- 底本
- Lucian, Vol. 6. Kilburn, Kenneth, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1959 (unrenewed copyright).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg063.humanitext-grc3:64-66
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吕基诺斯指出,即便遍访所有学派,若无公正敏锐的评判能力亦是徒劳,并借猜豆子数目的比喻进一步提出:现存的所有哲学家或许根本没有一人掌握了真理。
ΛΥΚΙΝΟΣ Οὐχ ἱκανὸν εἶναί φησι1 τὸ πάντα ἰδεῖν καὶ διεξελθεῖν δι’ αὐτῶν, ὡς ἔχειν ἤδη ἑλέσθαι τὸ βέλτιστον, ἀλλ’ ἔτι τοῦ μεγίστου ἐνδεῖν. ΕΡΜΟΤΙΜΟΣ Τίνος τούτου; ΛΥΚΙΝΟΣ Κριτικῆς τινος, ὦ θαυμάσιε, καὶ ἐξεταστικῆς παρασκευῆς καὶ νοῦ ὀξέος καὶ διανοίας ἀκριβοῦς καὶ ἀδεκάστου, οἵαν χρὴ εἶναι τὴν περὶ τῶν τηλικούτων δικάσουσαν, ἢ μάτην ἂν ἅπαντα ἑωραμένα εἴη. ἀποδοτέον οὖν φησι καὶ τῷ τοιούτῳ χρόνον οὐκ ὀλίγον καὶ προθέμενον ἅπαντα εἰς μέσον αἱρεῖσθαι διαμέλλοντα καὶ βραδύνοντα καὶ πολλάκις ἐπισκοποῦντα, μήτε ἡλικίαν τοῦ λέγοντος ἑκάστου μήτε σχῆμα ἢ δόξαν ἐπὶ σοφίᾳ αἰδούμενον, ἀλλὰ κατὰ τοὺς Ἀρεοπαγίτας αὐτὸ ποιοῦντα, οἳ ἐν νυκτὶ καὶ σκότῳ δικάζουσιν, ὡς μὴ ἐς τοὺς λέγοντας, ἀλλ’ ἐς τὰ λεγόμενα ἀποβλέποιεν. καὶ τότ' ἤδη ἐξέσται σοι βεβαίως ἑλομένῳ φιλοσοφεῖν. ΕΡΜΟΤΙΜΟΣ Μετὰ τὸν βίον φής· ἐκ γὰρ τούτων οὐδενὸς ἀνθρώπων βίος ἐξαρκέσειεν ἂν ὡς ἐπὶ πάντα ἐλθεῖν καὶ ἕκαστον ἀκριβῶς ἐπιδεῖν καὶ ἐπιδόντα κρῖναι καὶ κρίναντα ἑλέσθαι καὶ ἑλόμενον φιλοσοφῆσαι,2 μόνως γὰρ ἂν οὕτως εὑρεθῆναι φὴς τἀληθές, ἄλλως δὲ οὔ.
吕基诺斯:论证说,仅仅看完一切并逐一经历它们,以便能够立即挑选出最好的,这还不够,而是依然缺少最重要的一环。 赫尔谟提摩斯:这最重要的一环是什么? 吕基诺斯:我可敬的朋友,是一种批判与检验的准备,敏锐的智力,以及精密而公正不偏的心智——正如对这般重大之事进行裁判的心智所应当具备的那样——否则,即使全都看遍也将是徒劳。因此论证说,也必须给这种准备留出不少的时间,并且把所有学说公之于众后,在从容迟疑、放慢步调、反复审视中做出选择,既不顾忌每个发言者的年纪,也不顾忌其仪表或因智慧而享有的名望,而是像阿雷奥帕古斯的法官们那样行事,他们在夜晚与黑暗中审判,为的是不去看发言之人,而只看所言之事。直到那时,你才终于可以在稳妥地做出选择之后从事哲学。 赫尔谟提摩斯:你是说在人命终了之后吧!因为按照这些条件,没有任何人的寿命足以遍访一切学派,精确审视每一种,在审视之后做出判定,在判定之后做出抉择,在抉择之后从事哲学;因为你说唯有通过这种方式真理才能被发现,而以其他方式则绝无可能。
ΛΥΚΙΝΟΣ Ὀκνῶ γάρ σοι εἰπεῖν, ὦ Ἑρμότιμε, ὅτι οὐδὲ τοῦτό πω ἱκανόν, ἀλλ’ ἔτι μοι δοκοῦμεν λεληθέναι ἡμᾶς αὐτοὺς οἰόμενοι μέν τι εὑρηκέναι βέβαιον, εὑρόντες δὲ οὐδέν, ὥσπερ οἱ ἁλιεύοντες πολλάκις καθέντες τὰ δίκτυα καὶ βάρους τινὸς αἰσθόμενοι ἀνέλκουσιν ἰχθῦς παμπόλλους γε περιβεβληκέναι ἐλπίζοντες, εἶτα ἐπειδὰν κάμωσιν ἀνασπῶντες, ἢ λίθος τις ἀναφαίνεται αὐτοῖς ἢ κεράμιον ψάμμῳ σεσαγμένον. σκόπει μὴ καὶ ἡμεῖς τι τοιοῦτον ἀνεσπάκαμεν. ΕΡΜΟΤΙΜΟΣ Οὐ μανθάνω τί σοι τὰ δίκτυα ταῦτα βούλεται· ἀτεχνῶς γὰρ με περιβάλλεις αὐτοῖς. ΛΥΚΙΝΟΣ Οὐκοῦν πειρῶ διεκδῦναι· σὺν θεῷ γὰρ οἶσθα νεῖν, εἰ καί τις ἄλλος·3 ἐγὼ γὰρ κἂν ἐφ' ἅπαντας ἔλθωμεν πειρώμενοι καὶ τοῦτο ἐργασώμεθά ποτε, οὐδέπω οὐδὲ τοῦτο δῆλον ἔσεσθαι νομίζω, εἴ τις ἐξ αὐτῶν ἔχει τὸ ζητούμενον ἢ πάντες ὁμοίως ἀγνοοῦσιν. ΕΡΜΟΤΙΜΟΣ Τί φής; οὐδὲ τούτων τις πάντως ἔχει; ΛΥΚΙΝΟΣ Ἄδηλον. ἤ σοι ἀδύνατον δοκεῖ ἅπαντας ψεύδεσθαι, τὸ δ’ ἀληθὲς ἄλλο τι εἶναι πρὸς μηδενὸς αὐτῶν πω εὑρημένον;
吕基诺斯:赫尔谟提摩斯啊,我实在不好意思对你说,甚至连这都还不够;我反倒觉得,我们似乎依然瞒过了自己,以为自己找到了某种稳靠之物,实际上却一无所获——正如捕鱼的人常常撒下网,感到某种沉重,满心指望网住了极多的鱼而往上拉,随后在费力拖上来之后,显露在他们眼前的要么是一块石头,要么是一个装满沙子的陶罐。你且想想看,我们是不是也拉上来了类似的东西。 赫尔谟提摩斯:我不明白你这些网指的是什么;因为你简直是用网把我包围住了。 吕基诺斯:那么就请设法钻出来吧;因为托神之福,要是有人懂得游泳的话,那你也是懂的。依我看,即使我们遍访所有人进行检验并在某一天做到了这件事,我也认为到那时依然不能弄清楚,他们之中是否有人掌握着所探求之物,还是所有人都同样浑然不知。 赫尔谟提摩斯:你说什么?难道他们当中就没有一个人必定掌握着它吗? 吕基诺斯:尚未可知。难道在你看来,所有人都说错了,而真理乃是另外的某种事物、至今尚未被他们中的任何人所发现,这是不可能的吗?
ΕΡΜΟΤΙΜΟΣ Πῶς οἷόν τε; ΛΥΚΙΝΟΣ Οὕτως· ἔστω γὰρ ὁ μὲν ἀληθὴς ἀριθμὸς ἡμῖν εἴκοσιν, οἷον, κυάμους τις εἴκοσιν ἐς τὴν χεῖρα λαβών, ἐπικλεισάμενος ἐρωτάτω δέκα τινάς, ὁπόσοι εἰσὶν οἱ κύαμοι ἐν τῇ χειρὶ αὐτοῦ, οἱ δὲ εἰκάζοντες ὁ μὲν ἑπτά, ὁ δὲ πέντε, ὁ δὲ τριάκοντα λεγέτωσαν, ὁ δὲ τις δέκα ἢ πεντεκαίδεκα, καὶ ὅλως ἄλλος ἄλλον τινὰ ἀριθμόν· ἐνδέχεται μέντοι καὶ κατὰ τύχην τινὰ ἀληθεῦσαι, ἦ γάρ; ΕΡΜΟΤΙΜΟΣ Ναί. ΛΥΚΙΝΟΣ Οὐ μὴν οὐδὲ τοῦτο ἀδύνατον, ἅπαντας ἄλλον ἄλλους ἀριθμοὺς εἰπεῖν, τοὺς ψευδεῖς καὶ οὐκ ὄντας, μηδένα δὲ αὐτῶν φάναι ὅτι εἴκοσιν ὁ ἀνὴρ κυάμους ἔχει. ἢ τί φής; ΕΡΜΟΤΙΜΟΣ Οὐκ ἀδύνατον. ΛΥΚΙΝΟΣ Κατὰ ταὐτὰ τοίνυν ἅπαντες μὲν οἱ φιλοσοφοῦντες τὴν εὐδαιμονίαν ζητοῦσιν ὁποῖόν τί ἐστι, καὶ λέγουσιν ἄλλος ἄλλο τι αὐτὴν εἶναι, ὁ μὲν ἡδονήν, ὁ δὲ τὸ καλόν, ὁ δὲ ὅσα ἕτερά φασι περὶ αὐτῆς. εἰκὸς μὲν οὖν καὶ τούτων ἕν τι εἶναι τὸ εὔδαιμον, οὐκ ἀπεικὸς δὲ καὶ ἄλλο τι παρ' αὐτὰ πάντα. καὶ ἐοίκαμεν ἡμεῖς ἀνάπαλιν ἢ ἐχρῆν, πρὶν τὴν ἀρχὴν εὑρεῖν, ἐπείγεσθαι πρὸς τὸ τέλος. ἔδει δ’ οἶμαι πρότερον φανερὸν γενέσθαι ὅτι ἔγνωσται τἀληθὲς καὶ πάντως ἔχει τις αὐτὸ εἰδὼς τῶν φιλοσοφούντων. εἶτα μετὰ τοῦτο τὸ ἑξῆς ἂν ἦν ζητῆσαι,4 ᾧ πειστέον ἐστίν. ΕΡΜΟΤΙΜΟΣ Ὥστε, ὦ Λυκῖνε, τοῦτο φής, ὅτι οὐδ’ ἂν διὰ πάσης φιλοσοφίας χωρήσωμεν, οὐδὲ τότε πάντως ἕξομεν τἀληθὲς εὑρεῖν. ΛΥΚΙΝΟΣ Μὴ ἐμέ, ὦγαθέ, ἐρώτα, ἀλλὰ τὸν λόγον αὖθις αὐτόν· καὶ ἴσως ἂν ἀποκρίναιτό σοι ὅτι οὐδέπω, ἔστ' ἂν ἄδηλον ᾖ εἰ ἕν τι τούτων ἐστὶν ὧν οὗτοι λέγουσιν.
赫尔谟提摩斯:这怎么可能呢? 吕基诺斯:就像这样:假设我们这里的真实数目是二十;比方说,有人在手里抓了二十粒豆子,合上手掌,问十个人他手里的豆子有多少粒;他们猜测着,一个人说七粒,一个人说五粒,一个人说三十粒,还有人说十粒或十五粒,总之各人说出一个不同的数目;诚然,碰巧有人猜中真数也是可能的,不是吗? 赫尔谟提摩斯:确实。 吕基诺斯:然而,他们所有人各自说出不同的数目,且都是虚假的、并不存在的数目,而他们中没有一个人说那个人有二十粒豆子,这也绝非不可能。或者你怎么说? 赫尔谟提摩斯:并非不可能。 吕基诺斯:因此完全一样,所有从事哲学的人都在探求幸福究竟为何物,并且各自把它说成不同的东西:有人说是快乐,有人说是美德(善美),其他人则说出关于它的其他种种主张。因此,幸福既可能是这些说法中的某一种,但也并非不可能是在这一切之外的另一种事物。而我们似乎违背了应有的次序,在找到开端之前就急于奔向终点了。我认为,原本应当首先弄清楚真理已被认识、并且从事哲学的人中确实有人了知并掌握着它;然后在这之后,下一步才是去探求应当顺从谁。 赫尔谟提摩斯:这么说来,吕基诺斯,你的意思就是:即使我们遍历了全部哲学,甚至到那时我们也未必能够找到真理。 吕基诺斯:我善良的朋友,不要问我,而是再次去问论证本身吧;也许它会回答你说:只要尚不能确定真理是否属于这些人所说的那些事物之一,就仍然不能找到。
- 64Οὐχ ἱκανὸν εἶναί φησι
动词 φησι(说)的未明言主语是承接前一语段中吕基诺斯的话(“论证本身[ὁ λόγος]其实能对你说出远比这些更加强横的话来”)而拟人化的“论证(ὁ λόγος)”。吕基诺斯并非以第三人称自称,而是在用间接引语(不定式 εἶναι)转述论证本身的严苛要求。
- 64ἐκ γὰρ τούτων οὐδενὸς ἀνθρώπων βίος ἐξαρκέσειεν ἂν ὡς ἐπὶ πάντα ἐλθεῖν καὶ ἕκαστον ἀκριβῶς ἐπιδεῖν καὶ ἐπιδόντα κρῖναι καὶ κρίναντα ἑλέσθαι καὶ ἑλόμενον φιλοσοφῆσαι
主句谓语 ἐξαρκέσειεν ἄν(潜在希求语气,“足以为……”)引导表示结果或充足程度的 ὡς + 不定式 ἐλθεῖν(遍访)。随后的分词与不定式锁链(ἐπιδεῖν → ἐπιδόντα κρῖναι → κρίναντα ἑλέσθαι → ἑλόμενον φιλοσοφῆσαι)形成层递结构,前一个动作的完成成为进行下一个动作的前提条件(审视 → 审视后判定 → 判定后抉择 → 抉择后从事哲学)。
- 65νεῖν, εἰ καί τις ἄλλος
νεῖν 是收缩动词 νέω(游泳)的现在时不定式,作为 οἶσθα(懂得)的补充不定式。短语 εἰ καί τις ἄλλος(“若真有别的人会的话”)是希腊语常见的省略习语,意为“正如任何其他人一样”或“不输给任何人”。
- 66ἔδει δ’ οἶμαι πρότερον φανερὸν γενέσθαι ὅτι ἔγνωσται τἀληθὲς καὶ πάντως ἔχει τις αὐτὸ εἰδὼς τῶν φιλοσοφούντων. εἶτα μετὰ τοῦτο τὸ ἑξῆς ἂν ἦν ζητῆσαι
未完成过去时 ἔδει + 不定式表达未曾实现的过去义务(“原本应当……”)。其后紧随的 τὸ ἑξῆς ἂν ἦν ζητῆσαι(“下一步原本应当是去探求……”)中,ἄν 搭配未完成过去时 ἦν 构成与过去事实相反的虚拟主句,深刻批判了当前探求顺序本末倒置的荒谬性。
