← 琉善

赫尔莫蒂穆斯或论学派

§70-72

审判者的无限倒退与从哲学幻梦中醒悟

吕基诺斯指出,即便寻求证明之技,也会陷入要求审判者之审判者的无限倒退,并将哲学追求比作渴望虚妄宝藏与奇迹的梦境,劝诫赫尔谟提摩斯清醒过来面对现实生活。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§70

ΛΥΚΙΝΟΣ Ὅτι, ὦ ἑταῖρε, κἂν εὕρωμεν ὑπισχνούμενόν τινα εἰδέναι τε ἀπόδειξιν καὶ ἄλλον διδάξειν, οὐκ αὐτίκα, οἶμαι, πιστεύσομεν αὐτῷ, ἀλλά τινα ζητήσομεν τὸν κρῖναι δυνάμενον, εἰ ἀληθῆ ὁ ἀνὴρ λέγει. κἂν τούτου εὐπορήσωμεν, ἄδηλον ἔτι ἡμῖν εἰ ὁ ἐπιγνώμων οὗτος οἶδε διαγιγνώσκειν τὸν ὀρθῶς κρινοῦντα ἢ μή, καὶ ἐπ' αὐτὸν αὖθις τοῦτον ἄλλου ἐπιγνώμονος, οἶμαι, δεῖ. ἡμεῖς γὰρ πόθεν ἂν εἰδείημεν διακρίνειν τὸν ἄριστα κρῖναι δυνάμενον; ὁρᾷς ὅποι τοῦτο ἀποτείνεται καὶ ὡς ἀπέραντον γίγνεται, στῆναί ποτε καὶ καταληφθῆναι μὴ δυνάμενον; ἐπεὶ καὶ τὰς ἀποδείξεις αὐτάς, ὁπόσας οἷόν τε εὑρίσκειν, ἀμφισβητουμένας ὄψει καὶ μηδὲν ἐχούσας βέβαιον. αἱ γοῦν πλεῖσται αὐτῶν δι’ ἄλλων ἀμφισβητουμένων πείθειν ἡμᾶς βιάζονται εἰδέναι, αἱ δὲ τοῖς πάνυ προδήλοις τὰ ἀφανέστατα συνάπτουσαι οὐδὲν αὐτοῖς κοινωνοῦντα1 ἀποδείξεις ὅμως αὐτῶν εἶναι φάσκουσιν, ὥσπερ εἴ τις οἴοιτο ἀποδείξειν εἶναι θεούς, διότι βωμοὶ αὐτῶν ὄντες φαίνονται. ὥστε, ὦ Ἑρμότιμε, οὐκ οἶδ’ ὅπως καθάπερ οἱ ἐν κύκλῳ θέοντες ἐπὶ τὴν αὐτὴν ἀρχὴν καὶ ἀπορίαν ἐπανεληλύθαμεν.

吕基诺斯:朋友啊,这是因为,即便我们找到了某个承诺既懂得证明又能教导他人的人,我想我们也不会立刻相信他,而是会寻找某个能够判定此人所说是否属实的人。即便我们找到了这样的人,对于我们来说,这位考评者究竟是否懂得辨明谁判定得正确,依然是晦暗不明的;而且我想,对于此人自身,又需要另一位考评者。因为我们自己究竟能从何处懂得去分辨谁最能作出判定呢?你可看出这会延伸到何处,并且变得何其漫无止境,永远无法停息和被把握吗?因为即便是那些能够找到的证明本身,你也将会看到它们充满争议,毫无稳固之处。它们之中的绝大多数,都强迫我们凭借其他有争议的事物去相信自己已经懂得;而另一些则将极其晦暗难明的事物与全然显而易见的事物联系在一起——尽管二者毫无相通之处——却声称这就是对前者的证明,正如有人以为只要见到有神明的祭坛存在,就能证明神明的存在一样。因此,赫尔谟提摩斯啊,不知怎地,我们就像转着圈奔跑的人一样,又回到了完全相同的起点和困境之中。

§71

ΕΡΜΟΤΙΜΟΣ Οἷά με εἰργάσω, ὦ Λυκῖνε, ἄνθρακάς μοι τὸν θησαυρὸν ἀποφήνας, καὶ ὡς ἔοικεν ἀπολεῖταί μοι τὰ τοσαῦτα ἔτη καὶ ὁ κάματος ὁ πολύς. ΛΥΚΙΝΟΣ Ἀλλ', ὦ Ἑρμότιμε, πολὺ ἔλαττον ἀνιάσῃ, ἢν ἐννοήσῃς ὅτι οὐ μόνος ἔξω μένεις τῶν ἐλπισθέντων ἀγαθῶν, ἀλλὰ πάντες ὡς ἔπος εἰπεῖν περὶ ὄνου σκιᾶς μάχονται οἱ φιλοσοφοῦντες. ἢ τίς ἄρα δύναιτο δι’ ἐκείνων ἁπάντων χωρῆσαι ὧν ἔφην; ὅπερ ἀδύνατον καὶ αὐτὸς λέγεις εἶναι. νῦν δὲ ὅμοιόν μοι δοκεῖς ποιεῖν ὥσπερ εἴ τις δακρύοι καὶ αἰτιῷτο τὴν τύχην, ὅτι μὴ δύναιτο ἀνελθεῖν ἐς τὸν οὐρανόν, ἢ ὅτι μὴ βύθιος ὑποδὺς εἰς τὴν θάλατταν ἀπὸ Σικελίας ἐς Κύπρον ἀναδύσεται, ἢ ὅτι μὴ ἀρθεὶς πτηνὸς αὐθημερὸν ἀπὸ τῆς Ἑλλάδος εἰς Ἰνδοὺς τελεῖ. τὸ δ’ αἴτιον τῆς λύπης, ὅτι ἠλπίκει, οἶμαι, ἢ ὄναρ ποτὲ ἰδὼν τοιοῦτον ἢ αὐτὸς αὑτῷ ἀναπλάσας, οὐ πρότερον ἐξετάσας εἰ ἐφικτὰ εὔχεται καὶ κατὰ τὴν ἀνθρώπου φύσιν. καὶ δὴ καὶ σέ, ὦ ἑταῖρε, πολλὰ καὶ θαυμαστὰ ὀνειροπολοῦντα νύξας ὁ λόγος ἀπὸ τοῦ ὕπνου ἐκθορεῖν ἐποίησεν· εἶτα ὀργίζῃ αὐτῷ ἔτι μόλις τοὺς ὀφθαλμοὺς ἀνοίγων καὶ τὸν ὕπνον οὐ ῥᾳδίως ἀποσειόμενος ὑφ' ἡδονῆς ὧν ἑώρας. πάσχουσι δὲ αὐτὸ καὶ οἱ τὴν κενὴν μακαρίαν ἑαυτοῖς ἀναπλάττοντες, ἢν μεταξὺ πλουτοῦσιν αὐτοῖς καὶ θησαυροὺς ἀνορύττουσιν καὶ βασιλεύουσιν καὶ τὰ ἄλλα εὐδαιμονοῦσιν—οἷα πολλὰ ἡ θεὸς ἐκείνη ῥᾳδιουργεῖ, ἡ Εὐχή, μεγαλόδωρος οὖσα καὶ πρὸς οὐδὲν ἀντιλέγουσα, κἂν πτηνὸς θέλῃ τις γενέσθαι, κἂν κολοσσιαῖος τὸ μέγεθος, κἂν ὄρη ὅλα χρυσᾶ εὑρίσκειν· ἢν τοίνυν ταῦτα ἐννοοῦσιν αὐτοῖς ὁ παῖς προσελθὼν ἔρηταί τι τῶν ἀναγκαίων, οἷον ὅθεν ἄρτους ὠνητέον ἢ ὅ τι φατέον πρὸς τὸν ἀπαιτοῦντα τοὐνοίκιον ἐκ πολλοῦ περιμένοντα, οὕτως ἀγανακτοῦσιν ὡς ὑπὸ τοῦ ἐρομένου καὶ παρενοχλήσαντος ἀφαιρεθέντες ἅπαντα ἐκεῖνα τἀγαθὰ καὶ ὀλίγου δέουσι2 τὴν ῥῖνα τοῦ παιδὸς ἀποτραγεῖν.

赫尔谟提摩斯:吕基诺斯啊,你对我做了何等残忍的事,竟把我的宝藏变成了木炭!看来我的这么多年岁和巨大的辛劳都要付诸东流了。 吕基诺斯:但是,赫尔谟提摩斯啊,如果你意识到不仅是你一个人被排斥在所期盼的善美之外,而是可以说所有从事哲学的人都在为“驴子的影子”争斗,你的痛苦就会轻得多。否则,究竟谁能经历我所说的所有那些阶段呢?——而你自己也承认那是不可能的。但现在在我看来,你的举动就好比有人痛哭并抱怨命运,只因他不能升上天堂,或者不能潜入深海从西西里一直浮上塞浦路斯,或者不能振翅高飞在同一天之内从希腊抵达印度。而这悲伤的原因,我想就在于他曾抱有希望,要么是曾经在梦中见过这种景象,要么是自己凭空构想出来,事先并未审视自己所期盼的是否切实可行且合乎人的本性。朋友啊,事实上你也是在做着许多奇妙的美梦,此时这番论证戳了你一下,使你从睡梦中惊跳起来;随后你仍勉强睁着双眼,因贪恋所见之物的欢愉而无法轻易驱散睡意,反而对论证动了怒。那些为自己虚构空幻幸福的人也遭受着同样的遭遇:正当他们发大财、挖宝藏、当国王并享受其他种种幸福之际——那位“愿望”女神慷慨大度,从不拒绝任何要求,无论有人想生出翅膀、长得像巨像般庞大,还是发现整座的金山,她都会漫不经心地变出许多这类的把戏——如果正当他们沉浸在这些幻想中时,仆人走上前来询问某件日常必需之事,比如从哪里买面包,或者该向等候多时前来讨要房租的人说些什么,他们就会极其愤慨,仿佛被那询问和打扰他们的人剥夺了所有那些财富一样,甚至恨不得把仆人的鼻子咬下来。

§72

Ἀλλὰ σύ, ὦ φιλότης, μὴ πάθῃς αὐτὸ πρὸς ἐμέ, εἴ σε θησαυροὺς ἀνορύττοντα καὶ πετόμενον καί τινας ἐννοίας ὑπερφυεῖς ἐννοοῦντα καί τινας ἐλπίδας ἀνεφίκτους ἐλπίζοντα φίλος ὢν οὐ περιεῖδον διὰ παντὸς τοῦ βίου ὀνείρῳ ἡδεῖ μὲν ἴσως, ἀτὰρ ὀνείρῳ γε συνόντα, διαναστάντα δὲ ἀξιῶ πράττειν τι τῶν ἀναγκαίων καὶ ὅ σε παραπέμψει ἐς τὸ λοιπὸν τοῦ βίου τὰ κοινὰ ταῦτα φρονοῦντα.3 ἐπεὶ ὅ γε νῦν ἔπραττες καὶ ἐπενόεις, οὐδὲν τῶν Ἱπποκενταύρων καὶ Χιμαιρῶν καὶ Γοργόνων διαφέρει, καὶ ὅσα ἄλλα ὄνειροι καὶ ποιηταὶ καὶ γραφεῖς ἐλεύθεροι ὄντες ἀναπλάττουσιν οὔτε γενόμενα πώποτε οὔτε γενέσθαι δυνάμενα. καὶ ὅμως ὁ πολὺς λεὼς πιστεύουσιν αὐτοῖς καὶ κηλοῦνται ὁρῶντες ἢ ἀκούοντες τὰ τοιαῦτα διὰ τὸ ξένα καὶ ἀλλόκοτα εἶναι.

但是,亲爱的朋友,请你不要这样对待我。当你在挖掘宝藏、飞翔、沉浸于荒诞离奇的想法并寄托不可企及的希望时,我作为朋友,不忍看着你在整个一生中沉湎于或许甘美、但终究只是梦境的幻象之中;相反,我要求你清醒过来,去做一些必需之事,怀着这些凡俗常人的见识去做那些能伴你度过余生之事。因为你刚才所做所想的一切,与半人马、喀迈拉和戈耳工,以及梦境、诗人与画家在任意驰骋之下所虚构的所有其他既从未存在过、也绝不可能存在的事物毫无区别。然而广大民众却相信它们,并在看到或听到此类事物时被深深迷住,只因它们离奇古怪。

语法注3 条
  1. 70οὐδὲν αὐτοῖς κοινωνοῦντα

    中性复数宾格现在分词短语,修饰前文的 τὰ ἀφανέστατα(极晦暗难明之事)。与格代词 αὐτοῖς 指代更前面的 τοῖς πάνυ προδήλοις(全然显而易见之事),意为“与它们毫无共同之处”。

  2. 71ὀλίγου δέουσι

    习惯短语 ὀλίγου δεῖν(几乎要……)的人称变位形式(现在直陈式第三人称复数)。主语是前述“为自己虚构幸福的人”,后接不定式 τὴν ῥῖνα τοῦ παιδὸς ἀποτραγεῖν,意为“他们几乎要咬掉仆人的鼻子”。

  3. 72ὅ σε παραπέμψει ἐς τὸ λοιπὸν τοῦ βίου τὰ κοινὰ ταῦτα φρονοῦντα

    由关系代词 ὅ 引导的从句(“那将引导你度过……之事”,先行词省略)与 τι τῶν ἀναγκαίων 并列,作不定式 πράττειν 的宾语。现在分词 φρονοῦντα(阳性单数宾格,带内宾语中性复数宾格 τὰ κοινὰ ταῦτα)修饰从句中的宾格代词 σέ,表示伴随状态:“怀着这些常人的想法”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg063.humanitext-grc3:70-72