← 琉善

赫尔莫蒂穆斯或论学派

§4-6

达成美德所需年限与人生寿命之辩

吕基诺斯与赫尔谟提摩斯讨论抵达美德与幸福峰顶所需的时间;赫尔谟提摩斯预计尚需二十年的辛劳,而吕基诺斯则指出这一时限过于漫长且人的寿命充满未知。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4

ΛΥΚΙΝΟΣ Ἀλλὰ θαρρεῖν χρὴ καὶ θυμὸν ἔχειν ἀγαθὸν ἐς τὸ τέλος τῆς ὁδοῦ ὁρῶντα καὶ τὴν ἄνω εὐδαιμονίαν, καὶ μάλιστα ἐκείνου ξυμπροθυμουμένου. πλὴν ἀλλὰ τίνα σοι ἐλπίδα ὑποφαίνει ὡς δὴ πότε ἀναβησομένῳ;1 εἰς νέωτα εἴκαζεν ἐπὶ τὸ ἄκρον ἔσεσθαί σε, οἷον μετὰ τὰ μυστήρια τὰ ἄλλα ἢ Παναθήναια; ΕΡΜΟΤΙΜΟΣ Ὀλίγον φής, ὦ Λυκῖνε. ΛΥΚΙΝΟΣ Ἀλλ' ἐς τὴν ἑξῆς ὀλυμπιάδα; ΕΡΜΟΤΙΜΟΣ Καὶ τοῦτο ὀλίγον ὡς πρὸς ἀρετῆς ἄσκησιν καὶ εὐδαιμονίας κτῆσιν. ΛΥΚΙΝΟΣ Μετὰ δύο μὲν δὴ ὀλυμπιάδας πάντως; ἢ πολλήν γ' ἂν ὑμῶν ῥᾳθυμίαν καταγνοίη τις εἰ μηδ’ ἐν τοσούτῳ χρόνῳ δύνασθε, ὅσον τρὶς ἀπὸ Ἡρακλείων στηλῶν εἰς Ἰνδοὺς ἀπελθεῖν εἶτ' ἐπανελθεῖν ῥᾴδιον,2 εἰ καὶ μὴ εὐθεῖαν μηδ’ ἀεὶ βαδίζοι τις, ἀλλ’ ἐν τοῖς διὰ μέσου ἔθνεσι περιπλανώμενος. καίτοι πόσῳ τινὶ βούλει ὑψηλοτέραν καὶ λισσοτέραν θῶμεν εἶναι τὴν ἄκραν, ἐφ' ἧς ὑμῖν ἡ Ἀρετὴ οἰκεῖ, τῆς Ἀόρνου ἐκείνης, ἣν ἐντὸς ὀλίγων ἡμερῶν Ἀλέξανδρος κατὰ κράτος εἷλεν;

吕基诺斯:但你应当抱有信心,振作精神,注视着旅程的终点以及高处的幸福,尤其是既然老师也在与你一同倾注热忱。不过,他向你展示了怎样的希望,指望你究竟何时才能登顶呢?他是估计你在明年前往峰顶,比如在下一次秘仪节或泛雅典娜节之后吗? 赫尔谟提摩斯:你说的时限太短了,吕基诺斯。 吕基诺斯:那么,是在下一届奥林匹亚节吗? 赫尔谟提摩斯:若对比美德的操练与幸福的获得,这也太短了。 吕基诺斯:那么在两届奥林匹亚节之后总可以了吧?否则,假若你们连这么长的时间都做不到,有人就会指责你们极度懈怠了——在这段时间里,即便一个人不走直道也不一直前行,而是在沿途诸部族中漫游,也足够从赫拉克勒斯之柱往返印度三次了。然而,比起亚历山大在数日之内凭武力攻下的那座著名的阿奥尔诺斯悬崖,你们的美德所居住的顶峰,你要我们假定它还要高出多少、陡峭多少呢?

§5

ΕΡΜΟΤΙΜΟΣ Οὐδὲν ὅμοιον, ὦ Λυκῖνε, οὐδ’ ἔστι τὸ πρᾶγμα τοιοῦτον οἷον σὺ εἰκάζεις, ὡς ὀλίγῳ χρόνῳ κατεργασθῆναι καὶ ἁλῶναι, οὐδ’ ἂν μυρίοι Ἀλέξανδροι προσβάλλωσιν. ἐπεὶ πολλοὶ ἂν οἱ ἀνιόντες ἦσαν. νῦν δὲ ἐνάρχονται μὲν οὐκ ὀλίγοι μάλα ἐρρωμένως καὶ προσέρχονται ἐπὶ ποσόν, οἱ μὲν ἐπὶ πάνυ ὀλίγον, οἱ δὲ ἐπὶ πλέον· ἐπειδὰν δὲ κατὰ μέσην τὴν ὁδὸν γένωνται πολλοῖς τοῖς ἀπόροις καὶ δυσχερέσιν ἐντυγχάνοντες ἀποδυσπετοῦσί τε καὶ ἀναστρέφουσιν ἀσθμαίνοντες καὶ ἱδρῶτι ῥεόμενοι, οὐ φέροντες τὸν κάματον. ὅσοι δ’ ἂν εἰς τέλος διακαρτερήσωσιν οὗτοι πρὸς τὸ ἄκρον ἀφικνοῦνται καὶ τὸ ἀπ' ἐκείνου εὐδαιμονοῦσιν θαυμάσιόν τινα βίον τὸν λοιπὸν βιοῦντες, οἷον μύρμηκας ἀπὸ τοῦ ὕψους ἐπισκοποῦντές τινας τοὺς ἄλλους. ΛΥΚΙΝΟΣ Παπαῖ, ὦ Ἑρμότιμε, ἡλίκους ἡμᾶς ἀποφαίνεις οὐδὲ κατὰ τοὺς Πυγμαίους ἐκείνους, ἀλλὰ χαμαιπετεῖς παντάπασιν ἐν χρῷ τῆς γῆς. εἰκότως—ὑψηλὰ γὰρ ἤδη φρονεῖς καὶ ἄνωθεν· ἡμεῖς δὴ ὁ συρφετὸς καὶ ὅσοι χαμαὶ ἐρχόμενοι ἐσμέν, μετὰ τῶν θεῶν καὶ ὑμᾶς προσευξόμεθα ὑπερνεφέλους γενομένους καὶ ἀνελθόντας οἷ πάλαι σπεύδετε. ΕΡΜΟΤΙΜΟΣ Εἰ γὰρ γένοιτο καὶ ἀνελθεῖν, ὦ Λυκῖνε. ἀλλὰ πάμπολυ τὸ λοιπόν.

赫尔谟提摩斯:完全不能相提并论,吕基诺斯,事情绝非如你所设想的那样可以在短时间内被攻克和占据,哪怕有一万个亚历山大发起进攻也是如此。否则,登上去的人早就很多了。而实际情况是,为数不少的人起初十分有力地迈出脚步,前行了一段距离,有的只走了一小段,有的则走得远些;但当他们到达半途时,遭遇重重困境与险阻,便心灰意冷,气喘吁吁、汗流浃背地折返回去,无法承受这般劳累。然而,凡是坚忍到底的人,都会抵达峰顶,自那以后便享有幸福,度过余生中某种惊人的美妙生活,如同从高处俯视蚂蚁一般俯视着其余众人。 吕基诺斯:天哪,赫尔谟提摩斯,你把我们说得何其微小,甚至连那些俾格米人都不如,而是完全贴着地皮爬行的人了。这倒也合乎情理——因为你已经在高瞻远瞩、居高临下了;而我们这些乌合之众以及在地上行走的人,待你们升至云霄之上、登抵你们长久以来所渴望的地方后,我们将在诸神之外也向你们祈祷。 赫尔谟提摩斯:吕基诺斯,真希望果真能够登顶。但剩下的路还极长。

§6

ΛΥΚΙΝΟΣ Ὅμως οὐκ ἔφησθα ὁπόσον, ὡς χρόνῳ περιλαβεῖν. ΕΡΜΟΤΙΜΟΣ Οὐδ’ αὐτὸς γὰρ οἶδα, ὦ Λυκῖνε, τἀκριβές. εἰκάζω μέντοι οὐ πλείω τῶν εἴκοσιν ἐτῶν ἔσεσθαι, μεθ' ἃ πάντως που ἐπὶ τῷ ἄκρῳ ἐσόμεθα. ΛΥΚΙΝΟΣ Ἡράκλεις, πολὺ λέγεις. ΕΡΜΟΤΙΜΟΣ Καὶ γὰρ περὶ μεγάλων, ὦ Λυκῖνε, οἱ πόνοι. ΛΥΚΙΝΟΣ Τοῦτο μὲν ἴσως ἀληθές. ὑπὲρ δὲ τῶν εἴκοσιν ἐτῶν ὅτι βιώσῃ τοσαῦτα πότερον ὁ διδάσκαλός σου καθυπέσχετο, οὐ μόνον σοφός, ἀλλὰ καὶ μαντικὸς ὢν ἢ χρησμολόγος τις ἢ ὅσοι τὰς Χαλδαίων μεθόδους ἐπίστανται; φασὶ γοῦν εἰδέναι τὰ τοιαῦτα. οὐ γὰρ δὴ σέ γε εἰκὸς ἐπὶ τῷ ἀδήλῳ, εἰ βιώσῃ μέχρι πρὸς τὴν ἀρετήν,3 τοσούτους πόνους ἀνέχεσθαι καὶ ταλαιπωρεῖν νύκτωρ καὶ μεθ' ἡμέραν οὐκ εἰδότα εἴ σε πλησίον ἤδη τοῦ ἄκρου γενόμενον τὸ χρεὼν ἐπιστὰν κατασπάσει λαβόμενον τοῦ ποδὸς ἐξ ἀτελοῦς τῆς ἐλπίδος. ΕΡΜΟΤΙΜΟΣ Ἄπαγε. δύσφημα γὰρ ταῦτα, ὦ Λυκῖνε. ἀλλ’ εἴη βιῶναι4 ὡς μίαν γοῦν ἡμέραν εὐδαιμονήσω σοφὸς γενόμενος. ΛΥΚΙΝΟΣ Καὶ ἱκανή σοι ἀντὶ τῶν τοσούτων καμάτων ἡ μία ἡμέρα; ΕΡΜΟΤΙΜΟΣ Ἐμοὶ μὲν καὶ ἀκαριαῖον ὁπόσον ἱκανόν.

吕基诺斯:不过你还没说究竟有多长,以便用时间来界定。 赫尔谟提摩斯:吕基诺斯,因为我自己也不知道确切的时间。不过我推测不会超过二十年,过了这二十年,我们无论如何都会在峰顶了。 吕基诺斯:凭赫拉克勒斯起誓,你说的时间可真长! 赫尔谟提摩斯:因为这些辛劳所关乎的,吕基诺斯,乃是重大的事情。 吕基诺斯:这或许是真的。但关于那二十年,即你能活那么久,你的老师是否曾给过保证?难道他不仅聪明,而且是个先知、占卜者,或是通晓迦勒底人方术之徒?总之他们自称通晓此类事情。因为在美德达成前是否还能活着尚且不可知的情况下,你却要在昼夜不舍中忍受如此巨大的劳苦并历经磨难,而完全不知道当你已经接近顶峰时,宿命是否会突然降临,抓住你的脚,将你从未遂的希望中拽落下去——这委实不像你的为人所该做的。 赫尔谟提摩斯:别说了。这些话太不吉利了,吕基诺斯。但愿我能活下去,成为智者,哪怕只享受一天的幸福也好。 吕基诺斯:换取这许多劳苦,仅仅一天就足够你满意了吗? 赫尔谟提摩斯:对我而言,哪怕仅仅一瞬间也足够了。

语法注4 条
  1. 4ὡς δὴ πότε ἀναβησομένῳ

    与格将来时分词 ἀναβησομένῳ 与前面的代词 σοι 一致,与 ὡς 连用表示关于何时登顶的主观预期或老师所描绘的前景,πότε 在此作间接疑问副词。

  2. 4ὅσον τρὶς ἀπὸ Ἡρακλείων στηλῶν εἰς Ἰνδοὺς ἀπελθεῖν εἶτ' ἐπανελθεῖν ῥᾴδιον

    关系代词 ὅσον 在此用作表示时间延展的副词性宾格,与前面的 ἐν τοσούτῳ χρόνῳ 相应,意为“多得足够……的时间”。不定式 ἀπελθεῖν 与 ἐπανελθεῖν 作无人称谓语 ῥᾴδιον(省略 ἐστί)的主语。

  3. 6ἐπὶ τῷ ἀδήλῳ, εἰ βιώσῃ μέχρι πρὸς τὴν ἀρετήν

    介词 ἐπί 支配中性单数与格名词化形容词 τῷ ἀδήλῳ,表示“在不确定的基础/前提下”。紧随其后的间接疑问从句 εἰ βιώσῃ... 与 τῷ ἀδήλῳ 构成同位语,说明该不确定性的具体内容。

  4. 6εἴη βιῶναι

    表达愿望的祈愿语气 εἴη 后接不定式 βιῶναι,构成无人称愿望句式,意为“但愿能够活着”、“愿得享寿命”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg063.humanitext-grc3:4-6