- 底本
- Lucian, Vol. 6. Kilburn, Kenneth, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1959 (unrenewed copyright).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg063.humanitext-grc3:73-74
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吕基诺斯将未经审视的前提中推导出的自洽结论,比作神话怪物的描写、错误的算术以及几何学的公理,以此驳斥哲学盲信者的谬误。
Καὶ σὺ δὴ μυθοποιοῦ τινος ἀκούσας ὡς ἔστιν τις γυνὴ ὑπερφυὴς τὸ κάλλος, ὑπὲρ τὰς Χάριτας αὐτὰς ἢ τὴν Οὐρανίαν, μὴ πρότερον ἐξετάσας εἰ ἀληθῆ λέγει καὶ εἰ ἔστι που τῆς γῆς ἡ ἄνθρωπος αὕτη, ἤρας εὐθύς, ὥσπερ φασὶ τὴν Μήδειαν ἐξ ὀνείρατος ἐρασθῆναι τοῦ Ἰάσονος. ὃ δὲ δὴ μάλιστά σε πρὸς τὸν ἔρωτα ἐπηγάγετο καὶ τοὺς ἄλλους δέ, ὁπόσοι τοῦ αὐτοῦ σοι εἰδώλου ἐρῶσι, τοῦτο ἦν, ὥς γέ μοι εἰκάζοντι φαίνεται, τὸ τὸν λέγοντα ἐκεῖνον περὶ τῆς γυναικός, ἐπείπερ ἐπιστεύθη τὸ πρῶτον ὅτι ἀληθῆ λέγει, ἀκόλουθα ἐπάγειν·1 εἰς τοῦτο γὰρ ἑωρᾶτε μόνον, καὶ διὰ τοῦτο εἷλκεν ὑμᾶς τῆς ῥινός, ἐπείπερ ἅπαξ τὴν πρώτην λαβὴν ἐνεδώκατε αὐτῷ, καὶ ἦγεν ἐπὶ τὴν ἀγαπωμένην δι’ ἧς ἔλεγεν εὐθείας ὁδοῦ. ῥᾴδια γάρ, οἶμαι, τὰ μετὰ ταῦτα καὶ οὐδεὶς ὑμῶν ἔτι ἐπιστρεφόμενος εἰς τὴν εἴσοδον ἐξήταζεν εἰ ἀληθής ἐστιν καὶ εἰ μὴ ἔλαθεν καθ' ἣν οὐκ ἐχρῆν εἰσελθών,2 ἀλλ’ ἠκολούθει τοῖς τῶν προωδευκότων ἴχνεσι, καθάπερ τὰ πρόβατα πρὸς τὸν ἡγούμενον, δέον ἐπὶ τῇ εἰσόδῳ καὶ κατὰ τὴν ἀρχὴν εὐθὺς σκέψασθαι,3 εἴπερ εἰσιτητέον.
而你也是如此,在听了某位神话编造者说有一位容貌超凡绝伦、胜过美惠诸女神本身或乌拉尼娅的女子之后,未经事先审视他所言是否属实,这凡间女子是否存在于大地的某处,便立刻坠入爱河,正如人们所说美狄亚因一场梦便爱上了伊阿宋一样。而最能诱使你、以及其他所有和你一样爱恋着同一个幻象的人坠入爱河的,依我推测来看,恰恰是那位谈论该女子的人,一旦最初被人们相信他说的是真话,就顺理成章地推导出一连串相符合的结论。因为你们只顾着看这一点,他也正因此牵着你们的鼻子走;一旦你们起初给了他把柄,他就顺着自称笔直的道路将你们引向所心仪的人。因为我认为,随后的事情便轻而易举了,你们中间再无人转身朝向入口去审视那条路是否真实,以及自己是否不知不觉从不该进入的地方走了进去,而是跟随着先行者的脚印,就像羊群盲从领头者一样,尽管本来应当在入口处、在开端就立刻考量究竟是否应当进入。
Ὃ δέ φημι, σαφέστερον ἂν μάθοις, ἤν τι τοιοῦτον ὅμοιον παραθεωρήσῃς αὐτῷ· λέγοντος γάρ τινος τῶν μεγαλοτόλμων τούτων ποιητῶν, ὡς γένοιτό ποτε τρικέφαλος καὶ ἑξάχειρ ἄνθρωπος, ἂν τὸ πρῶτον ταῦτα ἀπραγμόνως ἀποδέξῃ μὴ ἐξετάσας εἰ δυνατόν, ἀλλὰ πιστεύσας, εὐθὺς ἀκολούθως ἂν ἐπάγοι τὰ λοιπά, ὡς καὶ ὀφθαλμοὺς ὁ αὐτὸς εἶχεν ἓξ καὶ ὦτα ἓξ καὶ φωνὰς τρεῖς ἅμα ἠφίει καὶ ἤσθιεν διὰ τριῶν στομάτων καὶ δακτύλους τριάκοντα εἶχεν, οὐχ ὥσπερ ἕκαστος ἡμῶν δέκα ἐν ἀμφοτέραις ταῖς χερσί· καὶ εἰ πολεμεῖν δέοι, αἱ τρεῖς μὲν χεῖρες ἑκάστη πέλτην ἢ γέρρον ἢ ἀσπίδα εἶχον, αἱ τρεῖς δὲ ἡ μὲν πέλεκυν κατέφερεν, ἡ δὲ λόγχην ἠφίει, ἡ δὲ τῷ ξίφει ἐχρῆτο. καὶ τίς ἔτι ἂν ἀπιστήσειε ταῦτα λέγοντι αὐτῷ; ἀκόλουθα γὰρ τῇ ἀρχῇ, περὶ ἧς ἐχρῆν εὐθὺς σκοπεῖν εἴπερ παραδεκτέα καὶ εἰ συγχωρητέα οὕτως ἔχειν. ἢν δὲ ἅπαξ ἐκεῖνα δῷς, ἐπιρρεῖ τὰ λοιπὰ καὶ οὔποτε στήσεται καὶ τὸ ἀπιστεῖν αὐτοῖς οὐκέτι ῥᾴδιον, ἐπείπερ ἀκόλουθα καὶ ὅμοιά ἐστιν τῇ συγχωρηθείσῃ ἀρχῇ· ἅπερ καὶ ὑμεῖς πάσχετε. ὑπὸ γὰρ δὴ ἔρωτος καὶ προθυμίας οὐκ ἐξετάσαντες τὰ κατὰ τὴν εἴσοδον ἑκάστην ὅπως ὑμῖν ἔχει, προχωρεῖτε ὑπὸ τῆς ἀκολουθίας ἑλκόμενοι, οὐκ ἐννοοῦντες εἴ τι γένοιτο ἂν ἀκόλουθόν τι αὑτῷ καὶ ψεῦδος ὄν·4 οἷον, εἴ τις λέγοι τὰ δὶς πέντε ἑπτὰ εἶναι καὶ σὺ πιστεύσειας αὐτῷ μὴ ἀριθμήσας ἐπὶ σαυτοῦ, ἐπάξει δηλαδὴ ὅτι καὶ τετράκις πέντε τετταρεσκαίδεκα πάντως ἐστὶ καὶ μέχρι ἂν ὅτου ἐθελήσῃ. οἷα καὶ ἡ θαυμαστὴ γεωμετρία ποιεῖ—κἀκείνη γὰρ τοὺς ἐν ἀρχῇ ἀλλόκοτά τινα αἰτήματα αἰτήσασα καὶ συγχωρηθῆναι αὐτῇ ἀξιώσασα οὐδὲ συστῆναι δυνάμενα—σημεῖά τινα ἀμερῆ καὶ γραμμὰς ἀπλατεῖς καὶ τὰ τοιαῦτα, ἐπὶ σαθροῖς τοῖς θεμελίοις τούτοις οἰκοδομεῖ τὰ τοιαῦτα καὶ ἀξιοῖ εἰς ἀπόδειξιν ἀληθῆ λέγειν ἀπὸ ψευδοῦς τῆς ἀρχῆς ὁρμωμένη.
如果你拿某个类似的事情与之比照,或许能更清楚地明白我的意思。因为如果这些胆大妄为的诗人中有人说,曾经有一个长着三颗头、六只手的人,如果你起初不加深究、未经审视这是否可能就盲目相信并接受了这些,他随后就会立即顺理成章地推导其余的内容:说这同一个人也拥有六只眼睛、六只耳朵,同时发出三种声音,用三张嘴吃东西,长着三十根手指,而不是像我们每个人一样两手共十指;如果需要作战,三只手各自持着轻盾、皮盾或圆盾,而另三只手中,一只挥下战斧,另一只投掷长矛,还有一只运用刀剑。此时面对他说出这些话,谁还能不信呢?因为这些都与那开端相一致,而人们本该在一开始就考察那开端是否应当采纳、是否应当承认确是如此。可一旦你让步承认了那些,其余的事便如潮水般涌来且永不停息,要怀疑它们便不再容易,因为它们与被承认的开端完全一致且相符。这正是你们所遭受的遭遇。因为你们出于爱恋和急切,未曾审视每个入口于你们究竟如何,便被逻辑连贯性拉扯着向前走,并未想过某事物哪怕是虚假的,也完全可以做到自圆其说。正如有人若说二乘五等于七,而你未经亲自计算就相信了他,他显然就会进一步推论出四乘五必然是十四,并且一直推演到他想推到的地方。那门令人惊叹的几何学所做的事也是如此——因为几何学也是向处于开端的人提出了一些离奇的、甚至根本不可能存在的公设并要求人们让步承认,诸如没有部分的点和没有宽度的线之类,它在这般腐朽的地基之上构建出这套宏构,从虚假的开端出发,却自称在论证中道出了真理。
- 73τὸ τὸν λέγοντα ἐκεῖνον περὶ τῆς γυναικός, ἐπείπερ ἐπιστεύθη τὸ πρῶτον ὅτι ἀληθῆ λέγει, ἀκόλουθα ἐπάγειν
带冠词的不定式短语 τὸ ... ἀκόλουθα ἐπάγειν 作 τοῦτο ἦν 的表语,τὸν λέγοντα 是不定式的主格性宾格。中间插入了由连词 ἐπείπερ 引导的从句,造成了主干不定式 ἐπάγειν 的远距离隔开。
- 73εἰ μὴ ἔλαθεν καθ' ἣν οὐκ ἐχρῆν εἰσελθών
动词 ἔλαθεν(λανθάνω 的不定过去时直陈式)支配分词 εἰσελθών,构成表示“不知不觉/未察觉地做了……”的惯用句式,与前项 εἰ ἀληθής ἐστιν 并列构成间接疑问从句。
- 73δέον ἐπὶ τῇ εἰσόδῳ καὶ κατὰ τὴν ἀρχὴν εὐθὺς σκέψασθαι
非人称动词 δεῖ 的中性单数宾格现在分词 δέον 构成的绝对宾格结构(accusativus absolutus),在此表示本应履行但未履行的义务(“尽管本应考察……”),起让步与对照作用。
- 74εἴ τι γένοιτο ἂν ἀκόλουθόν τι αὑτῷ καὶ ψεῦδος ὄν
由 εἰ 引导的间接疑问从句中使用了带有 ἄν 的潜在希求法(γένοιτο ἄν),不定代词 τι 作主语,分词短语 καὶ ψεῦδος ὄν 带有让步意味(“即便本身是虚假的”),修饰与自身相符合的情状。
