- 底本
- Lucian, Vol. 6. Kilburn, Kenneth, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1959 (unrenewed copyright).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg063.humanitext-grc3:83-86
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
赫尔摩提谟听完对哲学家的批评后,流泪承认自己多年来的错误并深感悔恨,吕喀诺斯勉励他过好今后的生活。赫尔摩提谟下定决心抛弃哲学家的装束与做派,回归常人的生活。
οὐ γὰρ παιδαγωγόν με ἐπεστήσατε αὐτῷ. Τοιαῦτα γέρων ἄνθρωπος ὑπὲρ φιλοσοφίας ἔλεγε. σὺ δὲ καὶ αὐτὸς ἂν φαίης, ὦ Ἑρμότιμε, ἱκανὸν εἶναι ὡς διὰ τοῦτο φιλοσοφοίημεν, ὡς μηδὲν τῶν φαυλοτέρων πράττοιμεν; ἢ ἐπ' ἄλλαις ἐλπίσιν ἐξ ἀρχῆς φιλοσοφεῖν ἠξιοῦμεν, οὐχ ὡς τῶν ἰδιωτῶν κοσμιώτεροι εἴημεν περινοστοῦντες; τί οὖν οὐκ ἀποκρίνῃ καὶ τοῦτο; ΕΡΜΟΤΙΜΟΣ Τί δὲ ἄλλο ἢ ὅτι καὶ δακρῦσαι ὀλίγου δέω; ἐς τοσοῦτό μου καθίκετο ὁ λόγος ἀληθὴς ὤν, καὶ ὀδύρομαι, ὅσον ἄθλιος χρόνον ἀνάλωκα καὶ προσέτι μισθοὺς οὐκ ὀλίγους τελῶν ἀντὶ τῶν πόνων. νυνὶ γὰρ ὥσπερ ἐκ μέθης ἀνανήφων ὁρῶ οἷα μέν ἐστιν ὧν ἤρων, ὁπόσα δὲ πέπονθα διὰ ταῦτα.
‘因为你们并没有委任我做他的管教仆役。’那位老者就是如此为哲学辩护的。但是赫尔摩提谟,你自己难道也会说,我们追求哲学单单为了这个理由——即为了不做出更恶劣的行径——就足够了吗?难道我们起初不是怀着其他的期望而认为应当追求哲学,而绝不仅仅是为了在四处走动时显得比凡夫俗子更规矩端庄?你怎么连这话也不回答了呢? 赫尔摩提谟:我除了说自己几乎要掉下泪来,还能说什么呢?这话因着千真万确而如此深地触动了我;我正哀叹自己这个可怜人虚掷了多少岁月,而且还在劳苦之外交纳了为数不少的酬金。如今我宛如酒醉初醒,看清了自己热恋的究竟是什么东西,又因这些东西受了多少罪。
ΛΥΚΙΝΟΣ Καὶ τί δεῖ δακρύων, ὦ χρηστέ; τὸ γὰρ τοῦ μύθου ἐκεῖνο πάνυ συνετόν, οἶμαι, ὃν Αἴσωπος διηγεῖτο· ἔφη γὰρ ἄνθρωπόν τινα ἐπὶ τῇ ἠϊόνι καθεζόμενον ἐπὶ τὴν κυματωγὴν ἀριθμεῖν τὰ κύματα, σφαλέντα δὲ καὶ ἄχθεσθαι καὶ ἀνιᾶσθαι, ἄχρι δὴ τὴν κερδὼ παραστᾶσαν εἰπεῖν αὐτῷ, Τί, ὦ γενναῖε, ἀνιᾷ τῶν παρελθόντων ἕνεκα, δέον1 τὰ ἐντεῦθεν ἀρξάμενον ἀριθμεῖν ἀμελήσαντα ἐκείνων; Καὶ σὺ τοίνυν, ἐπείπερ οὕτω σοι δοκεῖ, ἐς τὸ λοιπὸν ἂν ἄμεινον ποιήσαις βίον τε κοινὸν ἅπασι βιοῦν ἀξιῶν καὶ συμπολιτεύσῃ τοῖς πολλοῖς οὐδὲν ἀλλόκοτον καὶ τετυφωμένον ἐλπίζων, καὶ οὐκ αἰσχυνῇ, ἤνπερ εὖ φρονῇς, εἰ γέρων ἄνθρωπος μεταμαθήσῃ καὶ μεταχωρήσεις πρὸς τὸ βέλτιον.
吕喀诺斯:贤友啊,何必落泪呢?我想伊索所讲的那个寓言是极有见识的。他说有个人坐在海滩的水边数波浪,数差了便苦恼悲伤,直到一只狐狸站在他身旁对他说:‘高贵的人啊,你何必为过去了的波浪而伤心呢?你本应当不管那些,从眼下的这一个重新数起才是啊。’所以,既然你也是这么想的,今后你最好还是乐于过一种与众人相同的寻常生活,与平民大众和睦相处,不再抱有任何离奇狂妄的奢望;如果你有见识的话,即便到了风烛残年才重新学习、转向更好的方向,你也不会觉得羞耻。
ταῦτα πάντα, ὦ φιλότης, ὁπόσα εἶπον, μή με νομίσῃς κατὰ τῆς Στοᾶς παρεσκευασμένον ἢ ἔχθραν τινὰ ἐξαίρετον πρὸς Στωϊκοὺς ἐπανῃρημένον εἰρηκέναι, ἀλλὰ κοινὸς ἐπὶ πάντας ὁ λόγος. τὰ γὰρ αὐτὰ πρὸς σὲ εἶπον ἄν, εἰ τὰ Πλάτωνος ἢ Ἀριστοτέλους ᾕρησο τῶν ἄλλων ἀκρίτων ἐρήμην καταγνούς. νῦν δὲ ἐπεὶ τὰ Στωϊκῶν προετίμησας, πρὸς τὴν Στοὰν ἀποτετάσθαι ὁ λόγος ἔδοξεν οὐδὲν ἐξαίρετον πρὸς αὐτὴν ἔχων.
亲爱的朋友,请不要以为我所说的这一切是蓄意针对斯多亚学派,或者对斯多亚派抱有某种特殊的宿怨;这话对所有人都是适用的。如果你当初选择的是柏拉图或亚里士多德的学说,在未经审理的情况下就缺席判处其余学派有罪,我也同样会对你说这番话。但如今只因你推崇的是斯多亚派的学说,这番话才显得像是专门针对斯多亚学派,其实对它并无任何偏私之见。
ΕΡΜΟΤΙΜΟΣ Εὖ λέγεις· ἄπειμι γοῦν ἐπ' αὐτὸ τοῦτο, ὡς μεταβαλοίμην καὶ αὐτὸ δὴ τὸ σχῆμα. ὄψει γοῦν οὐκ εἰς μακρὰν οὔτε πώγωνα ὥσπερ νῦν λάσιον καὶ βαθὺν οὔτε δίαιταν κεκολασμένην, ἀλλ’ ἄνετα πάντα καὶ ἐλεύθερα. τάχα δὲ καὶ πορφυρίδα μεταμφιάσομαι, ὡς εἰδεῖεν ἅπαντες ὅτι μηκέτι μοι τῶν λήρων ἐκείνων μέτεστιν. ὡς εἴθε γε καὶ ἐξεμέσαι δυνατὸν ἦν ἅπαντα ἐκεῖνα, ὁπόσα ἤκουσα παρ' αὐτῶν, καὶ εὖ ἴσθι, οὐκ ἂν ὤκνησα καὶ ἐλλέβορον πιεῖν διὰ τοῦτο ἐς τὸ ἔμπαλιν ἢ ὁ Χρύσιππος,2 ὅπως μηδὲν ἔτι νοήσαιμι ὧν φασιν. σοὶ δ’ οὖν οὐ μικρὰν χάριν οἶδα, ὦ Λυκῖνε, ὅτι με παραφερόμενον ὑπὸ θολεροῦ τινος χειμάρρου καὶ τραχέος, ἐπιδιδόντα ἐμαυτὸν καὶ κατὰ ῥοῦν συρρέοντα τῷ ὕδατι, ἀνέσπασας ἐπιστάς, τὸ τῶν τραγῳδῶν τοῦτο, θεὸς ἐκ μηχανῆς ἐπιφανείς. δοκῶ δέ μοι οὐκ ἀλόγως ἂν καὶ ξυρήσασθαι τὴν κεφαλὴν ὥσπερ οἱ ἐκ τῶν ναυαγίων ἀποσωθέντες ἐλεύθεροι, ἅτε καὶ σωτήρια τήμερον ἄξων τοσαύτην ἀχλὺν ἀποσεισάμενος τῶν ὀμμάτων. φιλοσόφῳ δὲ εἰς τὸ λοιπὸν κἂν ἄκων ποτὲ ὁδῷ βαδίζων ἐντύχω, οὕτως ἐκτραπήσομαι καὶ περιστήσομαι ὥσπερ τοὺς λυττῶντας τῶν κυνῶν.
赫尔摩提谟:你说得很对。我现在就为了这个目的离开,好把自己的这身外貌也彻底改变。用不了多久,你就再也看不到我现在这样浓密杂乱的长胡须,也看不到禁欲刻苦的生活方式,而一切都将是轻松自在的。甚至我也许会换上紫袍,让所有人都知道我不再与那些鬼话有任何瓜葛。要是我能把从他们那里听来的所有这些东西全都呕吐出来,那该多好啊!而且你确信吧,哪怕为了这个目的像克律西波斯那样喝下嚏根草水——只不过目的完全相反,好让我对他们所说的一切再无丝毫领悟——我也绝不会犹豫。无论如何,吕喀诺斯,我对你感激不尽,因为当我在浑浊湍急的激流中被冲走、随波逐流任凭摆布之时,你及时出现把我拉了上来,真像是悲剧诗人所说的乘机关降临的神祇。依我看,我学着那些从海难中获救重获自由的人那样剃光头发,也绝非没有道理,因为今天我从双眼中驱散了如此浓重的迷雾,将要举行脱险感恩祭了。至于哲学家,今后即使走在路上身不由己地遇到,我也要像躲避疯狗一样避开他们、绕道而行。
- 84δέον
非人称动词 δεῖ 的中性单数分词构成的独立对格结构(accusativus absolutus),针对前文的悲叹表示转折或应然状态:“本应当……的时候”。
- 86ἐς τὸ ἔμπαλιν ἢ ὁ Χρύσιππος
与表示比较的 ἤ 连用,意为“与克律西波斯相反”。这里化用了斯多亚派学者克律西波斯服用嚏根草以使心智敏锐的典故;赫尔摩提谟表示自己服药的目的恰恰相反,是为了忘却并彻底无法理解他们的学说。
