατο ὑποβολιμαῖον Ἡρακλέα παρόντα; ΗΡΑΚΛΗΣ Ὅτι ἐῴκειν ἀκριβῶς. ΔΙΟΓΕΝΗΣ Ἀληθῆ λέγεις· ἀκριβῶς γάρ, ὥστε αὐτὸς ἐκεῖνος εἶναι. ὅρα γοῦν μὴ τὸ ἐναντίον ἐστὶ2 καὶ σὺ μὲν εἶ ὁ Ἡρακλῆς, τὸ δὲ εἴδωλον γεγάμηκεν τὴν Ἥβην παρὰ τοῖς θεοῖς.
狄奥根尼:我明白了:他把你当作自己的替身交给了普鲁同,而你现在代替他成了死人。 赫拉克勒斯:差不多就是这样。 狄奥根尼:那么,办事向来严谨的埃阿科斯,怎么竟没分辨出你并非本尊,反而接纳了前来的冒牌赫拉克勒斯呢? 赫拉克勒斯:因为我同他酷肖逼真。 狄奥根尼:你说得对;确实极其逼真,以至于与他本人无异。不过你倒要当心,事情是否恰好相反:你才是真正的赫拉克勒斯,而在诸神那里娶了赫柏的反倒是那个幻影。
ΗΡΑΚΛΗΣ Θρασύς εἶ καὶ λάλος, καὶ εἰ μὴ παύσῃ σκώπτων εἰς ἐμέ, εἴσῃ αὐτίκα οἵου θεοῦ εἴδωλόν εἰμι. ΔΙΟΓΕΝΗΣ Τὸ μὲν τόξον γυμνὸν καὶ πρόχειρον· ἐγὼ δὲ τί ἂν ἔτι φοβοίμην σε ἅπαξ τεθνεώς; ἀτὰρ εἰπέ μοι πρὸς τοῦ σοῦ Ἡρακλέους, ὁπότε ἐκεῖνος ἔζη, συνῆς αὐτῷ καὶ τότε εἴδωλον ὤν; ἢ εἷς μὲν ἦτε παρὰ τὸν βίον, ἐπεὶ δὲ ἀπεθάνετε, διαιρεθέντες ὁ μὲν εἰς θεοὺς ἀπέπτατο, σὺ δὲ τὸ εἴδωλον, ὥσπερ εἰκὸς ἦν, εἰς ᾅδου πάρει; ΗΡΑΚΛΗΣ Ἐχρῆν μὲν μηδὲ ἀποκρίνεσθαι πρὸς ἄνδρα ἐξεπίτηδες ἐρεσχηλοῦντα· ὅμως δ’ οὖν καὶ τοῦτο ἄκουσον· ὁπόσον μὲν γὰρ Ἀμφιτρύωνος ἐν τῷ Ἡρακλεῖ ἦν, τοῦτο τέθνηκεν καί εἰμι ἐγὼ ἐκεῖνο πᾶν, ὃ δὲ ἦν τοῦ Διός, ἐν οὐρανῷ σύνεστι τοῖς θεοῖς.
赫拉克勒斯:你既狂妄又多嘴;倘若你不住手嘲弄我,马上就会知道我是多么厉害之神的幻影了。 狄奥根尼:弓箭虽裸露且握在手中;但我既已死去,为何还要再怕你呢?不过凭你那位赫拉克勒斯起誓告诉我:当他活着的时候,那时作为幻影的你就已经同他在一处了吗?还是说,你们在世时本是一体,及至死后被分离开来,本尊飞向了诸神,而作为幻影的你,正如情理所示,来到了哈得斯这里? 赫拉克勒斯:对一个蓄意寻开心的人,本不该作任何回答;但无论如何,你也听听这一条吧:赫拉克勒斯身上凡是属于安菲特律翁的部分,都已经死去了,而我正是那整个部分;至于属于宙斯的部分,则在天上与诸神同在。
ΔΙΟΓΕΝΗΣ Σαφῶς νῦν μανθάνω· δύο γὰρ φῂς ἔτεκεν ἡ Ἀλκμήνη κατὰ τὸ αὐτὸ Ἡρακλέας, τὸν μὲν ὑπ' Ἀμφιτρύωνι, τὸν δὲ παρὰ τοῦ Διός, ὥστε ἐλελήθειτε δίδυμοι ὄντες ὁμομήτριοι. ΗΡΑΚΛΗΣ Οὔκ, ὦ μάταιε· ὁ γὰρ αὐτὸς ἄμφω ἦμεν. ΔΙΟΓΕΝΗΣ Οὐκ ἔστι μαθεῖν τοῦτο ῥᾴδιον, συνθέτους δύο ὄντας Ἡρακλέας,3 ἐκτὸς εἰ μὴ ὥσπερ ἱπποκένταυρός τις ἦτε εἰς ἓν συμπεφυκότες ἄνθρωπός τε καὶ θεός. ΗΡΑΚΛΗΣ Οὐ γὰρ καὶ πάντες οὕτως σοι δοκοῦσι συγκεῖσθαι ἐκ δυεῖν, ψυχῆς καὶ σώματος; ὥστε τί τὸ κωλῦόν ἐστι τὴν μὲν ψυχὴν ἐν οὐρανῷ εἶναι, ἥπερ ἦν ἐκ Διός, τὸ δὲ θνητὸν ἐμὲ παρὰ τοῖς νεκροῖς;
狄奥根尼:我现在完全明白了;因为照你所说,阿尔克墨涅在同一次分娩中生下了两个赫拉克勒斯,一个随安菲特律翁,另一个随宙斯,以致你们竟是同母的双胞胎而无人知晓。 赫拉克勒斯:不是这样,愚蠢的家伙;因为我们两个本是同一人。 狄奥根尼:这可不容易理解:两个赫拉克勒斯复合为一体,除非你们像半人马那样,人与神长成合为一体的一具身躯。 赫拉克勒斯:难道在你看来,所有人不也同样是由灵魂与肉体这两样东西构成的吗?那么,属于宙斯的灵魂在天上,而作为凡俗部分的我在死人堆里,又有何不可呢?
ΔΙΟΓΕΝΗΣ Ἀλλ', ὦ βέλτιστε Ἀμφιτρυωνιάδη, καλῶς ἂν ταῦτα ἔλεγες, εἰ σῶμα ἦσθα, νῦν δὲ ἀσώματον εἴδωλον εἶ· ὥστε κινδυνεύεις τριπλοῦν ἤδη ποιῆσαι τὸν Ἡρακλέα. ΗΡΑΚΛΗΣ Πῶς τριπλοῦν; ΔΙΟΓΕΝΗΣ Ὧδέ πως· εἰ γὰρ ὁ μέν τις ἐν οὐρανῷ, ὁ δὲ παρ' ἡμῖν σὺ τὸ εἴδωλον, τὸ δὲ σῶμα ἐν Οἴτῃ κόνις ἤδη γενόμενον, τρία ταῦτα ἤδη γεγένηται· καὶ σκόπει ὅντινα τὸν τρίτον πατέρα ἐπινοήσεις τῷ σώματι.4 ΗΡΑΚΛΗΣ Θρασὺς εἶ καὶ σοφιστής· τίς δαὶ καὶ ὢν τυγχάνεις; ΔΙΟΓΕΝΗΣ Διογένους τοῦ Σινωπέως εἴδωλον, αὐτὸς δὲ οὐ μὰ Δία “μετ' ἀθανάτοισι θεοῖσιν,” ἀλλὰ τοῖς βελτίστοις τῶν νεκρῶν σύνεστιν Ὁμήρου καὶ τῆς τοιαύτης ψυχρολογίας καταγελῶν.
狄奥根尼:但是,我优秀的安菲特律翁之子啊,假使你是个肉体,这话倒也说得通;可如今你不过是个无肉体的幻影;因此你怕是把赫拉克勒斯变成了三重之躯。 赫拉克勒斯:怎么会是三重? 狄奥根尼:大体是这样:假若一个在天上,另一个是在我们这里的幻影你,而肉体已经在奥塔山上化为灰烬,这就已经是三个了;你且考虑考虑,要为那具肉体虚构出哪位第三位父亲来吧。 赫拉克勒斯:你是个狂妄之徒,一个诡辩家;你究竟碰巧是何方神圣? 狄奥根尼:锡诺普的狄奥根尼的幻影;至于本人嘛,凭宙斯起誓,并不“在不死诸神之中”,而是在最卓越的死者当中,嘲笑着荷马以及诸如此类的冷僻荒诞之谈。
- 11.1οὐ μὲν οὖν ἄλλος
语气词连用 μὲν οὖν 在此用于承接前面的否定疑问句(Οὐχ Ἡρακλῆς οὗτός ἐστιν;),起到强烈的肯定校正作用(“绝非旁人,正是他”),οὐ 直接修饰 ἄλλος。
- 11.2ὅρα γοῦν μὴ τὸ ἐναντίον ἐστὶ
ὅρα μή 结构用于引出疑虑或担忧的内容;此处它搭配直说语气现在时(ἐστί)而非虚拟语气,表示对眼前现实情况的揣测与怀疑(“当心事实是否恰恰相反”)。
- 11.4συνθέτους δύο ὄντας Ἡρακλέας
该宾格分词结构作非人称表达 Οὐκ ἔστι μαθεῖν τοῦτο ῥᾴδιον(“要理解此事并不容易”)中 τοῦτο 的同位语说明,具体指明难以理解的内容:“即两个赫拉克勒斯合为一体”。
- 11.5καὶ σκόπει ὅντινα τὸν τρίτον πατέρα ἐπινοήσεις τῷ σώματι
在由 ὅντινα 引导的间接疑问从句中,τὸν τρίτον πατέρα 作宾语及补足成分(“你将虚构出哪位作为第三位父亲”),τῷ σώματι 则是表示关涉的与格,依附于动词 ἐπινοήσεις。
