← 琉善

赫尔莫蒂穆斯或论学派

§75-77

哲学家的自欺与并不存在的理想智者

吕喀诺斯阐述了哲学家因羞耻而不愿承认前提出错从而继续自欺欺人的心理,随后让赫尔摩提谟承认现实中从未存在过完美的斯多亚智者,借此批判为追求不可达到的幸福而徒劳耗费生命的做法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§75

Κατὰ ταὐτὰ τοίνυν καὶ ὑμεῖς δόντες τὰς ἀρχὰς τῆς προαιρέσεως ἑκάστης πιστεύετε τοῖς ἑξῆς καὶ γνώρισμα τῆς ἀληθείας αὐτῶν τὴν ἀκολουθίαν ἡγεῖσθε εἶναι ψευδῆ οὖσαν.1 εἶτα οἱ μὲν ὑμῶν ἐναποθνήσκουσιν ταῖς ἐλπίσι, πρὶν ἰδεῖν τἀληθὲς καὶ καταγνῶναι τῶν ἐξαπατησάντων ἐκείνων, οἱ δὲ κἂν αἴσθωνται ἐξηπατημένοι ὀψέ ποτε γέροντες ἤδη γενόμενοι, ὀκνοῦσιν ἀναστρέφειν αἰδούμενοι εἰ δεήσει τηλικούτους αὐτοὺς ὄντας ἐξομολογήσασθαι ὅτι παίδων πράγματα ἔχοντες οὐ συνίεσαν· ὥστε ἐμμένουσιν τοῖς αὐτοῖς ὑπ' αἰσχύνης καὶ ἐπαινοῦσι τὰ παρόντα καὶ ὁπόσους ἂν δύνωνται προτρέπουσιν ἐπὶ τὰ αὐτά, ὡς ἂν μὴ μόνοι ἐξηπατημένοι ὦσιν ἀλλὰ ἔχωσι παραμυθίαν τὸ καὶ πολλοὺς καὶ ἄλλους τὰ ὅμοια παθεῖν αὐτοῖς. καὶ γὰρ αὖ κἀκεῖνο ὁρῶσιν, ὅτι ἢν τἀληθὲς εἴπωσιν οὐκέτι σεμνοὶ ὥσπερ νῦν καὶ ὑπὲρ τοὺς πολλοὺς δόξουσιν οὐδὲ τιμήσονται ὁμοίως. οὐκ ἂν οὖν ἑκόντες εἴποιεν εἰδότες, ἀφ' οἵων ἐκπεσόντες ὅμοιοι τοῖς ἄλλοις δόξουσιν. ὀλίγοις δ’ ἂν πάνυ ἐντύχοις ὑπ' ἀνδρείας τολμῶσι λέγειν ὅτι ἐξηπάτηνται καὶ τοὺς ἄλλους ἀποτρέπειν τῶν ὁμοίων πειρωμένους.2 εἰ δ’ οὖν τινι τοιούτῳ ἐντύχοις, φιλαλήθη τε κάλει τὸν τοιοῦτον καὶ χρηστὸν καὶ δίκαιον καί, εἰ βούλει, φιλόσοφον· οὐ γὰρ ἂν φθονήσαιμι τούτῳ μόνῳ τοῦ ὀνόματος. οἱ δ’ ἄλλοι ἢ οὐδὲν ἀληθὲς ἴσασιν οἰόμενοι εἰδέναι ἢ εἰδότες ἀποκρύπτονται ὑπὸ δειλίας καὶ αἰσχύνης καὶ τοῦ προτιμᾶσθαι βούλεσθαι.

因此,你们同样也是如此:在承认了各个学派的出发点之后,便相信其后的推论,并将这种一贯性视为真理的标志,尽管它本身是虚假的。于是,你们中的一些人怀抱着希望直至死去,未及看清真理并谴责那些行骗之人;而另一些人,即便在暮年垂老之际终于察觉自己受了骗,也耻于折返,羞于在这样的年纪还要承认自己一直纠缠于儿戏且毫无领悟;因此,他们出于羞耻而固执己见,赞美现状,并劝导尽可能多的人走上同样的道路,免得唯独自己受骗,而是能以许多其他人也遭遇了与自己相同的命运聊以自慰。因为他们也看清了这一点:如果说出真话,他们就不会再像现在这样显得庄严尊贵并高人一等,也不会再受到同等的敬重。因此,他们绝不愿主动说出真相,因为他们深知自己会从何等的高位跌落,变得与常人无异。你极少能遇到凭借勇气敢于坦承自己受骗、并努力劝阻他人免蹈覆辙的人。但若你真能遇见这样的人,大可称他为热爱真理者、善良者、公正者,若你愿意,也可称之为哲学家;因为唯独对这样的人,我才不吝惜这个称号。而其他人要么丝毫不知真理却自以为知,要么心知肚明却因懦弱、羞耻以及贪图尊崇而隐瞒不言。

§76

Καίτοι πρὸς τῆς Ἀθηνᾶς ἅπαντα μὲν ἃ ἔφην, ἐάσωμεν αὐτοῦ καταβαλόντες καὶ λήθη τις ἔστω αὐτῶν ὥσπερ τῶν πρὸ Εὐκλείδου ἄρχοντος πραχθέντων. ὑποθέμενοι δὲ ταύτην φιλοσοφίαν ὀρθὴν εἶναι τὴν τῶν Στωϊκῶν, ἄλλην δὲ μηδ’ ἡντιναοῦν, ἴδωμεν εἰ ἐφικτὴ αὕτη καὶ δυνατή ἐστιν, ἢ μάτην κάμνουσιν ὁπόσοι ἐφίενται αὐτῆς. τὰς μὲν γὰρ ὑποσχέσεις ἀκούω θαυμαστάς τινας, ἡλίκα εὐδαιμονήσουσιν οἱ ἐς τὸ ἀκρότατον ἐλθόντες, μόνους γὰρ τούτους πάντα συλλαβόντας ἕξειν τὰ τῷ ὄντι ἀγαθά. τὸ μετὰ ταῦτα δὲ σὺ ἂν ἄμεινον εἰδείης, εἴ τινι ἐντετύχηκας τοιούτῳ Στωϊκῷ τῶν ἄκρων, οἵῳ μήτε λυπεῖσθαι μήθ' ὑφ' ἡδονῆς κατασπᾶσθαι μήτε ὀργίζεσθαι, φθόνου δὲ κρείττονι καὶ πλούτου καταφρονοῦντι καὶ συνόλως εὐδαίμονι. ὁποῖον χρὴ τὸν κανόνα εἶναι καὶ γνώμονα τοῦ κατὰ τὴν ἀρετὴν βίου—ὁ γὰρ καὶ κατὰ μικρότατον ἐνδέων ἀτελής, κἂν πάντα πλείω ἔχῃ—εἰ δὲ τοῦτο οὐχί, οὐδέπω εὐδαίμων.3

然而,指着雅典娜发誓,让我们把我说过的一切都搁在一边抛弃不论,让它们像欧克莱德斯执政官之前的旧事一样一笔勾销吧。假定唯独斯多亚派的哲学是正确的,而根本没有其他哲学,让我们看看这门哲学究竟是可达到的、可能的,抑或所有向往它的人只是白白受累。因为我听到了一些不可思议的许诺,说那些登上最高境界的人将享有何等巨大的幸福,唯有他们才能集一切于一身,拥有真正的善。至于接下来的事,你自当更为清楚:你是否曾见过任何这样一位达到至高境界的斯多亚学者,他既不忧伤,也不被享乐所拖累,亦不发怒,超然于嫉妒之上,蔑视财富,且全然幸福?这样的人本该成为依德行而生活的尺度与准绳——因为哪怕在最细微之处有所欠缺,即便在其余一切方面都拥有更多,也是不完满的——若非如此,便依然算不得幸福。

§77

ΕΡΜΟΤΙΜΟΣ Οὐδένα τοιοῦτον εἶδον. ΛΥΚΙΝΟΣ Εὖ γε, ὦ Ἑρμότιμε, ὅτι οὐ ψεύδῃ ἑκών. εἰς τί δ’ οὖν ἀποβλέπων φιλοσοφεῖς, ὅταν ὁρᾷς μήτε τὸν διδάσκαλον τὸν σὸν μήτε τὸν ἐκείνου μήτε τὸν πρὸ αὐτοῦ μηδ’ ἂν εἰς δεκαγονίαν ἀναγάγῃς μηδένα αὐτῶν σοφὸν ἀκριβῶς καὶ διὰ τοῦτο εὐδαίμονα γεγενημένον; οὐδὲ γὰρ ἂν ἐκεῖνο ὀρθῶς εἴποις ὡς ἀπόχρη κἂν πλησίον γένῃ τῆς εὐδαιμονίας, ἐπεὶ οὐδὲν ὄφελος· ὁμοίως γὰρ ἔξω τοῦ ὀδοῦ ἐστιν καὶ ἐν τῷ ὑπαίθρῳ ὅ τε παρὰ τὴν θύραν ἔξω ἑστὼς καὶ ὁ πόρρω· διαλλάττοιεν δ’ ἄν, ὅτι μᾶλλον οὗτος ἀνιάσεται ὁρῶν ἐγγύθεν οἵων ἐστέρηται. εἶτα ἵνα πλησίον γένῃ τῆς εὐδαιμονίας (δώσω γὰρ τοῦτό σοι) τοσαῦτα πονεῖς κατατρύχων σεαυτόν, καὶ παραδεδράμηκέ σε ὁ βίος ὁ τοσοῦτος ἐν ἀκηδίᾳ καὶ καμάτῳ καὶ ἀγρυπνίαις κάτω νενευκότα· καὶ εἰσαῦθις πονήσεις, ὡς φής, ἄλλα εἴκοσιν ἔτη τοὐλάχιστον, ἵνα ὀγδοηκοντούτης γενόμενος (εἴ τις ἐγγυητής ἐστί σοι ὅτι βιώσῃ τοσαῦτα) ὅμως ᾖς ἐν τοῖς μηδέπω εὐδαιμονοῦσιν—εἰ μὴ μόνος οἴει τεύξεσθαι τούτου καὶ αἱρήσειν διώκων ὃ πρὸ σοῦ μάλα πολλοὶ καὶ ἀγαθοὶ καὶ ὠκύτεροι παρὰ πολὺ διώκοντες οὐ κατέλαβον.

赫尔摩提谟: 我从未见过这样的人。 吕喀诺斯: 说得好,赫尔摩提谟,幸好你没有故意说谎。那么,当你看到无论你的老师、他的老师,还是再前一位老师,纵使追溯十代,他们中也没有一人真正成为了严格意义上的智者并因此获得幸福,你究竟是看着什么而在研习哲学呢?你也不能正确地辩称即便接近了幸福也已足够,因为这毫无益处。因为站在门外近旁的人与站在远处的人,同样都是在门槛之外、处于露天之下;他们若有区别,也仅仅在于门旁之人由于近在咫尺看清自己失去了什么而更加痛苦罢了。既然如此,难道仅仅为了接近幸福(姑且就算如此吧),你便要这般折磨自己、辛苦劳作,以致大半生都在消沉、劳碌与失眠中低头虚度吗?而且照你所说,你之后还要至少再苦修二十年,以便活到八十岁时(如果有人能担保你能活这么久的话),却依然沦于尚未获得幸福的人群之中——除非你以为只有你能得到这境界,能追赶并捕获在你之前许多卓越且远比你敏捷的人所追逐而未能捕获的东西。

语法注3 条
  1. 75ψευδῆ οὖσαν

    该分词在性、数、格上与宾格名词短语 τὴν ἀκολουθίαν(“连贯性/一贯性”)一致,该名词短语充当由 ἡγεῖσθε 所支配的不定词 εἶναι 的宾格主语。此处带有让步意味(“尽管它本身是虚假的”),作为谓词性修饰语发挥作用。

  2. 75τοὺς ἄλλους ἀποτρέπειν τῶν ὁμοίων πειρωμένους

    从文意上看,该分词短语与前文由动词 ἐντύχοις 支配的与格分词 ὀλίγοις ... τολμῶσι(“敢于……的极少数人”)构成并列。然而此处并未作与格 πειρωμένοις,而是转为了宾格 πειρωμένους,该分词支配补充不定词 ἀποτρέπειν,此处因远离主要动词而按及物动词(如 εὕροις“你会发现”)的语感转为宾格,属于破格结构(anacoluthon)。

  3. 76ὁ γὰρ καὶ κατὰ μικρότατον ἐνδέων ἀτελής, κἂν πάντα πλείω ἔχῃ—εἰ δὲ τοῦτο οὐχί, οὐδέπω εὐδαίμων

    这是体现斯多亚派“德行不可分割(缺一即全无)”原则的紧凑对仗结构。前分句省略了系动词 ἐστί(ὁ ἐνδέων [ἐστὶν] ἀτελής),后接让步从句(κἂν...);后半句的 εἰ δὲ τοῦτο οὐχί(“若非如此/若缺少这一点”)构成假设条件,紧密衔接后结句 [ἐστὶν] οὐδέπω εὐδαίμων。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg063.humanitext-grc3:75-77