← 琉善

赫尔莫蒂穆斯或论学派

§61-63

混合种子的比喻与全面检验哲学的必要

吕基诺斯运用混合种子和毒药的比喻,论证仅凭初步品尝绝不可能评判哲学的全貌,必须进行彻底检验。赫尔谟提摩斯恼羞成怒提出反驳,吕基诺斯则预告论证本身还将得出更为严苛的结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§61

ὅρα τοίνυν μὴ τῷδε μᾶλλον φιλοσοφία ἔοικεν·1 ὁ μὲν γὰρ πίθος ἔτι μενέτω σοι καὶ ὁ κάπηλος, ἐνέστω δὲ μὴ οἶνος, ἀλλὰ πανσπερμία τις, πυρὸς ὑπεράνω καὶ μετὰ τοῦτον κύαμοι, εἶτα κριθαὶ καὶ ὑπὸ ταύταις φακοί, εἶτα ἐρέβινθοι καὶ ἄλλα ποικίλα. πρόσει δὴ σὺ ὠνήσασθαι ἐθέλων τῶν σπερμάτων, καὶ ὃς ἀφελὼν τοῦ πυροῦ, οὗπερ ἦν, ἀνέδωκέ σοι δεῖγμα ἐς τὴν χεῖρα, ὡς ἴδοις, ἆρα οὖν ἔχοις ἂν εἰπεῖν εἰς ἐκεῖνο ἀποβλέπων εἰ καὶ οἱ ἐρέβινθοι καθαροὶ καὶ οἱ φακοὶ εὐτακεῖς καὶ οἱ κύαμοι οὐ διάκενοι; ΕΡΜΟΤΙΜΟΣ Οὐδαμῶς. ΛΥΚΙΝΟΣ Οὐ τοίνυν οὐδὲ φιλοσοφίαν ἀφ' ἑνὸς ὧν φήσει τις τοῦ πρώτου,2 μάθοι ἂν ἅπασαν ὁποία ἐστίν· οὐ γὰρ ἕν τι ἦν ὥσπερ ὁ οἶνος, ᾧπερ σὺ αὐτὴν ἀπεικάζεις ἀξιῶν ὁμοίαν εἶναι τῷ γεύματι, τὸ δὲ ἑτεροῖόν τι ὤφθη οὐ παρέργου τῆς ἐξετάσεως δεόμενον.3 οἶνον μὲν γὰρ φαῦλον πρίασθαι ἐν δυοῖν ὀβολοῖν ὁ κίνδυνος, αὐτὸν δέ τινα ἐν τῷ συρφετῷ παραπολεῖσθαι, ὡς καὶ αὐτὸς ἐν ἀρχῇ ἔφησθα, οὐ μικρὸν εἶναι κακόν. ἄλλως τε ὁ μὲν ὅλον ἀξιῶν ἐκπιεῖν τὸν πίθον, ὡς κοτύλην πρίαιτο, ζημιώσαι ἂν τὸν κάπηλον οὕτως ἀπίθανα γευόμενος, φιλοσοφία δὲ οὐδὲν ἂν τοιοῦτο πάθοι, ἀλλὰ κἂν ὅτι πάμπολλα πίῃς, οὐδέν τι ἐλάττων ὁ πίθος γίγνεται οὐδὲ ζημιώσεται ὁ κάπηλος. ἐπιρρεῖ γὰρ κατὰ τὴν παροιμίαν τὸ πρᾶγμα ἐξαντλούμενον ἐς τὸ ἔμπαλιν ἢ ὁ τῶν Δαναΐδων πίθος. ἐκεῖνος μὲν γὰρ τὸ ἐμβαλλόμενον οὐ συνεῖχεν, ἀλλὰ διέρρει εὐθύς. ἐντεῦθεν δὲ ἢν ἀφέλῃς τι, πλεῖον τὸ λοιπὸν γίγνεται.

吕基诺斯:那么请考虑一下,哲学是否更像这样:大瓮和酒贩子仍为你保留,但里面装的不是酒,而是各种种子的混合物——最上面是小麦,其下是蚕豆,然后是大麦,大麦下面是扁豆,再之后是鹰嘴豆以及其他杂色谷物。假定你走上前去想买些种子,他便从最上面的小麦中抓出一把,递到你手里作为样品让你过目;那么,你看着那把样品,能否说出鹰嘴豆是否纯净、扁豆是否容易煮烂、蚕豆是否不是空心的? 赫尔谟提摩斯:绝不可能。 吕基诺斯:因此,一个人也绝不能从某人所陈述的第一条见解中得知整个哲学是怎样的;因为哲学并不像酒那样是单一体——你却把哲学比作酒,认为它就像那口尝品——它已被证明是另一种事物,需要一种绝非草率的检验。因为买到劣酒不过冒着两奥波尔的损失,但在乌合之众中自取灭亡,正如你起初自己所说的,可不是小灾祸。此外,要求喝光整瓮酒以便购买半品脱的人,如此荒谬地品尝会使酒贩子蒙受损失,但哲学绝不会遭遇这种事;相反,无论你喝多少,大瓮丝毫不曾减少,贩子也不会受到损失。因为正如谚语所说,这事物越被汲取,就越是涌流不绝,与达那俄斯之女们的大瓮恰好相反:那个大瓮装不住倒进去的东西,而是立刻漏光;但在这里,如果你取走一些,剩下的反而变得更多。

§62

Ἐθέλω δέ σοι καὶ ἄλλο ὅμοιον εἰπεῖν φιλοσοφίας περὶ γεύματος, καὶ μή με νομίσῃς βλασφημεῖν περὶ αὐτῆς ἢν εἴπω ὅτι φαρμάκῳ ὀλεθρίῳ ἔοικεν, οἷον κωνείῳ ἢ ἀκονίτῳ ἢ ἄλλῳ τῶν τοιούτων. οὐδὲ γὰρ ταῦτα, ἐπείπερ θανατηφόρα ἐστίν, ἀποκτείνειεν ἄν, εἴ τις ὀλίγον ὅσον ἀκαριαῖον ἀποξύσας αὐτῶν ἄκρῳ τῷ ὄνυχι ἀπογεύσαιτο· ἀλλὰ ἢν μὴ τοσοῦτον ὅσον χρή, καὶ ὅπως καὶ ξὺν οἷς, οὐκ ἂν ἀποθάνοι ὁ προσενεγκάμενος· σὺ δὲ ἠξίους τοὐλάχιστον ἐξαρκεῖν, ὡς ἀποτελέσαι τὴν τοῦ ὅλου γνῶσιν.

我还想对你讲另一个关于哲学的品尝的比方;若我说它像一种致命的毒药,比如毒芹、乌头或其他这类东西,请不要以为我是在亵渎它。因为即使是这些毒药,虽然致命,但如果有人用指甲尖刮下微乎其微的一丁点尝上一尝,也是不会致死的;除非服下所需要的足量,并且按照特定的方式、配以适当的成分,服用者才可能丧命。可你却认为最微末的一点就足以成就对全体的完备认知。

§63

ΕΡΜΟΤΙΜΟΣ Ἔστω ταῦτα ὡς βούλει, Λυκῖνε. τί οὖν; ἑκατὸν χρὴ ἔτη βιῶναι καὶ τοσαῦτα ὑπομεῖναι πράγματα; ἢ οὐκ ἂν ἄλλως φιλοσοφήσαιμεν; ΛΥΚΙΝΟΣ Οὐ γάρ, ὦ Ἑρμότιμε· καὶ δεινὸν οὐδέν, εἴ γε ἀληθῆ ἔλεγες ἐν ἀρχῇ, ὡς ὁ μὲν βίος βραχύς, ἡ δὲ τέχνη μακρή. νῦν δὲ οὐκ οἶδ’ ὅ τι παθὼν ἀγανακτεῖς, εἰ μὴ αὐθημερὸν ἡμῖν πρὶν δῦναι ἥλιον Χρύσιππος ἢ Πλάτων ἢ Πυθαγόρας γένοιο. ΕΡΜΟΤΙΜΟΣ Περιέρχῃ με, ὦ Λυκῖνε, καὶ συνελαύνεις ἐς στενὸν οὐδὲν ὑπ' ἐμοῦ δεινὸν παθών, ὑπὸ φθόνου δηλαδή, ὅτι ἐγὼ μὲν προὔκοπτον ἐν τοῖς μαθήμασι, σὺ δὲ ὠλιγώρησας ἑαυτοῦ τηλικοῦτος ὤν. ΛΥΚΙΝΟΣ Οἶσθ' οὖν ὃ δράσεις; ἐμοὶ μὲν ὥσπερ κορυβαντιῶντι μὴ πρόσεχε τὸν νοῦν, ἀλλ’ ἔα ληρεῖν, σὺ δὲ ὡς ἔχεις προχώρει ἐς τὸ πρόσθε τῆς ὁδοῦ καὶ πέραινε κατὰ τὰ ἐξ ἀρχῆς σοι δεδογμένα περὶ τούτων. ΕΡΜΟΤΙΜΟΣ Ἀλλ' οὐκ ἐᾷς σὺ βίαιος ὢν αἱρεῖσθαί τι, ἢν μὴ πειραθῶ ἁπάντων. ΛΥΚΙΝΟΣ Καὶ μὴν εὖ εἰδέναι χρὴ ὡς οὐκ ἄν ποτε ἄλλο εἴποιμι. βίαιον δὲ λέγων ἐμὲ ἀναίτιον δοκεῖς μοι κατὰ τὸν ποιητὴν αἰτιάασθαι, αὐτόν, ἔστ' ἂν μὴ ἕτερός σοι λόγος συμμαχήσας ἀφέληται τῆς βίας, ἤδη ἀγόμενον·4 ἰδού γέ τοι καὶ τάδε πολλῷ βιαιότερα φαίη ἄν σοι ὁ λόγος· σὺ δὲ ἐκεῖνον παρεὶς ἐμὲ ἴσως αἰτιάσῃ. ΕΡΜΟΤΙΜΟΣ Τὰ ποῖα; θαυμάζω γάρ, εἴ τι ἄρρητον καταλέλειπται αὐτῷ.

赫尔谟提摩斯:就依你所愿这样看吧,吕基诺斯。那又怎样呢?难道非得活上一百岁、忍受如此多的劳苦不可吗?难道我们就不能以其他方式从事哲学了吗? 吕基诺斯:不能的,赫尔谟提摩斯;假若你在起初说的是真话,即“人生苦短,而学艺漫长”,那么这也绝无奇怪之处。可如今你不知着了什么魔,要是不能在日落之前就在今天一天之内成为克律西波斯、柏拉图或毕达哥拉斯,你就会愤愤不平。 赫尔谟提摩斯:吕基诺斯啊,你是在算计我,把我逼入绝境;我并未伤害过你,你这分明是出于嫉妒,因为我在学问上有所长进,而你在这般年纪却荒废了自己。 吕基诺斯:那么你知道你该怎么做吗?不要理会我,就当我是狂乱的科律班特斯巫僧,任由我胡言乱语吧;你自己就按原样继续沿着你的道路前进,按照你起初对这些事物所定下的意图去完成吧。 赫尔谟提摩斯:可是你这般强横霸道,除非我试遍所有宗派,否则根本不许我做出任何选择。 吕基诺斯:然而,你必须深知,我绝不可能说出别样的话来。但你说我强横,依我看你正如诗人所说的那样是在“责难无辜”,因为除非有另一套论证作为你的同盟前来把〔我〕从这种强迫中解救出来,否则我自身早已〔被论证〕牵着走了。瞧啊,论证其实能对你说出远比这些更加强横的话来;可是你放过论证,恐怕只会来责怪我。 赫尔谟提摩斯:是什么样的话呢?因为我倒想知道,难道论证还有什么未尽之言吗?

语法注4 条
  1. 61ὅρα τοίνυν μὴ τῷδε μᾶλλον φιλοσοφία ἔοικεν

    ὅρα μή 与陈述式(ἔοικεν)连用,表示审慎的提示并强烈暗示其为真实情况(“且看哲学是否其实更像这般”)。与接虚拟式的疑虑/担忧从句不同,陈述式表明说话者认为这种比拟在事实上极其贴切。

  2. 61ἀφ' ἑνὸς ὧν φήσει τις τοῦ πρώτου

    关系代词 ὧν 受先行词属格吸引(attractio relativi),原句法结构相当于 ἀφ' ἑνός [τινος τούτων] ἃ φήσει τις τοῦ πρώτου,意为“从某人将要谈及的那些事物当中的第一件”。

  3. 61οὐ παρέργου τῆς ἐξετάσεως δεόμενον

    形容词 παρέργου 处于谓语位置(定冠词 τῆς ἐξετάσεως 之外),表示“需要一种绝非草率/附带的检验”。分词 δεόμενον 支配表需求的属格。

  4. 63ἀναίτιον δοκεῖς μοι κατὰ τὸν ποιητὴν ααἰτιάασθαι, αὐτόν, ἔστ' ἂν μὴ ἕτερός σοι λόγος συμμαχήσας ἀφέληται τῆς βίας, ἤδη ἀγόμενον

    κατὰ τὸν ποιητήν(正如诗人所说)化用了荷马《伊利亚特》第13卷775行(αἰτιάᾳ ἀναίτιον,“责难无辜”)。宾格 αὐτόν ... ἤδη ἀγόμενον 与前面的宾格 ἐμὲ ἀναίτιον 一致,指代吕基诺斯本人,在句中表伴随状态:“而在另一套论据作为你的援军前来解除这种强迫之前,我自己早已被(论证)牵引着了”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg063.humanitext-grc3:61-63