- 底本
- Lucian, Vol. 6. Kilburn, Kenneth, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1959 (unrenewed copyright).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg063.humanitext-grc3:7-9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
赫尔谟提摩斯阐述了智者超脱世俗、断绝一切激情的崇高境界,吕基诺斯则以亲眼目睹其老师因学费纠纷而怒不可遏地扭送弟子见官的事实予以反驳。
ΛΥΚΙΝΟΣ Τὰ δὲ δὴ ἄνω ὅτι εὐδαίμονα καὶ τοιαῦτα ὡς πάντα χρῆν ὑπομεῖναι δι’ αὐτά πόθεν ἔχεις εἰδέναι; οὐ γὰρ δὴ αὐτός πω ἀνελήλυθας. ΕΡΜΟΤΙΜΟΣ Ἀλλὰ τῷ διδασκάλῳ πιστεύω λέγοντι. ὁ δὲ πάνυ οἶδεν ἅτε ἀκρότατος ἤδη ὤν. ΛΥΚΙΝΟΣ Ἔλεγε δὲ πρὸς θεῶν ποῖα τὰ περὶ αὐτῶν ἢ τίνα τὴν εὐδαιμονίαν εἶναι τὴν ἐκεῖ; ἦ που τινὰ πλοῦτον καὶ δόξαν καὶ ἡδονὰς ἀνυπερβλήτους; ΕΡΜΟΤΙΜΟΣ Εὐφήμει, ὦ ἑταῖρε. οὐδὲν γάρ ἐστι ταῦτα πρὸς τὸν ἐν τῇ ἀρετῇ βίον. ΛΥΚΙΝΟΣ Ἀλλὰ τίνα φησὶ τἀγαθά εἰ μὴ ταῦτα ἕξειν πρὸς τὸ τέλος τῆς ἀσκήσεως ἐλθόντας; ΕΡΜΟΤΙΜΟΣ Σοφίαν καὶ ἀνδρείαν καὶ τὸ καλὸν αὐτὸ καὶ τὸ δίκαιον καὶ τὸ πάντα ἐπίστασθαι βεβαίως πεπεισμένον ᾗ ἕκαστα ἔχει.1 πλούτους δὲ καὶ δόξας καὶ ἡδονὰς καὶ ὅσα τοῦ σώματος ταῦτα πάντα κάτω ἀφεῖκεν καὶ ἀποδυσάμενος ἀνέρχεται, ὥσπερ φασὶ τὸν Ἡρακλέα ἐν τῇ Οἴτῃ κατακαυθέντα θεὸν γενέσθαι· καὶ γὰρ ἐκεῖνος ἀποβαλὼν ὁπόσον ἀνθρώπειον εἶχε παρὰ τῆς μητρὸς καὶ καθαρόν τε καὶ ἀκήρατον φέρων τὸ θεῖον ἀνέπτατο ἐς τοὺς θεοὺς διευκρινηθὲν ὑπὸ τοῦ πυρός. καὶ οὗτοι δὴ ὑπὸ φιλοσοφίας ὥσπερ ὑπό τινος πυρὸς ἅπαντα ταῦτα περιαιρεθέντες ἃ τοῖς ἄλλοις θαυμαστὰ εἶναι δοκεῖ2 οὐκ ὀρθῶς δοξάζουσιν, ἀνελθόντες ἐπὶ τὸ ἄκρον εὐδαιμονοῦσι πλούτου καὶ δόξης καὶ ἡδονῶν ἀλλ’ οὐδὲ μεμνημένοι ἔτι,3 καταγελῶντες δὲ τῶν οἰομένων ταῦτα εἶναι.
吕基诺斯:可是,顶峰之物确实幸福,且值得为此承受一切,这事你从何得知呢?毕竟你自己还从未上去过。 赫尔谟提摩斯:但我相信老师所说的;而他既然已身居最高峰,自然完全清楚。 吕基诺斯:凭诸神起誓,他是如何谈论那些事物的,又说那里的幸福究竟是怎样的呢?难道是某种财富、声誉和不可逾越的享乐吗? 赫尔谟提摩斯:休得妄言,朋友!因为与美德之中的生活相比,这些东西根本微不足道。 吕基诺斯:那么他说,那些抵达修练终点的人,若不是拥有这些,又会拥有怎样的美善之物呢? 赫尔谟提摩斯:智慧、勇敢、美自身、正义,以及对每一件事物所处于的真实状态持有确信的全然通晓。至于财富、名声、享乐以及一切属肉体之物,他将它们全都抛弃在下,褪去它们之后才登攀上去,正像人们所说的那样,赫拉克勒斯在俄忒山自焚后成为了神明。因为他也脱去了从母亲那里得来的一切属人的部分,携带着纯洁无瑕的神性部分,在〔这一部分〕经烈火提纯之后飞升至诸神之中。而这些人也因哲学这一仿佛烈火般的力量,被剥去了在见解不正的常人看来令人赞叹的一切事物,登上顶峰之后幸福地生活着,对财富、名声与享乐甚至不再记起,而是嘲弄那些以为这些东西算得了什么的人。
ΛΥΚΙΝΟΣ Νὴ τὸν Ἡρακλέα, ὦ Ἑρμότιμε, τὸν ἐν Οἴτῃ ἀνδρεῖα καὶ εὐδαίμονα λέγεις περὶ αὐτῶν. πλὴν ἀλλὰ τόδε μοι εἰπέ, καὶ κατέρχονταί ποτε ἐκ τῆς ἄκρας (ἢν ἐθελήσωσι) χρησόμενοι τοῖς κάτω ἃ καταλελοίπασιν; ἢ ἀνάγκη ἅπαξ ἀνελθόντας αὐτοὺς μένειν καὶ συνεῖναι τῇ ἀρετῇ πλούτου καὶ δόξης καὶ ἡδονῶν καταγελῶντας; ΕΡΜΟΤΙΜΟΣ Οὐ μόνον τοῦτο, ὦ Λυκῖνε, ἀλλ’ ὃς ἂν ἀποτελεσθῇ πρὸς ἀρετήν οὔτε ὀργῇ οὔτε φόβῳ οὔτ' ἐπιθυμίαις ὁ τοιοῦτος ἂν δουλεύοι οὐδὲ λυποῖτο οὐδὲ ὅλως πάθος ἔτι τοιοῦτον πάθοι ἄν. ΛΥΚΙΝΟΣ Καὶ μὴν εἴ γέ με δεῖ μηδὲν ὀκνήσαντα εἰπεῖν τἀληθές—ἀλλ’ εὐφημεῖν χρὴ οἶμαι μηδὲ ὅσιον εἶναι ἐξετάζειν τὰ ὑπὸ τῶν σοφῶν γιγνόμενα. ΕΡΜΟΤΙΜΟΣ Μηδαμῶς, ἀλλ’ εἰπὲ ὅ τι καὶ λέγεις. ΛΥΚΙΝΟΣ Ὅρα, ὦ ἑταῖρε, ὡς ἔγωγε καὶ πάνυ ὀκνῶ. ΕΡΜΟΤΙΜΟΣ Ἀλλὰ μὴ ὄκνει, ὦ γενναῖε, πρός γε μόνον ἐμὲ λέγων.
吕基诺斯:凭俄忒山上的赫拉克勒斯起誓,赫尔谟提摩斯,你对他们的描述既英勇又充满幸福。不过请告诉我这一点:倘若他们愿意,他们还会为了享用曾经遗留在下方的那些东西而从峰顶下来吗?抑或是,一旦登顶,他们就必须留下并与美德相伴,嘲弄着财富、名誉和享乐? 赫尔谟提摩斯:不仅如此,吕基诺斯,凡在美德上达致完满的人,既不会沦为愤怒、恐惧或欲望的奴隶,也不会感到悲伤,更全然不会再遭受任何这类激情的侵扰。 吕基诺斯:说真的,若我必须毫不顾忌地说出实情——然而我想应当慎言,审察智者的所作所为似乎也是不虔敬的。 赫尔谟提摩斯:绝非如此,说出你想说的便是。 吕基诺斯:你看,朋友,我是多么犹豫不决。 赫尔谟提摩斯:别犹豫了,好朋友,反正你只是对我一人说。
ΛΥΚΙΝΟΣ Τὰ μὲν τοίνυν ἄλλα, ὦ Ἑρμότιμε, διηγουμένῳ σοι παρειπόμην καὶ ἐπίστευον οὕτως ἔχειν, σοφούς τε γίγνεσθαι αὐτοὺς καὶ ἀνδρείους καὶ δικαίους καὶ τὰ ἄλλα· καί πως ἐκηλούμην πρὸς τὸν λόγον. ὁπότε δὲ καὶ πλούτου ἔφησθα καταφρονεῖν σφᾶς καὶ δόξης καὶ ἡδονῶν καὶ μήτε ὀργίζεσθαι μήτε λυπεῖσθαι, πάνυ ἐνταῦθα (μόνω γάρ ἐσμεν) ἐπέστην ἀναμνησθεὶς ἃ πρῴην εἶδον ποιοῦντα—βούλει φῶ τίνα; ἢ ἱκανὸν καὶ ἄνευ τοῦ ὀνόματος; ΕΡΜΟΤΙΜΟΣ Μηδαμῶς, ἀλλὰ καὶ τοῦτο εἰπὲ ὅστις ἦν. ΛΥΚΙΝΟΣ Διδάσκαλος αὐτὸς οὗτος ὁ σός—ἀνὴρ τά τε ἄλλα αἰδοῦς ἄξιος καὶ γέρων ἤδη ἐς τὸ ὕστατον. ΕΡΜΟΤΙΜΟΣ Τί οὖν δὴ ἐποίει; ΛΥΚΙΝΟΣ Τὸν ξένον οἶσθα τὸν Ἡρακλεώτην ὃς ἐκ πολλοῦ συνεφιλοσόφει αὐτῷ μαθητὴς ὤν, τὸν ξανθόν, τὸν ἐριστικόν; ΕΡΜΟΤΙΜΟΣ Οἶδα ὅν λέγεις· Δίων αὐτῷ τοὔνομα. ΛΥΚΙΝΟΣ Ἐκεῖνον αὐτόν, ἐπεὶ τὸν μισθὸν οἶμαι μὴ ἀπεδίδου κατὰ καιρόν, ἀπήγαγε παρὰ τὸν ἄρχοντα ἔναγχος περιθείς γε αὐτῷ θοἰμάτιον περὶ τὸν τράχηλον καὶ ἐβόα καὶ ὠργίζετο, καὶ εἰ μὴ τῶν συνήθων τινὲς ἐν μέσῳ γενόμενοι ἀφείλοντο τὸν νεανίσκον ἐκ τῶν χειρῶν αὐτοῦ, εὖ ἴσθι προσφὺς ἂν ἀπέτραγεν αὐτοῦ τὴν ῥῖνα4 ὁ γέρων, οὕτως ἠγανάκτει.
吕基诺斯:那么,赫尔谟提摩斯,关于你所讲的其他事情,我一直跟随着你,也相信确实如此——他们会变得智慧、勇敢、公正等等;我某种程度上也被这番话所吸引。可是,当你说到他们甚至轻视财富、名声和享乐,既不发怒也不悲伤时,就在这一点上(既然只有我们两个人在),我停住了脚步,想起了前几天我亲眼目睹某人所做的事——你想让我指出是谁吗,还是不提名字便已足够? 赫尔谟提摩斯:绝不,把那是谁也一并说出来。 吕基诺斯:就是你的这位老师本人——一个在其他方面令人敬重、如今已年迈至极的老人。 赫尔谟提摩斯:那么他究竟做了什么? 吕基诺斯:你认识那个来自赫拉克利亚的外邦人吧,就是长久以来作为学生与他一同研习哲学的那个金发、好争辩的家伙? 赫尔谟提摩斯:我知道你说的是谁,他的名字叫狄翁。 吕基诺斯:就是他。我想是因为他没有按时交付学费,你的老师最近竟把他的斗篷绕在他的脖子上,将他扭送到了长官面前,并且大声叫嚷、怒不可遏;若不是一些熟人从中干预,把那年轻人从他手中夺下,你大可确信,那老头真会扑上去咬掉他的鼻子,当时他就是那般愤怒。
- 7τὸ πάντα ἐπίστασθαι βεβαίως πεπεισμένον ᾗ ἕκαστα ἔχει
带冠词不定式 τὸ ἐπίστασθαι 的逻辑主语虽未在句中明示,但分词 πεπεισμένον 采用了阳性单数宾格形式,这表明不定式隐含的泛指主语被设想为宾格(即“人坚信地通晓……”)。从属的间接疑问句 ᾗ ἕκαστα ἔχει(“各项事物如何”)充当认知动词或分词的补足成分。
- 7ἅπαντα ταῦτα περιαιρεθέντες ἃ τοῖς ἄλλοις θαυμαστὰ εἶναι δοκεῖ
分词 περιαιρεθέντες 是动词 περιαιρέω(剥去、除去)的被动不定过去时分词。由于该动词在主动语态中可以支配双宾格(剥夺某人某物),因此在转为被动语态后,表示被剥除事物的 ἅπαντα ταῦτα 保留了宾格(保留宾格)。关系代词 ἃ 的先行词正是 ἅπαντα ταῦτα。
- 7ἀλλ’ οὐδὲ μεμνημένοι ἔτι
短语 ἀλλʼ οὐδέ 构成强烈的否定递进转折(“甚至都不……”)。前置的属格 πλούτου καὶ δόξης καὶ ἡδονῶν 是完成时分词 μεμνημένοι(“记着”)所要求的宾格性属格(客体属格),前置是为了修辞上的加重强调。
- 9προσφὺς ἂν ἀπέτραγεν αὐτοῦ τὴν ῥῖνα
此句作为过去非真实条件句的归结节,呼应前面的条件从句 εἰ μὴ... ἀφείλοντο(不定过去时直陈式)。ἄν 加上不定过去时直陈式动词 ἀπέτραγεν 表达过去未曾实现的假设结果(“本会咬掉”)。第二不定过去时分词 προσφύς(源自 προσφύομαι,作不及物/反身用法,“扑上去、咬住不放”)修饰主语 ὁ γέρων,表示动作的伴随状态。
