← 琉善

赫尔莫蒂穆斯或论学派

§67-69

证明之术的寻求与企及哲学的更深困境

赫尔谟提摩斯因似乎绝无可能企及哲学而陷入绝望,吕基诺斯则进一步指出分辨真假学者的困难,并提出必须首先找到能教授证明之术的导师。在赫尔谟提摩斯为找到捷径而欢欣鼓舞之际,吕基诺斯却告诫他,事情不仅没有解决,反而离希望更加遥远了。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§67

ΕΡΜΟΤΙΜΟΣ Οὐδέποτε ἄρα ἐξ ὧν σὺ φὴς εὑρήσομεν οὐδὲ φιλοσοφήσομεν, ἀλλὰ δεήσει ἡμᾶς ἰδιώτην τινὰ βίον ζῆν ἀποστάντας τοῦ φιλοσοφεῖν. τοῦτο ξυμβαίνει γε ἐξ ὧν φής, ἀδύνατον εἶναι φιλοσοφῆσαι καὶ ἀνέφικτον ἀνθρώπῳ γε ὄντι. ἀξιοῖς γὰρ τὸν φιλοσοφήσειν μέλλοντα ἑλέσθαι πρῶτον φιλοσοφίαν τὴν ἀρίστην, ἡ δὲ αἵρεσις οὕτως σοι ἐδόκει μόνως ἀκριβὴς ἂν γενέσθαι, εἰ διὰ πάσης φιλοσοφίας χωρήσαντες ἑλοίμεθα τὴν ἀληθεστάτην. εἶτα λογιζόμενος ἐτῶν ἀριθμόν, ὁπόσος ἑκάστῃ ἱκανός, ὑπερεξέπιπτες ἀπομηκύνων τὸ πρᾶγμα ἐς γενεὰς ἄλλας, ὡς ὑπερήμερον γίγνεσθαι τἀληθὲς τοῦ ἑκάστου βίου.1 τελευτῶν δὲ καὶ τοῦτο αὐτὸ οὐκ ἀνενδοίαστον ἀποφαίνεις, ἄδηλον εἶναι λέγων εἴτε εὕρηται πρὸς τῶν φιλοσοφούντων πάλαι τἀληθὲς εἴτε καὶ μή. ΛΥΚΙΝΟΣ Σὺ δὲ πῶς, ὦ Ἑρμότιμε, δύναιο ἂν ἐπομοσάμενος εἰπεῖν ὅτι εὕρηται πρὸς αὐτῶν; ΕΡΜΟΤΙΜΟΣ Ἐγὼ μὲν οὐκ ἂν ὀμόσαιμι. ΛΥΚΙΝΟΣ Καίτοι πόσα ἄλλα παρεῖδον ἑκών σοι ἐξετάσεως μακρᾶς καὶ αὐτὰ δεόμενα;

赫尔谟提摩斯:那么按照你的说法,我们绝不可能找到真理,也绝不可能从事哲学了;反而我们必须放弃哲学,去过凡夫俗子的生活。从你的话中得出的结论正是:从事哲学对人而言是不可能的,也是无法企及的。因为你要求将要从事哲学的人必须首先挑选出最好的哲学,但在你看来,唯有当我们遍历全部哲学并从中选出最真实的那一种时,这种选择才能够变得精确。随后,在计算每个学派需要多少年岁时,你又过度夸张,把事情拉长到了往后的数代人之中,以致于真理对于每个人的寿命而言都成了逾期不候的东西。而在最后,你甚至把这一点本身也说成是悬而未决的,声称那些从事哲学的人从古至今究竟是否找到了真理,还是尚未可知。 吕基诺斯:但是赫尔谟提摩斯啊,你怎么可能起誓说真理已被他们找到了呢? 赫尔谟提摩斯:我反正是绝不会起誓的。 吕基诺斯:然而,为了照顾你,我又故意忽略了多少其他本身也需要漫长检验的问题啊?

§68

ΕΡΜΟΤΙΜΟΣ Τὰ ποῖα; ΛΥΚΙΝΟΣ Οὐκ ἀκούεις τῶν Στωϊκῶν ἢ Ἐπικουρείων ἢ Πλατωνικῶν εἶναι φασκόντων τοὺς μὲν εἰδέναι τοὺς λόγους ἑκάστους, τοὺς δὲ μή, καίτοι τά γε ἄλλα πάνυ ἀξιοπίστους ὄντας; ΕΡΜΟΤΙΜΟΣ Ἀληθῆ ταῦτα. ΛΥΚΙΝΟΣ Τὸ τοίνυν διακρῖναι τοὺς εἰδότας καὶ διαγνῶναι ἀπὸ τῶν οὐκ εἰδότων μέν, φασκόντων δέ, οὔ σοι δοκεῖ πάνυ ἐργῶδες εἶναι; ΕΡΜΟΤΙΜΟΣ Καὶ μάλα. ΛΥΚΙΝΟΣ Δεήσει τοίνυν σέ, εἰ μέλλεις Στωϊκῶν τὸν ἄριστον εἴσεσθαι, εἰ καὶ μὴ ἐπὶ πάντας, ἀλλ’ οὖν ἐπὶ τοὺς πλείστους αὐτῶν ἐλθεῖν καὶ πειραθῆναι καὶ τὸν ἀμείνω προστήσασθαι διδάσκαλον, γυμνασάμενόν γε πρότερον καὶ κριτικὴν τῶν τοιούτων δύναμιν πορισάμενον, ὡς μή σε λάθῃ ὁ χείρων προκριθείς. καὶ σὺ καὶ πρὸς τοῦτο ὅρα ὅσου δεῖ τοῦ χρόνου, οὗ ἑκὼν παρῆκα δεδιὼς μὴ σὺ ἀγανακτήσῃς, καίτοι τό γε μέγιστόν τε ἅμα καὶ ἀναγκαιότατον ἐν τοῖς τοιούτοις, λέγω δὴ τοῖς ἀδήλοις τε καὶ ἀμφιβόλοις, ἓν τοῦτό ἐστιν οἶμαι. καὶ μόνη σοι αὕτη πιστὴ καὶ βέβαιος ἐλπὶς ἐπὶ τὴν ἀλήθειάν τε καὶ εὕρεσιν αὐτῆς, ἄλλη δὲ οὐδ’ ἡτισοῦν ἢ τὸ κρίνειν δύνασθαι καὶ χωρίζειν ἀπὸ τῶν ἀληθῶν τὰ ψευδῆ ὑπάρχειν σοι2 καὶ κατὰ τοὺς ἀργυρογνώμονας διαγιγνώσκειν ἅ τε δόκιμα καὶ ἀκίβδηλα καὶ ἃ παρακεκομμένα, καὶ εἴ ποτε τοιαύτην τινὰ δύναμιν καὶ τέχνην πορισάμενος ᾔεις ἐπὶ τὴν ἐξέτασιν τῶν λεγομένων· εἰ δὲ μή, εὖ ἴσθι ὡς οὐδὲν κωλύσει σε τῆς ῥινὸς ἕλκεσθαι ὑφ' ἑκάστων ἢ θαλλῷ προδειχθέντι ἀκολουθεῖν ὥσπερ τὰ πρόβατα· μᾶλλον δὲ τῷ ἐπιτραπεζίῳ ὕδατι ἐοικὼς ἔσῃ, ἐφ' ὅ τι ἂν μέρος ἑλκύσῃ σέ τις ἄκρῳ τῷ δακτύλῳ ἀγόμενος, ἢ καὶ νὴ Δία καλάμῳ τινὶ ἐπ' ὄχθῃ παραποταμίᾳ πεφυκότι καὶ πρὸς πᾶν τὸ πνέον καμπτομένῳ, κἂν μικρά τις αὔρα διαφυσήσασα διασαλεύσῃ αὐτόν.

赫尔谟提摩斯:哪些问题? 吕基诺斯:那些自称是斯多亚派、伊壁鸠鲁派或柏拉图派的人,声称他们中有些人懂各自的学说,而有些人却不懂,尽管在其他方面这些人完全是值得信赖的,难道你没有听说过这种事吗? 赫尔谟提摩斯:这倒是实话。 吕基诺斯:那么,去分辨那些懂得的人,并将他们与那些不懂却自称懂得的人区分开来,难道在你看来不是一件极其艰巨的事吗? 赫尔谟提摩斯:确实非常艰巨。 吕基诺斯:因此,如果你打算认识斯多亚派中最优秀的学者,你就必须去拜访他们的大多数(即使不是所有人),加以考验,并确立较优秀者为你的导师——但这唯有在你事先训练好自己、掌握了对此类事物的评判能力之后才行,以免你在暗中误选了较差者。对于这一点,你也看看需要耗费多少时间吧;我之前唯恐你愤慨而特意略去了这一项,然而在此类事情中——我是指在那些晦暗不明且充满争议的事情中——我认为最重要且最不可或缺的,恰恰就是这一项。你通向真理及其发现的唯一可靠而坚定的希望,除此绝无其他,就在于你拥有评判能力、能将真者与虚者区分开来,并像钱币检验官那样识别出哪些是合格纯正的、哪些是伪造掺杂的,并在一旦掌握了这样一种能力与技艺之后,再去着手检验各家的言论。否则,你且确信,没有任何东西能阻止你被他们每个人牵着鼻子走,或者像羊群在眼前被晃动嫩枝时那样盲从;甚至你将像倒在桌上的水一样,任凭别人用指尖将你引向任何方向;或者指着宙斯发誓,你将像河岸边生长的一株芦苇,顺应每一股吹来的风而弯曲,哪怕一丝微风吹拂都会将它摇撼。

§69

Ὡς εἴ γέ τινα εὕροις διδάσκαλον, ὃς ἀποδείξεως πέρι καὶ τῆς τῶν ἀμφισβητουμένων διακρίσεως τέχνην τινὰ εἰδὼς διδάξειέ σε, παύσῃ δηλαδὴ πράγματα ἔχων. αὐτίκα γὰρ σοι τὸ βέλτιστον φανεῖται καὶ τἀληθὲς ὑπαχθὲν τῇ ἀποδεικτικῇ ταύτῃ τέχνῃ καὶ τὸ ψεῦδος ἐλεγχθήσεται, καὶ σὺ βεβαίως ἑλόμενος καὶ κρίνας φιλοσοφήσεις καὶ τὴν τριπόθητον εὐδαιμονίαν κτησάμενος βιώσῃ μετ' αὐτῆς ἅπαντα συλλήβδην ἔχων τἀγαθά. ΕΡΜΟΤΙΜΟΣ Εὖ γε, ὦ Λυκῖνε. παρὰ πολὺ γὰρ ταῦτα ἀμείνω καὶ ἐλπίδος οὐ μικρᾶς ἐχόμενα λέγεις, καὶ ζητητέος, ὡς ἔοικεν, ἡμῖν ἀνήρ τις τοιοῦτος, διαγνωστικούς τε καὶ διακριτικοὺς ποιήσων ἡμᾶς καὶ τὸ μέγιστον ἀποδεικτικούς· ὡς τά γε μετὰ ταῦτα ῥᾴδια ἤδη καὶ ἀπράγμονα καὶ οὐ πολλῆς διατριβῆς δεόμενα. καὶ ἔγωγε ἤδη χάριν οἶδά σοι ἐξευρόντι σύντομόν τινα ταύτην ἡμῖν καὶ ἀρίστην ὁδόν. ΛΥΚΙΝΟΣ Καὶ μὴν οὐδέπω χάριν ἄν μοι εἰδείης εἰκότως· οὐδὲν γάρ σοι ἐξευρηκὼς ἔδειξα, ὡς ἐγγυτέρω σε ποιήσειν τῆς ἐλπίδος, τὸ δὲ πολὺ πορρωτέρω γεγόναμεν ἢ πρότερον ἦμεν καὶ κατὰ τοὺς παροιμιαζομένους “πολλὰ μοχθήσαντες ὁμοίως ἐσμέν.”3 ΕΡΜΟΤΙΜΟΣ Πῶς τοῦτο φής; πάνυ γὰρ λυπηρόν τι καὶ δύσελπι ἐρεῖν ἔοικας.

要是你能找到某位导师,通晓关于证明以及分辨争议之事的某种技艺并能教导你,你显然就不再会有烦扰了。因为最好的事物将立刻显现在你眼前,真理将在这门证明技艺之下被揭示,虚妄将被驳倒,你便能在稳妥地抉择与判定之后从事哲学,并获得众人梦寐以求的幸福,伴随着它而生活,总揽一切善美之物。 赫尔谟提摩斯:说得好,吕基诺斯!因为你现在所说的话远比之前的要好得多,并且寄托着不小的希望;看来我们确实必须寻找一位这样的人,他能使我们具备辨别力和批判力,最重要的是具备证明力——因为在这之后的事情就已经变得轻松、省事且无需花费太多时日了。对于你为我们找到了这条捷径和最佳道路,我现在就已经很感激你了。 吕基诺斯:然而,你若现在就向我道谢,还为时过早;因为我并没有为你发现并指明任何能够让你更接近希望的东西,反而我们比起先前的处境离它更遥远了,并且正如谚语所说,“大费周章之后,依然原地踏步。” 赫尔谟提摩斯:你这是怎么说的?你似乎要说出某种令人极其痛苦且让人绝望的事情来。

语法注3 条
  1. 67ὡς ὑπερήμερον γίγνεσθαι τἀληθὲς τοῦ ἑκάστου βίου

    形容词 ὑπερήμερος 本为法律及商业术语,指债务“逾期的”“超过既定期限的”,此处支配属格 τοῦ ἑκάστου βίου,表示超出时间限度(“超过各人的寿命”)。连词 ὡς 在此相当于 ὥστε,引导结果不定式 γίγνεσθαι。

  2. 68ἄλλη δὲ οὐδ’ ἡτισοῦν ἢ τὸ κρίνειν δύνασθαι καὶ χωρίζειν ἀπὸ τῶν ἀληθῶν τὰ ψευδῆ ὑπάρχειν σοι

    承接前句 καὶ μόνη σοι αὕτη πιστὴ καὶ βέβαιος ἐλπὶς ...(省略 ἐστίν),构成 ἄλλη δὲ οὐδ’ ἡτισοῦν [ἐλπίς ἐστιν] ἢ ...(“绝无其他任何希望,除了……”)的否定句式。连词 ἢ 之后的冠词不定式短语 τὸ κρίνειν δύνασθαι... ὑπάρχειν σοι 作为同格成分(epexegesis),具体阐述了这一唯一希望的内容。

  3. 69πολλὰ μοχθήσαντες ὁμοίως ἐσμέν

    引用了一句希腊谚语,意为“付出了诸多辛劳,我们却依然如故”。副词 ὁμοίως 与系动词 ἐσμέν 构成表语性搭配,表示状态毫无改变(“停留在原来的处境”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg063.humanitext-grc3:67-69