← 琉善

赫尔莫蒂穆斯或论学派

§78-80

德行的实践与哲学家的言行不一

吕喀诺斯指出德行的本质在于行动而非言辞辩争,批判了斯多亚派沉迷名相争论的虚妄,并借其年迈导师的道德污点追问赫尔摩提谟。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§78

Ἀλλὰ καὶ κατάλαβε, εἰ δοκεῖ, καὶ ἔχε ὅλον συλλαβών· τὸ μὲν δὴ πρῶτον οὐχ ὁρῶ ὅ τι ποτ' ἂν εἴη τἀγαθόν, ὡς ἀντάξιον δοκεῖν τῶν πόνων τῶν τοσούτων.1 ἔπειτα ἐς πόσον ἔτι τὸν λοιπὸν χρόνον ἀπολαύσεις αὐτοῦ γέρων ἤδη καὶ παντὸς ἡδέος ἔξωρος ὢν καὶ τὸν ἕτερον πόδα φασὶν ἐν τῇ σορῷ ἔχων; εἰ μή τι ἐς ἄλλον, ὦ γενναῖε, βίον προγυμνάζεις ἑαυτόν, ὡς ἐς ἐκεῖνον ἐλθὼν ἄμεινον διαγάγοις, εἰδὼς ὅντινα τρόπον χρὴ βιοῦν ὅμοιον ὡς εἴ τις ἐς τοσοῦτον σκευάζοι τε καὶ εὐτρεπίζοι ὡς δειπνήσων ἄμεινον ἄχρι ἂν λάθῃ ὑπὸ λιμοῦ διαφθαρείς.2

好吧,如果你愿意,就算你追上并完全掌握了它;首先,我实在看不出那所谓的至善究竟是什么,竟能配得上如此巨大的辛劳。其次,既然你已是垂暮之年,早已过了享受任何乐趣的黄金时期,并且正如人们所说的有一只脚已经踏入了棺材,你在余下的日子里还能享受它多久呢?除非,我高贵的朋友,你是在为另一段生命提前自我锻炼,以便到了那里之后,因为懂得应当如何生活而能过得更好——这就好比一个人为了吃上一顿更好的美餐而过于精心筹备、打理,以至于不知不觉间竟活活饿死。

§79

Ἀλλὰ μὴν οὐδ’ ἐκεῖνό πω κατανενόηκας οἶμαι ὡς ἡ μὲν ἀρετὴ ἐν ἔργοις δήπου ἐστίν, οἷον ἐν τῷ δίκαια πράττειν καὶ σοφὰ καὶ ἀνδρεῖα, ὑμεῖς δὲ (τὸ δὲ ὑμεῖς ὅταν εἴπω, τοὺς ἄκρους τῶν φιλοσοφούντων φημί) ἀφέντες ταῦτα ζητεῖν καὶ ποιεῖν ῥημάτια δύστηνα μελετᾶτε καὶ συλλογισμοὺς καὶ ἀπορίας καὶ τὸ πλεῖστον τοῦ βίου ἐπὶ τούτοις διατρίβετε, καὶ ὃς ἂν κρατῇ ἐν αὐτοῖς καλλίνικος ὑμῖν δοκεῖ. ἀφ' ὧν οἶμαι καὶ τὸν διδάσκαλον τουτονὶ θαυμάζετε γέροντα ἄνδρα, ὅτι τοὺς προσομιλοῦντας ἐς ἀπορίαν καθίστησιν καὶ οἶδεν ὡς χρὴ ἐρέσθαι καὶ σοφίσασθαι καὶ πανουργῆσαι καὶ ἐς ἄφυκτα ἐμβαλεῖν, καὶ τὸν καρπὸν ἀτεχνῶς ἀφέντες—οὗτος δὲ ἦν περὶ τὰ ἔργα—περὶ τὸν φλοιὸν ἀσχολεῖσθε τὰ φύλλα καταχέοντες ἀλλήλων ἐν ταῖς ὁμιλίαις. ἢ γὰρ ἄλλα ἐστὶν ἃ πράττετε, ὦ Ἑρμότιμε, πάντες ἕωθεν εἰς ἑσπέραν; ΕΡΜΟΤΙΜΟΣ Οὔκ, ἀλλὰ ταῦτα. ΛΥΚΙΝΟΣ Ἢ οὖν οὐχὶ καὶ ὀρθῶς τις φαίη τὴν σκιὰν ὑμᾶς θηρεύειν ἐάσαντας τὸ σῶμα ἢ τοῦ ὄφεως τὸ σύφαρ ἀμελήσαντας τοῦ ὁλκοῦ; μᾶλλον δὲ τὸ ὅμοιον ποιεῖν ὥσπερ εἴ τις ἐς ὅλμον ὕδωρ ἐκχέας ὑπέρῳ σιδηρῷ πτίττοι πράττειν ἀναγκαῖόν τι καὶ προὔργου οἰόμενος, οὐκ εἰδὼς ὅτι ἂν ἀποβάλῃ φασὶ τοὺς ὤμους πτίττων, ὕδωρ ὁμοίως τὸ ὕδωρ μένει;

而且,我想你至今还没有认识到,德行分明在于行动之中,比如在于行公正、明智和勇敢之事;然而你们(我所说的“你们”,是指那些顶尖的哲学家们)却放弃去追求和践行这些,反而去钻研微不足道的辞藻、三段论和诘难悖论,并将大半生虚度在这些上面,而在这些争辩中获胜的人就被你们视为光荣的胜者。我想正是由于这个原因,你们才如此推崇这位年迈的导师,因为他能使谈话者陷入困境,知道该如何发问、诡辩、耍弄巧辩并将人逼入绝境;你们完全舍弃了果实——而这果实本是关乎行动的——却在树皮上瞎忙活,在辩论中把叶子互泼在对方头上。难道你们所有人从早到晚所做的,还有别的什么事吗,赫尔摩提谟? 赫尔摩提谟: 不,唯有这些事。 吕喀诺斯: 那么,如果有人说你们是弃本体而捕影子,或是弃蛇身而恋蜕皮,难道不是完全正确的吗?或者更确切地说,你们所做的正如一个人把水倒进石臼里,用铁杵去捣,自以为在做某种必要而有益的事,却不知纵然像人们说的那样捣断了肩膀,水依旧还是水?

§80

Καί μοι δὸς ἐνταῦθα ἤδη ἐρέσθαι σε εἰ ἐθέλοις ἂν ἔξω τῶν λόγων τὰ ἄλλα ἐοικέναι τῷ διδασκάλῳ, οὕτω μὲν ὀργίλος, οὕτω δὲ μικρολόγος, οὕτω δὲ φιλόνεικος ὢν καὶ φιλήδονος νὴ Δί', εἰ καὶ μὴ τοῖς πολλοῖς δοκεῖ. τί σιγᾷς, ὦ Ἑρμότιμε; θέλεις διηγήσομαι ἃ πρῴην ἤκουσα ὑπὲρ φιλοσοφίας τινὸς λέγοντος ἀνδρὸς πάνυ γεγηρακότος, ᾧ πάμπολλοι τῶν νέων ἐπὶ σοφίᾳ πλησιάζουσιν; ἀπαιτῶν γὰρ παρά τινος τῶν μαθητῶν τὸν μισθὸν ἠγανάκτει, λέγων ὑπερήμερον εἶναι καὶ ἐκπρόθεσμον τοῦ ὀφλήματος, ὃν ἔδει πρὸ ἑκκαίδεκα ἡμερῶν ἐκτετικέναι τῇ ἕνῃ καὶ νέᾳ·3 οὕτω γὰρ συνθέσθαι.

那么请允许我在此问你,抛开言论辩术不谈,在其他方面你是否愿意像你的老师一样——那样易怒,那样斤斤计较,那样好胜,凭宙斯起誓,甚至那样贪图享乐,尽管大众并不这样认为?你为何沉默,赫尔摩提谟?你想让我讲讲我前不久听见某位年事已高、无数年轻人为了求智而依附于他的人谈论哲学的话吗?因为他向一个学生索要学费时勃然大怒,说〔那学生〕在这笔债务上已经违期逾限,本来十六天前的晦日就该付清的;因为当初就是这样约定的。

语法注3 条
  1. 78ὡς ἀντάξιον δοκεῖν τῶν πόνων τῶν τοσούτων

    连词 ὡς 与不定式 δοκεῖν 连用,引导表示结果或程度的从句(相当于 ὥστε 搭配不定式),意为“以至于看起来能抵得上如此巨大的劳苦”。

  2. 78ὅμοιον ὡς εἴ τις ἐς τοσοῦτον σκευάζοι τε καὶ εὐτρεπίζοι ὡς δειπνήσων ἄμεινον ἄχρι ἂν λάθῃ ὑπὸ λιμοῦ διαφθαρείς

    表语形容词 ὅμοιον 后接 ὡς εἰ + 希求式(σκευάζοι, εὐτρεπίζοι)构成的比喻条件句,后紧跟由 ἄχρι ἂν λάθῃ 引出的时间从句(虚拟式,采用 λανθάνω + 分词 διαφθαρείς 结构,表示“在不知不觉中饿死”)。

  3. 80ὃν ἔδει πρὸ ἑκκαίδεκα ἡμερῶν ἐκτετικέναι τῇ ἕνῃ καὶ νέᾳ

    关系代名词 ὃν 在语法上并不承接紧邻的中性词 τὸ ὄφλημα,而是承接前文语意上的先行词 τὸν μισθόν(阳性单数宾格)。非人称动词 ἔδει 搭配完成时不定式 ἐκτετικέναι 表达过去未实现的应尽义务(“本来理应全额结清”)。τῇ ἕνῃ καὶ νέᾳ 为时间与格,系雅典历法中指代月末最后一日(晦日,“旧与新之日”)的习语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg063.humanitext-grc3:78-80