← 琉善

赫尔莫蒂穆斯或论学派

§10-12

宴席上的粗暴行径与老师的丑态

赫尔谟提摩斯辩称老师讨债发怒是为了年幼的孩子,吕基诺斯则揭露该老师前夜在宴席上大吃大喝、烂醉呕吐,并与漫步学派哲学家争辩时用沉重的巨杯砸破对方头部,以致今日称病停课。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10

ΕΡΜΟΤΙΜΟΣ Πονηρὸς γὰρ ἐκεῖνος ἀεὶ καὶ ἀγνώμων, ὦ Λυκῖνε, περὶ τὰς ἀποδόσεις· ἐπεὶ τούς γε ἄλλους οἷς δανείζει πολλοὺς ὄντας οὐδὲν τοιοῦτό πω διατέθεικεν. ἀποδιδόασι γὰρ αὐτῷ κατὰ καιρὸν τοὺς τόκους. ΛΥΚΙΝΟΣ Τί δε, ἂν μὴ ἀποδιδῶσιν, ὦ μακάριε, μέλει τι αὐτῷ καθαρθέντι ἤδη ὑπὸ φιλοσοφίας καὶ μηκέτι τῶν ἐν τῇ Οἴτῃ καταλελειμμένων δεομένῳ; ΕΡΜΟΤΙΜΟΣ Οἴει γὰρ ὅτι ἑαυτοῦ χάριν ἐκεῖνος περὶ τὰ τοιαῦτα ἐσπούδακεν; ἀλλ’ ἔστιν αὐτῷ παιδία νεογνὰ ὧν κήδεται μὴ ἐν ἀπορίᾳ καταβιώσωσι. ΛΥΚΙΝΟΣ Δέον,1 ὦ Ἑρμότιμε, ἀναγαγεῖν κἀκεῖνα ἐπὶ τὴν ἀρετήν, ὡς συνευδαιμονοῖεν αὐτῷ πλούτου καταφρονοῦντες.

赫尔谟提摩斯:因为那家伙在还钱上向来恶劣而不知好歹,吕基诺斯;至于师尊借钱给他们的其他许多人,师尊可从未这般对待过。因为他们都按时将利息付给他。 吕基诺斯:可是,好朋友,就算他们不付,对一个已被哲学纯化、不再需要当年留在俄忒山上的那些东西的人来说,这难道有什么好在意的吗? 赫尔谟提摩斯:难道你以为他是为了自己才为这类事操心吗?他是有幼小的孩子,他在照顾他们,以免他们日后生活困窘。 吕基诺斯:赫尔谟提摩斯,他本该将孩子们也引导到美德之路上,让他们轻视财富,同他一起享有幸福才对!

§11

ΕΡΜΟΤΙΜΟΣ Οὐ σχολή μοι, ὦ Λυκῖνε, περὶ τούτων διαλέγεσθαί σοι· σπεύδω γὰρ ἤδη ἀκροάσασθαι αὐτοῦ, μὴ καὶ λάθω τελέως ἀπολειφθείς. ΛΥΚΙΝΟΣ Θάρρει, ὦγαθέ. τὸ τήμερον γὰρ ἐκεχειρία ἐπήγγελται. ὥστε ἐγὼ ἀφίημί σοι ὅσον ἔτι τὸ λοιπὸν τῆς ὁδοῦ. ΕΡΜΟΤΙΜΟΣ Πῶς λέγεις; ΛΥΚΙΝΟΣ Ὅτι ἐν τῷ παρόντι οὐκ ἂν ἴδοις αὐτόν, εἴ γε χρὴ πιστεύειν τῷ προγράμματι. πινάκιον γάρ τι ἐκρέματο ὑπὲρ τοῦ πυλῶνος μεγάλοις γράμμασι λέγον “Τήμερον οὐ συμφιλοσοφεῖν.” ἐλέγετο δὲ παρ' Εὐκράτει τῷ πάνυ δειπνήσας χθὲς γενέθλια θυγατρὸς ἑστιῶντι πολλά τε συμφιλοσοφῆσαι ἐν τῷ συμποσίῳ καὶ πρὸς Εὐθύδημον τὸν ἐκ τοῦ Περιπάτου παροξυνθῆναί τι καὶ ἀμφισβητῆσαι αὐτῷ περὶ ὧν ἐκεῖνοι εἰώθασιν ἀντιλέγειν τοῖς ἀπὸ τῆς Στοᾶς. ὑπό τε οὖν τῆς κραυγῆς πονήρως τὴν κεφαλὴν διατεθῆναι καὶ ἱδρῶσαι μάλα πολλὰ ἐς μέσας νύκτας ἀποταθείσης, ὥς φασι, τῆς συνουσίας. ἅμα δὲ καὶ πεπώκει οἶμαι πλέον τοῦ ἱκανοῦ τῶν παρόντων ὡς εἰκός φιλοτησίας προπινόντων καὶ ἐδεδειπνήκει πλέον ἢ κατὰ γέροντα· ὥστε ἀναστρέψας ἤμεσέ τε ὡς ἔφασκον πολλὰ καὶ μόνον ἀριθμῷ παραλαβὼν τὰ κρέα ὁπόσα τῷ παιδὶ κατόπιν ἑστῶτι παραδεδώκει καὶ σημηνάμενος ἐπιμελῶς τὸ ἀπ' ἐκείνου καθεύδει μηδένα εἰσδέχεσθαι παραγγείλας. ταῦτα δὲ Μίδα ἤκουσα τοῦ οἰκέτου αὐτοῦ διηγουμένου τισὶ τῶν μαθητῶν, οἳ καὶ αὐτοὶ ἀνέστρεφον μάλα πολλοί.

赫尔谟提摩斯:我没闲工夫同你讨论这些了,吕基诺斯;我正赶着去听他讲课呢,免得不知不觉间彻底错过了。 吕基诺斯:放宽心吧,好朋友。因为今天已经宣告了休假,所以我这就免去你剩下的路程了。 赫尔谟提摩斯:你这是什么意思? 吕基诺斯:意思是说,要是相信那告示的话,你眼下是见不到他的。因为大门上方挂着一块小牌子,上面用大字写着:“今日不研习哲学。”据说是昨天他在那位著名的欧克拉忒斯家赴宴——对方正设宴庆贺女儿的生日——在酒席上他高谈阔论哲学,对漫步学派的欧梯德谟动了怒气,同他争辩起那派人习惯用来反驳斯多亚派的那些论题。结果因为大声吼叫落下了严重的头痛,而且由于聚会据说一直拖到了半夜,他还大汗淋漓。同时,我想他也喝了过量的酒——同席之人免不了举杯相敬友谊之酒——而且吃得也超过了一个老人的分寸;因此,据说他一回去就大吐不止,而且仅仅凭着数目核对了肉食——即他交由站在身后的仆人拿着的那些肉——在仔细贴上封条之后,便下令不许接见任何人,从那时起便一直睡到现在。这些是我听他的家奴弥达斯讲给几位门生听的,当时那些门生也有许多正掉头返回呢。

§12

ΕΡΜΟΤΙΜΟΣ Ἐκράτησε δὲ πότερος, ὦ Λυκῖνε, ὁ διδάσκαλος ἢ ὁ Εὐθύδημος; εἴ τι καὶ τοιοῦτον ἔλεγεν ὁ Μίδας. ΛΥΚΙΝΟΣ Τὰ μὲν πρῶτά φασιν, ὦ Ἑρμότιμε, ἀγχώμαλα σφίσι γενέσθαι, τὸ δ’ οὖν τέλος τῆς νίκης καθ' ὑμᾶς ἐγένετο καὶ παρὰ πολὺ ὁ πρεσβύτης ὑπερέσχε. τὸν γοῦν Εὐθύδημον οὐδὲ ἀναιμωτί φασιν ἀπελθεῖν, ἀλλὰ τραῦμα παμμέγεθες ἔχοντα ἐν τῇ κεφαλῇ. ἐπεὶ γὰρ ἀλαζὼν ἦν καὶ ἐλεγκτικὸς καὶ πείθεσθαι οὐκ ἤθελεν οὐδὲ παρεῖχε ῥᾴδιον αὑτὸν ἐλέγχεσθαι, ὁ διδάσκαλός σου ὁ βέλτιστος ὃν εἶχε σκύφον Νεστόρειόν τινα καταφέρει αὐτοῦ2 πλησίον κατακειμένου, καὶ οὕτως ἐκράτησεν. ΕΡΜΟΤΙΜΟΣ Εὖ γε. οὐ γὰρ ἄλλως ἐχρῆν πρὸς τοὺς μὴ ἐθέλοντας εἴκειν τοῖς κρείττοσιν. ΛΥΚΙΝΟΣ Ταυτὶ μέν, ὦ Ἑρμότιμε, πάνυ εὔλογα. ἢ τί γὰρ παθὼν3 Εὐθύδημος ἄνδρα γέροντα παρώξυνεν ἀόργητον καὶ θυμοῦ κρείττονα, σκύφον οὕτω βαρὺν ἐν τῇ χειρὶ ἔχοντα;

赫尔谟提摩斯:那么究竟是谁赢了,吕基诺斯,是师尊还是欧梯德谟?如果弥达斯也说了类似的话的话。 吕基诺斯:赫尔谟提摩斯,他们说起初两人难分高下,不过最终胜利落到了你们这一边,那位老者以压倒之势占了上风。至少他们说欧梯德谟绝非毫无流血便离开了,而是头上带着一个巨大的伤口。因为由于他傲慢且好辩,既不肯被说服,也不肯轻易任人驳倒,你那位极其优秀的老师便将手里拿着的宛如涅斯托耳大杯般的器皿,朝着斜躺在近旁的欧梯德谟砸了下去,就这样获胜了。 赫尔谟提摩斯:干得好!因为对那些不肯向更优秀者让步的人,本就不该以别的方式对待。 吕基诺斯:赫尔谟提摩斯,这确实太有道理了。否则欧梯德谟到底是着了什么魔,竟然去招惹一个手中拿着这般沉重的杯子、既不发怒又克制了激情的长者呢?

语法注3 条
  1. 10Δέον

    非人称动词 δεῖ 的中性单数分词构成的绝对宾格(accusative absolute)。带有责难或对比的意味(“他本应当……然而却没有”),统领由 ἀναγαγεῖν 引导的不定词短语。

  2. 12ὃν εἶχε σκύφον Νεστόρειόν τινα καταφέρει αὐτοῦ

    先行词并入关系从句(incorporation of the antecedent)。本应作为主句直接宾语的 σκύφον Νεστόρειόν τινα 被并入了由关系代词 ὃν 引导的从句中。动词 καταφέρει(“砸下/击下”)支配被击打者的属格 αὐτοῦ(指身边的欧梯德谟),其直接宾语即为并入的宾格名词。

  3. 12τί γὰρ παθὼν

    由 πάσχω 的不定过去时分词 παθών 构成的惯用表达。字面意为“遭遇了什么?”,常用于带有讽刺或指责意味地追问某人不可理喻之举动的动机(“到底是着了什么魔才……”、“究竟是怎么想的才……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg063.humanitext-grc3:10-12