- 底本
- Lucian, Vol. 6. Kilburn, Kenneth, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1959 (unrenewed copyright).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg063.humanitext-grc3:81-82
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吕喀诺斯讲述了一个故事:一位放荡青年的叔父斥责向其索要学费的哲学家不仅未使青年向善反而任其为非作歹,而哲学家则以此狡辩索薪。
Καὶ ἐπεὶ ταῦτα ἠγανάκτει, παρεστὼς ὁ θεῖος τοῦ νεανίσκου, ἄγροικος ἄνθρωπος καὶ ἰδιώτης ὡς πρὸς τὰ ὑμέτερα, Πέπαυσο, εἶπεν, ὦ θαυμάσιε, τὰ μέγιστ' ἠδικῆσθαι λέγων, εἰ ῥημάτια παρὰ σοῦ πριάμενοι μηδέπω ἐκτετίκαμεν διάφορον. καίτοι ἃ μὲν ἡμῖν πέπρακας, ἔχεις ἔτι καὶ αὐτὸς καὶ οὐδὲν ἔλαττον γέγονέ σοι τῶν μαθημάτων. τὰ δ’ ἄλλα ὧν ἐξ ἀρχῆς ἐπιθυμῶν συνέστησά σοι τὸν νεανίσκον, ὁ δ’ οὐδὲν ἀμείνων γεγένηται διὰ σέ,1 ὃς τοὐμοῦ γείτονος Ἐχεκράτους τὴν θυγατέρα συναρπάσας παρθένον οὖσαν διέφθειρεν καὶ ὀλίγου δίκην ἔφυγε βιαίων, εἰ μὴ ἐγὼ ταλάντου ὠνησάμην τὸ πλημμέλημα παρὰ πένητος ἀνδρὸς τοῦ Ἐχεκράτους. τὴν μητέρα δὲ πρῴην ἐρράπισεν, ὅτι αὐτοῦ ἐλάβετο ὑπὸ κόλπου ἐκκομίζοντος τὸν κάδον, ὡς ἔχοι συμβολὰς οἶμαι καταθεῖναι. τὰ μὲν γὰρ ἐς ὀργὴν καὶ θυμὸν καὶ ἀναισχυντίαν καὶ ἐς τόλμαν καὶ ψεῦδος μακρῷ τινι ἄμεινον εἶχε πέρυσιν ἢ νῦν. καίτοι ἐβουλόμην ἂν αὐτὸν ἐς ταῦτα ὠφελῆσθαι ὑπὸ σοῦ μᾶλλον ἤπερ ἐκεῖνα εἰδέναι, ἃ καθ' ἑκάστην ἡμέραν πρὸς ἡμᾶς οὐδὲν δεομένους ἐπὶ τὸ δεῖπνον διεξέρχεται, ὡς κροκόδειλος ἥρπασε παιδίον, καὶ ὑπέσχηται ἀποδώσειν αὐτό, ἂν ἀποκρίνηται ὁ πατὴρ οὐκ οἶδ’ ὅ τι, ἢ ὡς ἀναγκαῖόν ἐστιν ἡμέρας οὔσης μὴ νύκτα εἶναι. ἐνίοτε δὲ καὶ κέρατα ἡμῖν ὁ γενναῖος ἀναφύει2 οὐκ οἶδ’ ὅπως περιπλέκων τὸν λόγον. ἡμεῖς δὲ γελῶμεν ἐπὶ τούτοις, καὶ μάλιστα ὅταν ἐπιβυσάμενος τὰ ὦτα μελετᾷ πρὸς αὐτὸν ἕξεις τινὰς καὶ σχέσεις καὶ καταλήψεις καὶ φαντασίας καὶ τοιαῦτα πολλὰ ὀνόματα διεξιών. ἀκούομεν δὲ αὐτοῦ λέγοντος ὡς καὶ ὁ θεὸς οὐκ ἐν οὐρανῷ ἐστιν ἀλλὰ διὰ πάντων πεφοίτηκεν, οἷον ξύλων καὶ λίθων καὶ ζῴων ἄχρι καὶ τῶν ἀτιμοτάτων. καὶ τῆς γε μητρὸς ἐρομένης αὐτὸν τί ταῦτα ληρεῖ, καταγελάσας αὐτῆς, Ἀλλὰ ἢν τὸν λῆρον τοῦτον, ἔφη, ἐκμάθω ἀκριβῶς, οὐδὲν κωλύσει με μόνον πλούσιον μόνον βασιλέα εἶναι, τοὺς δὲ ἄλλους ἀνδράποδα καὶ καθάρματα νομίζεσθαι ὡς πρὸς ἐμέ.
当他正如此愤愤不平之时,那青年的叔父正站在一旁——照你们的标准看,他是个粗野的凡夫俗子——说道:“算了吧,了不起的先生,请别再声称自己受了天大的委屈,只因为我们从你那里买了点微不足道的词句,至今尚未付清报酬。然而,你卖给我们的东西,你自己依然保留着,你的学识也丝毫无损。至于我起初出于期许而把青年托付给你的其他那些方面,因着你的缘故,他却丝毫没有变好:他强行拐走我邻居厄克克拉忒斯的闺女,毁了人家的贞洁,若不是我花了一塔兰同从贫困的厄克克拉忒斯那里买下了对这罪过的和解,他险些就要因强暴罪被送上法庭。前几天,因为母亲发现他把酒坛藏在斗篷下偷偷带出去——想必是为了交纳聚会的份儿钱——他竟然动手打了母亲耳光。论起易怒、暴躁、不知羞耻、狂妄大胆以及撒谎成性,他去年的表现可比现在好得多!然而,比起他每天在晚饭时对着毫无兴趣的我们滔滔不绝讲的那些玩意儿,我倒宁愿他能在这些品行方面蒙受你的教益——比如什么鳄鱼叼走了一个孩子,并答应只要父亲答出不知道什么话就会归还孩子,或者什么既然是白天就必然不是夜晚。有时这位高贵的青年还会不知怎么把话绕来绕去,硬在我们头上栽上角来。我们听了这些只当笑话,尤其是当他捂着耳朵独自念叨,反复操练着诸如‘持存态’、‘相对关系’、‘把握’、‘表象’以及诸如此类的一大堆名词的时候。我们还听他说,神不在天上,而是遍及万物之中,譬如木头、石头、牲畜,乃至最卑贱的东西。当他母亲问他为何胡说八道时,他嘲笑她说:‘然而如果我把这些胡话彻底学透,就没有任何事能阻止我成为唯一的富翁、唯一的君王,而其他人与我相比,都会被视为奴隶和渣滓。’”
Τοιαῦτα τοῦ ἀνδρὸς εἰπόντος, ὁ φιλόσοφος ὅρα οἵαν ἀπόκρισιν ἀπεκρίνατο, ὦ Ἑρμότιμε, ὡς πρεσβυτικήν· ἔφη γάρ, Ἀλλ' εἴ γε μὴ ἐμοὶ ἐπλησίαζεν οὗτος, οὐκ οἴει μακρῷ χείρω ἂν αὐτὸν ἐξεργάσασθαι ἢ καὶ νὴ Δία ἴσως τῷ δημίῳ παραδεδόσθαι; ὡς νῦν γε χαλινόν τινα ἐμβέβληκεν αὐτῷ ἡ φιλοσοφία καὶ ἡ πρὸς ταύτην αἰδώς, καὶ διὰ τοῦτο μετριώτερός ἐστιν ὑμῖν καὶ φορητὸς ἔτι. φέρει γάρ τινα αἰσχύνην αὐτῷ, εἰ ἀνάξιος φαίνοιτο τοῦ σχήματος καὶ τοῦ ὀνόματος, ἃ δὴ παρακολουθοῦντα παιδαγωγεῖ αὐτόν. ὥστε δίκαιος ἂν εἴην, εἰ καὶ μὴ ὦν βελτίω ἀπέφηνα, μισθὸν παρ' ὑμῶν λαβεῖν,3 ἀλλ’ οὖν ἐκείνων γε ἃ μὴ δέδρακεν αἰδούμενος φιλοσοφίαν. ἐπεὶ καὶ αἱ τίτθαι τοιάδε λέγουσι περὶ τῶν παιδίων, ὡς ἀπιτητέον αὐτοῖς ἐς διδασκάλου· καὶ γὰρ ἂν μηδέπω μαθεῖν ἀγαθόν τι δύνωνται, ἀλλ’ οὖν φαῦλον οὐδὲν ποιήσουσιν ἐκεῖ μένοντες. ἐγὼ μὲν οὖν τὰ ἄλλα πάντα ἀποπλῆσαί μοι δοκῶ, καὶ ὅντινα ἂν ἐθέλῃς τῶν εἰδότων τὰ ἡμέτερα, ἧκέ μοι ἐς αὔριον παραλαβὼν ὄψει τε ὅπως ἐρωτᾷ καὶ πῶς ἀποκρίνεται καὶ ὅσα μεμάθηκεν καὶ ὅσα ἤδη ἀνέγνωκε βιβλία περὶ ἀξιωμάτων, περὶ συλλογισμῶν, περὶ καταλήψεως, περὶ καθηκόντων καὶ ἄλλα ποικίλα. εἰ δὲ ἢ τὴν μητέρα ἔτυπτεν ἢ παρθένους συνήρπαζε, τί ταῦτα πρὸς ἐμέ;
那人说了这番话后,赫尔摩提谟,你瞧瞧那位哲学家作了怎样一番回答,真是十足的老朽之态!因为他说:“但是,如果他不曾跟随我,你难道不认为他会做出恶劣得多的勾当,甚至凭宙斯起誓,或许早就被押交给行刑刽子手了吗?而如今,哲学以及对哲学的敬畏已经给他戴上了一副缰绳,正因如此,他在你们面前才有所收敛,尚可容忍。因为如果他显得配不上这身装束和名分,便会感到羞耻,正是它们伴随着他,在规训着他。因此,即使不是为了我使他变好的那些方面,单单为了他出于敬畏哲学而未曾做出的恶行,我也有权从你们那里收取学费。因为乳母们谈起小孩子时也是这么说的,说必须把他们送到先生那里去;因为即便他们还学不会什么好的东西,但只要呆在那里,至少就不会干出什么下流事来。就我而言,我认为自己在其余所有方面都已经履行了职责;通晓我们学派的人当中无论你想要哪一位,明天请带到我这里来,你就会亲眼看到他如何发问、如何回答,学了多少东西,又已经读过了多少部关于命题、关于三段论、关于把握、关于应尽之责等等五花八门的著作。至于他是打了母亲还是拐了少女,这与我又有何相干?”
- 81τὰ δ’ ἄλλα ὧν ἐξ ἀρχῆς ἐπιθυμῶν συνέστησά σοι τὸν νεανίσκον, ὁ δ’ οὐδὲν ἀμείνων γεγένηται διὰ σέ
句首的 τὰ δ’ ἄλλα 用作指涉宾格(起提顿话题的作用),关系代词 ὧν 或是由分词 ἐπιθυμῶν 支配并省略了先行词(ἐκείνων),或是受到了属格吸引。随后插入的 ὁ δ’ 使句式发生破格(anacoluthon),直接将主语转到青年身上。
- 81κέρατα ἡμῖν ὁ γενναῖος ἀναφύει
这是对斯多亚派著名的“带角者悖论”(你未曾失去的便拥有;你未曾失去角;所以你有角)的比喻性惯用表达。“在我们头上栽角”意指通过狡辩得出的荒谬结论来捉弄、蒙骗谈话对象。
- 82δίκαιος ἂν εἴην ... μισθὸν παρ' ὑμῶν λαβεῖν
形容词 δίκαιος 配合不定式构成的人称句式(δίκαιός εἰμι + 不定式),语义上等同于无人称的 δίκαιόν ἐστί με λαβεῖν(“我有权得到/我理应得到”)。希求法 εἴην 加 ἄν 构成潜在语气,表示委婉推断的“我理当有权获取”。
