← 琉善

赫尔莫蒂穆斯或论学派

§58-60

品酒之喻与关于哲学多样性的反驳

赫尔谟提摩斯用品尝瓮中酒作为类比,主张仅凭局部品尝即可断定全体品质;吕基诺斯则反驳指出,均质的酒与内容繁复多变的哲学教学根本不可同日而语,从而击破了这一比喻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§58

ΕΡΜΟΤΙΜΟΣ Ταυτὶ μέν, ὦ Λυκῖνε, βωμολοχικὰ καὶ οὐ κατά σε. σὺ δὲ εἰπέ μοι· ἤδη ποτὲ οἶνον ἐπρίω αὐτός; ΛΥΚΙΝΟΣ Καὶ μάλα πολλάκις. ΕΡΜΟΤΙΜΟΣ Ἆρ' οὖν περιῄεις ἅπαντας ἐν κύκλῳ τοὺς ἐν τῇ πόλει καπήλους ἀπογευόμενος καὶ παραβάλλων καὶ ἀντεξετάζων τοὺς οἴνους; ΛΥΚΙΝΟΣ Οὐδαμῶς. ΕΡΜΟΤΙΜΟΣ Χρὴ γὰρ οἶμαί σοι1 τῷ πρώτῳ χρηστῷ καὶ ἀξίῳ ἐντυχόντι ἀποφέρεσθαι. ΛΥΚΙΝΟΣ Νὴ Δία. ΕΡΜΟΤΙΜΟΣ Καὶ ἀπό γε τοῦ ὀλίγου ἐκείνου γεύματος εἶχες ἂν εἰπεῖν ὁποῖος ἅπας ὁ οἶνός ἐστιν; ΛΥΚΙΝΟΣ Εἶχον γάρ. ΕΡΜΟΤΙΜΟΣ Εἰ δὲ δὴ ἔλεγες προσελθὼν τοῖς καπήλοις, Ἐπειδὴ κοτύλην πρίασθαι βούλομαι, δότε μοι, ὦ οὗτοι, ἐκπιεῖν ὅλον ἕκαστος ὑμῶν τὸν πίθον, ὡς διὰ παντὸς ἐπεξελθὼν μάθοιμι ὅστις ἀμείνω τὸν οἶνον ἔχει καὶ ὅθεν μοι ὠνητέον. εἰ ταῦτα ἔλεγες, οὐκ ἂν οἴει καταγελάσαι σου αὐτούς, εἰ δὲ καὶ ἐπὶ πλέον ἐνοχλοίης τάχα ἂν καὶ προσχέαι τοῦ ὕδατος; ΛΥΚΙΝΟΣ Οἶμαι ἔγωγε καὶ δίκαιά γ' ἂν πάθοιμι. ΕΡΜΟΤΙΜΟΣ Κατὰ ταὐτὰ δὴ καὶ ἐν φιλοσοφίᾳ. τί δεῖ ἐκπιεῖν τὸν πίθον δυναμένους γε ἀπ' ὀλίγου τοῦ γεύματος εἰδέναι ὁποῖον τὸ πᾶν ἔστιν;

赫尔谟提摩斯:吕基诺斯啊,这纯属市井小丑的滑稽之举,实在配不上你的为人。不过你告诉我:你以前亲自买过酒吗? 吕基诺斯:买过,而且买过非常多次。 赫尔谟提摩斯:那么,你曾把城里所有的酒贩子挨个转上一圈,逐一品尝、对比并相互核验他们的酒吗? 吕基诺斯:绝没有过。 赫尔谟提摩斯:我想,对你来说只要遇上第一家质优称心的酒,买下来带走也就足够了。 吕基诺斯:凭宙斯起誓,确实如此。 赫尔谟提摩斯:而且仅仅凭着那一点点尝酒,你就能够说出整瓮酒是怎样的了吗? 吕基诺斯:我确实能说出来。 赫尔谟提摩斯:但要是你走到酒贩子面前说:“既然我想买半品脱酒,列位伙计,请你们每人都让我喝光整只大瓮吧,好让我彻底尝遍,从而得知谁的酒更好、我该向谁购买。”如果你说了这话,你不觉得他们会嘲笑你吗?要是你再纠缠下去,他们说不定还会往你头上浇水呢? 吕基诺斯:我完全这样认为,而且那也是我咎由自取。 赫尔谟提摩斯:那么在哲学中也正是同理。既然能够凭借微末的尝品就知道全体是怎样的,为什么非得喝光整瓮呢?

§59

ΛΥΚΙΝΟΣ Ὡς ὀλισθηρὸς εἶ, ὦ Ἑρμότιμε, καὶ διαδιδράσκεις ἐκ τῶν χειρῶν. πλὴν ἀλλὰ ὤνησάς γε· οἰόμενος γὰρ ἐκπεφευγέναι ἐς τὸν αὐτὸν κύρτον ἐμπέπτωκας. ΕΡΜΟΤΙΜΟΣ Πῶς τοῦτο ἔφης; ΛΥΚΙΝΟΣ Ὅτι αὐθομολογούμενον πρᾶγμα λαβὼν καὶ γνώριμον ἅπασι τὸν οἶνον εἰκάζεις αὐτῷ τὰ ἀνομοιότατα καὶ περὶ ὧν ἀμφισβητοῦσιν ἅπαντες ἀφανῶν ὄντων. ὥστε ἔγωγε οὐκ ἔχω εἰπεῖν καθ' ὅ τι σοι ὅμοιος φιλοσοφία καὶ οἶνος, εἰ μὴ ἄρα κατὰ τοῦτο μόνον, ὅτι καὶ οἱ φιλόσοφοι ἀποδίδονται τὰ μαθήματα ὥσπερ οἱ κάπηλοι—κερασάμενοί γε οἱ πολλοὶ καὶ δολώσαντες καὶ κακομετροῦντες. οὑτωσὶ δὲ ἐπισκοπήσωμεν ὅ τι καὶ λέγεις· τὸν οἶνον φὴς τὸν ἐν τῷ πίθῳ ὅλον αὐτὸν αὑτῷ ὅμοιον εἶναι, καὶ μὰ Δί' οὐδὲν ἄτοπον. ἀλλὰ καὶ εἴ τις γεύσαιτο ἀρυσάμενος ὀλίγον ὅσον2 αὐτοῦ, εἴσεσθαι αὐτίκα ὁποῖος ἅπας ὁ πίθος ἐστίν, ἀκόλουθον καὶ τοῦτο, καὶ οὐδὲν ἂν ἔγωγέ τι ἀντεῖπον. ὅρα δὴ καὶ τὸ μετὰ τοῦτο· φιλοσοφία καὶ οἱ φιλοσοφοῦντες οἷον ὁ διδάσκαλος ὁ σός, ἆρα ταὐτὰ πρὸς ὑμᾶς λέγει ὁσημέραι καὶ περὶ τῶν αὐτῶν ἢ ἄλλα ἄλλοτε; πολλὰ γάρ ἐστι, πρόδηλον, ὦ ἑταῖρε. ἢ οὐκ ἂν εἴκοσιν ἔτη παρέμενες αὐτῷ κατὰ τὸν Ὀδυσσέα περινοστῶν καὶ περιπλανώμενος, εἰ τὰ αὐτὰ ἔλεγεν, ἀλλὰ ἀπέχρη ἄν σοι καὶ ἅπαξ ἀκούσαντι.

吕基诺斯:赫尔谟提摩斯,你是多么滑溜,总想从人手心里溜走啊!然而你反而帮了我大忙;因为你自以为逃脱了,却恰恰掉进了同一个鱼篓里。 赫尔谟提摩斯:你这话是什么意思? 吕基诺斯:因为你抓住一件公认且人尽皆知的事物——酒,却拿它去比拟那些与它毫无相似之处、而且因隐晦不显而致人人争论不休的事物。因此我实在说不出对你而言哲学和酒究竟在何种意义上相似,除非仅在这一点上:哲学家们也像酒贩子一样零售学问——他们大多数人也是掺水、作假、缺斤短两。不过,让我们这样来考察你所说的话:你说瓮里的酒通体纯一均匀,凭宙斯起誓,这毫无奇怪之处。此外,如果有人舀出极微小的一点尝上一口,就能立刻知道整瓮酒是怎样的,这也符合常理,我绝不会提出反驳。那么请再看接下来的问题:哲学以及从事哲学的人,比如你的老师,他每天是对你们讲同样的话、论述同样的主题呢,还是因时而异讲着不同的事呢?因为所涉论题繁多,这是显而易见的,我的朋友。如果他总是讲同样的话,你就不会像奥德修斯那样在他身边停留二十年、四处漂泊流浪了,而是听过一次对你就足够了。

§60

ΕΡΜΟΤΙΜΟΣ Πῶς γὰρ οὔ; ΛΥΚΙΝΟΣ Πῶς οὖν οἷόν τέ σοι ἦν ἀπὸ τοῦ πρώτου γεύματος εἰδέναι τὰ πάντα; οὐ γὰρ τὰ αὐτά γε, ἀλλὰ ἀεὶ ἕτερα καινὰ ἐπὶ καινοῖς ἐλέγετο, οὐχ ὥσπερ ὁ οἶνος ὁ αὐτὸς ἦν. ὥστε, ὦ ἑταῖρε, ἢν μὴ ὅλον ἐκπίῃς τὸν πίθον, ἄλλως μεθύων περίει· ἀτεχνῶς γὰρ ἐν τῷ πυθμένι δοκεῖ μοι ὁ θεὸς κατακρύψαι τὸ φιλοσοφίας ἀγαθὸν ὑπὸ τὴν τρύγα αὐτήν. δεήσει οὖν ὅλον ἐξαντλῆσαι ἐς τέλος, ἢ οὔποτ' ἂν εὕροις τὸ νεκτάρεον ἐκεῖνο πόμα, οὗ πάλαι διψῆν μοι δοκεῖς. σὺ δὲ οἴει τὸ τοιοῦτον αὐτὸ εἶναι, ὡς εἰ μόνον γεύσαιο αὐτοῦ καὶ σπάσαις μικρὸν ὅσον, αὐτίκα σε πάνσοφον γενησόμενον3 ὥσπερ φασὶν ἐν Δελφοῖς τὴν πρόμαντιν, ἐπειδὰν πίῃ τοῦ ἱεροῦ νάματος, ἔνθεον εὐθὺς γίγνεσθαι καὶ χρᾶν τοῖς προσιοῦσιν. ἀλλ’ οὐχ οὕτως ἔχειν ἔοικε· σύ γ' οὖν ὑπὲρ ἥμισυ τοῦ πίθου ἐκπεπωκὼς ἐνάρχεσθαι ἔτι ἔλεγες.

赫尔谟提摩斯:可不是吗? 吕基诺斯:那么,你又怎能在第一口品尝之后就得知全体呢?因为所讲授的并不是同样的内容,而总是新知之上又有别的新知,绝不像那酒是始终如一的。所以,我的朋友,除非你喝光整只大瓮,否则你只会白白醉生梦死地晃荡;因为在我看来,神分明是把哲学的真正精粹隐藏在了最底部、紧挨着酒糟之下。因此你必须汲引到底,否则就绝不可能找到那份琼浆玉液,我看你对此早已渴求已久了。但你却以为哲学也是这类东西:只要尝上一口、轻啜极微小的一星半点,就会立刻变得无所不知,正如人们说德尔斐的女祭司一旦喝下圣泉之水,便立刻神灵附体、向求问者宣示神谕一样。然而事情似乎全然不是如此;至少你喝了多半瓮,却还说自己才刚刚入门呢。

语法注3 条
  1. 58Χρὴ γὰρ οἶμαί σοι

    无人称动词 χρή 通常接带不定式的宾格(对格),但此处却出现了与句中分词 ἐντυχόντι 一致的与格代词 σοι。这属于口语化表达或句式交错现象,可能受到了支配与格的动词(如表示“足够”的 ἀπόχρη)的影响,或是作利益/关系与格(表示“对你而言”)。

  2. 59ὀλίγον ὅσον

    这是一种表示极度微量的成语性惯用搭配,意为“极微小的一点”或“仅仅一丝”。关系词 ὅσον 在此起副词性限定和强调形容词 ὀλίγον 的作用。后文出现的 μικρὸν ὅσον 亦为同义结构。

  3. 60ὡς εἰ μόνον γεύσαιο αὐτοῦ καὶ σπάσαις μικρὸν ὅσον, αὐτίκα σε πάνσοφον γενησόμενον

    在动词 οἴει(认为)之后,本应接续标准的宾格加将来时不定式(σε πάνσοφον γενήσεσθαι),但此处却出现了由 ὡς 引出的宾格分词结构(σε ... γενησόμενον)。这属于句法交错(contamination),传达出主观假设与虚妄信念的语气(“自以为一旦……就会立地成圣”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg063.humanitext-grc3:58-60